§11.5.1Ξέρξης δὲ μετὰ τὸν ἐξετασμὸν τῶν δυνάμεων προῆγε μετὰ παντὸς τοῦ στρατεύματος, καὶ μέχρι μὲν Ἀκάνθου πόλεως τῇ πεζῇ στρατιᾷ πορευομένῳ συμπαρέπλει πᾶς ὁ στόλος, ἐκεῖθεν δὲ κατὰ τὸν διορυχθέντα τόπον διεκομίσθησαν εἰς τὴν ἑτέραν θάλατταν συντόμως καὶ ἀσφαλῶς.
薛西斯在检阅军队后,率领全军前进。 在到达阿坎索斯城之前,整个舰队一直与随陆军前进的他并行航行;从那里开始,船只通过开凿好的运河,快捷而安全地渡到了另一侧的海域。
§11.5.2ὡς δʼ ἧκεν ἐπὶ τὸν Μηλιακὸν κόλπον, ἐπύθετο τοὺς πολεμίους προκατειληφέναι τὰς παρόδους.
当他抵达马里亚湾时,获悉敌人已预先占领了通道。
διόπερ ἐνταῦθα προσαναλαβὼν τὴν δύναμιν μετεπέμψατο τοὺς ἀπὸ τῆς Εὐρώπης συμμάχους, οὐ πολὺ λείποντας τῶν εἴκοσι μυριάδων, ὥστʼ ἔχειν αὐτὸν τοὺς σύμπαντας οὐκ ἐλάττους τῶν ἑκατὸν μυριάδων χωρὶς τῆς ναυτικῆς δυνάμεως.
因此,他在那里整顿军队,并召集了来自欧洲的盟友,人数不少于二十万;结果,除海军之外,他拥有的总兵力不少于一百万。
§11.5.3ὁ δὲ σύμπας ὄχλος τῶν τε ἐν ταῖς μακραῖς ναυσὶν ὄντων καὶ τῶν τὴν ἀγορὰν καὶ τὴν ἄλλην παρασκευὴν κομιζόντων οὐκ ἐλάττων ἦν τῶν προειρημένων, ὥστε μηδὲν θαυμαστὸν εἶναι τὸ λεγόμενον ὑπὲρ τοῦ πλήθους τῶν ὑπὸ Ξέρξου συναχθέντων·
战船上的人员以及运输物资和其他装备的人员的总数,并不比前面提到的人数少,因此对于薛西斯所集结的人口之多,所言并非不可思议。
φασὶ γὰρ τοὺς ἀενάους ποταμοὺς διὰ τὴν τοῦ πλήθους συνέχειαν ἐπιλιπεῖν, τὰ δὲ πελάγη τοῖς τῶν νεῶν ἱστίοις κατακαλυφθῆναι.
因为据说,由于人群连续不断地饮水,终年不竭的河流也枯竭了,而海洋也被船只的帆遮蔽。
μέγισται μὲν οὖν δυνάμεις τῶν εἰς ἱστορικὴν μνήμην παραδεδομένων αἱ μετὰ Ξέρξου γενόμεναι παραδέδονται.
因此,在历史记忆所流传下来的军队中,追随薛西斯的军队被传为有史以来最庞大的一支。
§11.5.4τῶν δὲ Περσῶν κατεστρατοπεδευκότων παρὰ τὸν Σπερχειὸν ποταμόν, ὁ μὲν Ξέρξης ἀπέστειλεν ἀγγέλους εἰς τὰς Θερμοπύλας, τοὺς ἅμα μὲν κατασκεψομένους τίνα διάνοιαν ἔχουσι περὶ τοῦ πρὸς αὐτὸν πολέμου· προσέταξε δʼ αὐτοῖς παραγγέλλειν,ὅτι βασιλεὺς Ξέρξης κελεύει τὰ μὲν ὅπλα πάντας ἀποθέσθαι, αὐτοὺς δὲ ἀκινδύνους εἰς τὰς πατρίδας ἀπιέναι καὶ συμμάχους εἶναι Περσῶν· καὶ ταῦτα πράξασιν αὐτοῖς ἐπηγγείλατο δώσειν χώραν τοῖς Ἕλλησι πλείω καὶ βελτίω τῆς νῦν ὑπʼ αὐτῶν κατεχομένης.
波斯人在斯佩耳刻乌斯河畔安营扎寨时,薛西斯派遣使者前往温泉关,一方面是为了探察他们对他发动的战争抱有什么意图,另一方面他命令他们宣布:国王薛西斯命令所有人缴械,安全地返回各自的祖国,并成为波斯人的盟友;他向这样做的人许诺,将给希腊人比他们现在所占有的更多、更好的土地。
§11.5.5οἱ δὲ περὶ τὸν Λεωνίδην ἀκούσαντες τῶν ἀγγέλων ἀπεκρίναντο, ὅτι καὶ συμμαχοῦντες τῷ βασιλεῖ χρησιμώτεροι μετὰ τῶν ὅπλων ἔσονται καὶ πολεμεῖν ἀναγκαζόμενοι μετὰ τούτων γενναιότερον ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιοῦνται·
列奥尼达斯及其部属听完使者的话后回答说:即使他们成为国王的盟友,拥有武器也会更加有用;而若被迫交战,他们手握武器也能为自由进行更加英勇的抗争。
περὶ δὲ τῆς χώρας ἣν ὑπισχνεῖται δώσειν, ὅτι πάτριόν ἐστι τοῖς Ἕλλησι μὴ διὰ κακίαν, ἀλλὰ διʼ ἀρετὴν κτᾶσθαι χώραν.
至于他许诺给予的土地,他们表示,不靠怯懦而靠美德去获取土地,是希腊人祖祖辈辈的传统。