§11.59.1τίς γὰρ ἕτερος, τῆς Σπάρτης πλέον ἰσχυούσης καὶ τοῦ ναυτικοῦ τὴν ἡγεμονίαν ἔχοντος Εὐρυβιάδου τοῦ Σπαρτιάτου, ταῖς ἰδίαις πράξεσιν ἀφείλετʼ ἂν τῆς Σπάρτης ταύτην τὴν δόξαν;
For what other man, while Sparta was more powerful and Eurybiades the Spartan held the command of the fleet, could have deprived Sparta of this glory by his own deeds?
τίνα δʼ ἄλλον ἱστορήκαμεν μιᾷ πράξει ποιήσαντα διενεγκεῖν αὑτὸν μὲν τῶν ἡγεμόνων, τὴν δὲ πόλιν τῶν Ἑλληνίδων πόλεων, τοὺς δʼ Ἕλληνας τῶν βαρβάρων;
And whom else have we recorded as having, by a single deed, made himself surpass the other commanders, his city surpass the other Greek cities, and the Greeks surpass the barbarians?
ἐπὶ τίνος δὲ στρατηγοῦντος ἐλάττονας ἀφορμὰς ἢ μείζονας κινδύνους συνέβη γενέσθαι; §11.59.2τίς δὲ πρὸς ἅπασαν τὴν ἐκ τῆς Ἀσίας δύναμιν ἀναστάτῳ τῇ πόλει παραταχθεὶς ἐνίκησε;
Under what other general's command did it happen that fewer resources or greater dangers existed? And who, when his city was laid waste, drew up his forces against the entire power from Asia and conquered?
τίς δὲ τοῖς ἔργοις ἐν εἰρήνῃ τὴν πατρίδα δυνατὴν κατεσκεύασε τοιούτοις;
Who by such deeds in time of peace made his homeland powerful?
τίς δὲ πολέμου μεγίστου κατασχόντος αὐτὴν διέσωσε, μιᾷ δʼ ἐπινοίᾳ τῇ περὶ τοῦ ζεύγματος γενομένῃ τὴν πεζὴν τῶν πολεμίων δύναμιν ἐξ ἡμίσους μέρους ἐταπείνωσεν, ὥστʼ εὐχείρωτον γενέσθαι τοῖς Ἕλλησι; §11.59.3διόπερ ὅταν τὸ μέγεθος τῶν ἔργων αὐτοῦ θεωρήσωμεν, καὶ σκοποῦντες τὰ κατὰ μέρος εὕρωμεν ἐκεῖνον μὲν ὑπὸ τῆς πόλεως ἠτιμασμένον, τὴν δὲ πόλιν διὰ τὰς ἐκείνου πράξεις ἐπαιρομένην, εἰκότως τὴν δοκοῦσαν εἶναι τῶν ἁπασῶν πόλεων σοφωτάτην καὶ ἐπιεικεστάτην χαλεπωτάτην πρὸς ἐκεῖνον εὑρίσκομεν γεγενημένην. §11.59.4περὶ μὲν οὖν τῆς Θεμιστοκλέους ἀρετῆς εἰ καὶ πεπλεονάκαμεν παρεκβάντες, ἀλλʼ οὖν οὐκ ἄξιον ἐκρίναμεν τὴν ἀρετὴν αὐτοῦ παραλιπεῖν ἀνεπισήμαντον· ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἰταλίαν Μίκυθος ὁ τὴν δυναστείαν ἔχων Ῥηγίου καὶ Ζάγκλης πόλιν ἔκτισε Πυξοῦντα.
And who saved her when the greatest war overwhelmed her, and by a single device concerning the bridge humbled the land force of the enemy by half, so that it became easy for the Greeks to overcome? Therefore, when we consider the greatness of his deeds, and upon examining the details find that while he was dishonored by his city, the city was exalted because of his deeds, we reasonably find that the city which seemed to be the wisest and most moderate of all had become the most harsh toward him. Now, regarding the virtue of Themistocles, even if we have spoken at too great length by digressing, we nevertheless did not judge it right to leave his virtue without mention; and while these things were being done, in Italy, Micythus, who held the lordship of Rhegium and Zancle, founded the city of Pyxus.