Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.58.1-11.58.5

地米斯托克利之死与其功业赞颂

第 59 段,共 723 段 · 希腊语

内容简介

本节叙述了地米斯托克利的余生及其在希腊与波斯之间的讽刺命运,记录了他为避免侵害希腊而饮公牛血自尽的传说,并对其无与伦比的天资与功绩进行了高度赞赏。

§11.58.1Θεμιστοκλῆς μὲν οὖν ἀπολυθεὶς τοῦ παρʼ Ἕλλησι φόβου, καὶ παραδόξως ὑπὸ μὲν τῶν τὰ μέγιστα εὐεργετηθέντων φυγαδευθείς, ὑπὸ δὲ τῶν τὰ δεινότατα παθόντων εὐεργετηθείς, ἐν ταύταις ταῖς πόλεσι κατεβίωσε πάντων τῶν πρὸς ἀπόλαυσιν ἀγαθῶν εὐπορούμενος, καὶ τελευτήσας ἐν τῇ Μαγνησίᾳ ταφῆς ἔτυχεν ἀξιολόγου καὶ μνημείου τοῦ ἔτι νῦν διαμένοντος.
因此,地米斯托克利摆脱了在希腊人那里的恐惧,且极其反常地,他一方面被那些曾接受他最大恩惠的人驱逐,另一方面却受到那些曾遭受他最惨重打击的人的恩待;他在这些城市里安度余生,享有一切用于享乐的充裕物资。 他死于马格内西亚,获得了隆重的葬礼,并留有至今犹存的纪念碑。
§11.58.2ἔνιοι δὲ τῶν συγγραφέων φασὶ τὸν Ξέρξην ἐπιθυμήσαντα πάλιν στρατεύειν ἐπὶ τὴν Ἑλλάδα παρακαλεῖν τὸν Θεμιστοκλέα στρατηγεῖν ἐπὶ τοῦ πολέμου, τὸν δὲ συγχωρήσαντα περὶ τούτων πίστεις λαβεῖν ἐνόρκους μὴ στρατεύσειν ἐπὶ τοὺς Ἕλληνας ἄνευ Θεμιστοκλέους.
然而,有些历史学家说,薛西斯曾渴望再次对希腊发起远征,并邀请地米斯托克利在战争中担任统帅,而后者在同意此事的同时,要求对方就此做出誓言保证,即在没有地米斯托克利的情况下绝不对希腊人进行远征。
§11.58.3σφαγιασθέντος δὲ ταύρου καὶ τῶν ὅρκων γενομένων, τὸν Θεμιστοκλέα κύλικα τοῦ αἵματος πληρώσαντα ἐκπιεῖν καὶ παραχρῆμα τελευτῆσαι.
当公牛被宰杀献祭且双方立下誓言后,地米斯托克利将杯中倒满牛血并一饮而尽,随即死去。
καὶ τὸν μὲν Ξέρξην ἀποστῆναι τῆς ἐπιβολῆς ταύτης, τὸν δὲ Θεμιστοκλέα διὰ τῆς ἰδίας τελευτῆς ἀπολογίαν ἀπολιπεῖν καλλίστην ὅτι καλῶς ἐπολιτεύθη τὰ πρὸς τοὺς Ἕλληνας.
于是薛西斯放弃了这一企图,而地米斯托克利则通过自己的死亡,为他对待希腊人的行径留下了最完美的辩白,证明他当时的政治立场是高尚的。
§11.58.4ἡμεῖς δὲ πάρεσμεν ἐπὶ τὴν τελευτὴν ἀνδρὸς μεγίστου τῶν Ἑλλήνων, περὶ οὗ πολλοὶ διαμφισβητοῦσι, πότερον οὗτος ἀδικήσας τὴν πατρίδα καὶ τοὺς ἄλλους Ἕλληνας ἔφυγεν εἰς Πέρσας, ἢ τοὐναντίον ἥ τε πόλις καὶ πάντες οἱ Ἕλληνες εὐεργετηθέντες μεγάλα τῆς μὲν χάριτος ἐπελάθοντο, τὸν δʼ εὐεργέτην ἤγαγον αὐτὸν ἀδίκως εἰς τοὺς ἐσχάτους κινδύνους.
现在我们谈到了这位希腊最伟大人物的死。 关于他,许多人争论不休:究竟是他对祖国和其余希腊人犯下了罪行而逃往波斯,还是恰恰相反,城邦和全体希腊人在蒙受了大恩之后忘恩负义,反将他们的恩人极其不公地推向绝境。
§11.58.5εἰ δέ τις χωρὶς φθόνου τήν τε φύσιν τἀνδρὸς καὶ τὰς πράξεις ἐξετάζοι μετʼ ἀκριβείας, εὑρήσει πάντων ὧν μνημονεύομεν ἀμφοτέροις τοῖς εἰρημένοις πεπρωτευκότα.
但如果有人能够不带偏见地、精确地考察此人的天资和事迹,就会发现,在我们所能记起的所有人中,他在上述两个方面都独占鳌头。
διὸ καὶ θαυμάσειεν ἄν τις εἰκότως, εἰ στερῆσαι σφᾶς αὐτοὺς ἀνδρὸς τοιούτου τὴν φύσιν ἠθέλησαν.
因此,人们自然会感到惊讶,他们竟然想要让自己失去一位具有如此天资的人。

词汇与语法注释

  1. 11.58.1τῶν τὰ μέγιστα εὐεργετηθέντων — 分词 εὐεργετηθέντων 为被动语态,指“曾接受最大恩惠的人”(即雅典人/希腊人)。这与后文的“遭受最惨重打击的人(ὑπὸ τῶν τὰ δεινότατα παθόντων)”(即波斯人)形成鲜明对比,突显了恩人与敌人角色倒置的讽刺性。
  2. 11.58.2τὸν δὲ συγχωρήσαντα περὶ τούτων πίστεις λαβεῖν ἐνόρκους — 在带对格的不定式间接引语结构中,τὸν δὲ 是指代地米斯托克利的对格主语。分词 συγχωρήσαντα 修饰不定式 λαβεῖν 的主语,表示他在“同意”之后“接受”了誓言保证。
  3. 11.58.5εἰ δέ τις ... ἐξετάζοι ... εὑρήσει — 条件从句使用祈愿语气(ἐξετάζοι),主句使用直陈语气将来时(εὑρήσει)的混合条件句。这种结构将假设作为一种潜在或温和的设想提出,同时通过将来时强烈肯定其结果的确定性。
  4. 11.58.5ἀμφοτέροις τοῖς εἰρημένοις — 与格 ἀμφοτέροις τοῖς εἰρημένοις 指前句中提到的“天资”(τὴν φύσιν)与“事迹”(τὰς πράξεις)这两者,表示他在“这两个方面都独占鳌头”(πεπρωτευκότα)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.58.1-11.58.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.58.1-11.58.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。