Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.59.1-11.59.4

对地米斯托克利的评价与米基索斯建城

第 60 段,共 723 段 · 希腊语

内容简介

作者通过一系列修辞性发问赞美地米斯托克利无与伦比的功绩,并与其遭受的不公待遇形成对比。最后,作者结束了关于地米斯托克利的叙述,并转向意大利地区米基索斯建城的事迹。

§11.59.1τίς γὰρ ἕτερος, τῆς Σπάρτης πλέον ἰσχυούσης καὶ τοῦ ναυτικοῦ τὴν ἡγεμονίαν ἔχοντος Εὐρυβιάδου τοῦ Σπαρτιάτου, ταῖς ἰδίαις πράξεσιν ἀφείλετʼ ἂν τῆς Σπάρτης ταύτην τὴν δόξαν;
因为当斯巴达更为强大、斯巴达人欧里比亚德斯掌握舰队指挥权时,还有哪个人能凭借一己之功夺走斯巴达的这一荣耀呢?
τίνα δʼ ἄλλον ἱστορήκαμεν μιᾷ πράξει ποιήσαντα διενεγκεῖν αὑτὸν μὲν τῶν ἡγεμόνων, τὴν δὲ πόλιν τῶν Ἑλληνίδων πόλεων, τοὺς δʼ Ἕλληνας τῶν βαρβάρων;
我们又曾记载过其他哪个人,仅凭一次行动,就使自己超越了其他领袖,使自己的城邦超越了其他希腊城邦,使希腊人超越了蛮族呢?
ἐπὶ τίνος δὲ στρατηγοῦντος ἐλάττονας ἀφορμὰς ἢ μείζονας κινδύνους συνέβη γενέσθαι;
又是在哪位将军的统帅下,曾出现过更少的资源或更大的危险呢?
§11.59.2τίς δὲ πρὸς ἅπασαν τὴν ἐκ τῆς Ἀσίας δύναμιν ἀναστάτῳ τῇ πόλει παραταχθεὶς ἐνίκησε;
又是谁,在城邦荒废的情况下,面对来自亚洲的全部兵力列阵迎击并取得胜利呢?
τίς δὲ τοῖς ἔργοις ἐν εἰρήνῃ τὴν πατρίδα δυνατὴν κατεσκεύασε τοιούτοις;
又是谁在和平时期通过如此伟大的事业使祖国变得强大呢?
τίς δὲ πολέμου μεγίστου κατασχόντος αὐτὴν διέσωσε, μιᾷ δʼ ἐπινοίᾳ τῇ περὶ τοῦ ζεύγματος γενομένῃ τὴν πεζὴν τῶν πολεμίων δύναμιν ἐξ ἡμίσους μέρους ἐταπείνωσεν, ὥστʼ εὐχείρωτον γενέσθαι τοῖς Ἕλλησι;
又是谁在最宏大的战争席卷祖国时拯救了她,并仅凭一个关于浮桥的计谋,就将敌人的陆上兵力削减了一半,使其极易被希腊人击败呢?
§11.59.3διόπερ ὅταν τὸ μέγεθος τῶν ἔργων αὐτοῦ θεωρήσωμεν, καὶ σκοποῦντες τὰ κατὰ μέρος εὕρωμεν ἐκεῖνον μὲν ὑπὸ τῆς πόλεως ἠτιμασμένον, τὴν δὲ πόλιν διὰ τὰς ἐκείνου πράξεις ἐπαιρομένην, εἰκότως τὴν δοκοῦσαν εἶναι τῶν ἁπασῶν πόλεων σοφωτάτην καὶ ἐπιεικεστάτην χαλεπωτάτην πρὸς ἐκεῖνον εὑρίσκομεν γεγενημένην.
因此,当我们审视他事迹的伟大,并考察细节发现他本人虽被城邦贬低,城邦却因他的功绩而得以提升时,我们自然会发现,那座被公认为最智慧、最温和的城邦,对他却变得最为残酷。
§11.59.4περὶ μὲν οὖν τῆς Θεμιστοκλέους ἀρετῆς εἰ καὶ πεπλεονάκαμεν παρεκβάντες, ἀλλʼ οὖν οὐκ ἄξιον ἐκρίναμεν τὴν ἀρετὴν αὐτοῦ παραλιπεῖν ἀνεπισήμαντον· ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἰταλίαν Μίκυθος ὁ τὴν δυναστείαν ἔχων Ῥηγίου καὶ Ζάγκλης πόλιν ἔκτισε Πυξοῦντα.
那么,关于地米斯托克利的德行,即使我们因离题而叙述得过于冗长,但我们仍认为不应让他的美德在没有任何提及的情况下被遗忘;与这些事件同时,在意大利,掌握着雷吉翁和赞克勒统治权的米基索斯创建了皮克苏斯城。

词汇与语法注释

  1. §11.59.1ἀφείλετʼ ἂν — 带虚拟/潜在语气助词 ἄν 的直说过去时,表示过去的可能性,构成修辞性疑问:“谁能夺走……呢?”(暗示没有其他人能做到)。
  2. §11.59.1ποιήσαντα διενεγκεῖν — 分词 ποιήσαντα 作 ἱστορήκαμεν 的 补足分词,其后支配不定式 διενεγκεῖν,具有使役或结果的意味,表示“使……超越”。
  3. §11.59.2ἀναστάτῳ τῇ πόλει — 与格名词短语,用作伴随状况或方式与格,指代阿太奈居民疏散、城邦被废弃荒凉的历史情境。
  4. §11.59.3τὴν δοκοῦσαν εἶναι τῶν ἁπασῶν πόλεων σοφωτάτην καὶ ἐπιεικεστάτην — 对格名词短语,用作动词 εὑρίσκομεν 的 补足分词 γεγενημένην 的逻辑主语,指代阿太奈为“那座被公认为最智慧、最温和的城邦”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.59.1-11.59.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.59.1-11.59.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。