§11.59.1τίς γὰρ ἕτερος, τῆς Σπάρτης πλέον ἰσχυούσης καὶ τοῦ ναυτικοῦ τὴν ἡγεμονίαν ἔχοντος Εὐρυβιάδου τοῦ Σπαρτιάτου, ταῖς ἰδίαις πράξεσιν ἀφείλετʼ ἂν τῆς Σπάρτης ταύτην τὴν δόξαν;
なぜなら、スパルタがより強力であり、スパルタ人エウリュビアデスが艦隊の指揮権を持っていたというのに、他の誰が、自らの事績によってスパルタからこの名声を奪い取り得ただろうか。
τίνα δʼ ἄλλον ἱστορήκαμεν μιᾷ πράξει ποιήσαντα διενεγκεῖν αὑτὸν μὲν τῶν ἡγεμόνων, τὴν δὲ πόλιν τῶν Ἑλληνίδων πόλεων, τοὺς δʼ Ἕλληνας τῶν βαρβάρων;
また我々は、他の誰が、ただ一つの事績によって、自分自身を他の指導者たちよりも、自らの都市を他のギリシアの都市たちよりも、ギリシア人たちを異民族よりも卓越させたと記録しているだろうか。
ἐπὶ τίνος δὲ στρατηγοῦντος ἐλάττονας ἀφορμὰς ἢ μείζονας κινδύνους συνέβη γενέσθαι;
また、いかなる将軍の指揮のもとで、より少ない手段、あるいはより大きな危険が生じることになっただろうか。
§11.59.2τίς δὲ πρὸς ἅπασαν τὴν ἐκ τῆς Ἀσίας δύναμιν ἀναστάτῳ τῇ πόλει παραταχθεὶς ἐνίκησε;
また、都市が荒廃している状態で、アジアからの全軍勢に対して陣を敷いて戦い、勝利した者は誰か。
τίς δὲ τοῖς ἔργοις ἐν εἰρήνῃ τὴν πατρίδα δυνατὴν κατεσκεύασε τοιούτοις;
また、平和な時期に、あのような事業によって祖国を強力なものにしたのは誰か。
τίς δὲ πολέμου μεγίστου κατασχόντος αὐτὴν διέσωσε, μιᾷ δʼ ἐπινοίᾳ τῇ περὶ τοῦ ζεύγματος γενομένῃ τὴν πεζὴν τῶν πολεμίων δύναμιν ἐξ ἡμίσους μέρους ἐταπείνωσεν, ὥστʼ εὐχείρωτον γενέσθαι τοῖς Ἕλλησι;
また、最大の戦争が彼女を襲ったときにこれを救い、さらに、連結に関するただ一つの計略によって、敵の陸上兵力を半分に減らし、ギリシア人にとって容易に打ち負かせるものにしたのは誰か。
§11.59.3διόπερ ὅταν τὸ μέγεθος τῶν ἔργων αὐτοῦ θεωρήσωμεν, καὶ σκοποῦντες τὰ κατὰ μέρος εὕρωμεν ἐκεῖνον μὲν ὑπὸ τῆς πόλεως ἠτιμασμένον, τὴν δὲ πόλιν διὰ τὰς ἐκείνου πράξεις ἐπαιρομένην, εἰκότως τὴν δοκοῦσαν εἶναι τῶν ἁπασῶν πόλεων σοφωτάτην καὶ ἐπιεικεστάτην χαλεπωτάτην πρὸς ἐκεῖνον εὑρίσκομεν γεγενημένην.
それゆえ、我々が彼の事績の偉大さを考察し、また個々の詳細を検討して、彼自身は国家によって不名誉な扱いを受けた一方で、国家は彼の事績によって栄えたことを見いだすとき、すべての都市の中で最も賢明で穏健であると思われている都市が、彼に対して最も過酷であったことを見いだすのは当然のことである。
§11.59.4περὶ μὲν οὖν τῆς Θεμιστοκλέους ἀρετῆς εἰ καὶ πεπλεονάκαμεν παρεκβάντες, ἀλλʼ οὖν οὐκ ἄξιον ἐκρίναμεν τὴν ἀρετὴν αὐτοῦ παραλιπεῖν ἀνεπισήμαντον·
さて、テミストクレスの徳については、たとえ我々が脱線して長く語りすぎたとしても、やはり彼の徳を言及しないまま放置することはふさわしくないと判断したのである。
ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Ἰταλίαν Μίκυθος ὁ τὴν δυναστείαν ἔχων Ῥηγίου καὶ Ζάγκλης πόλιν ἔκτισε Πυξοῦντα.
一方、これらが進行しているのと同じ時期に、イタリアにおいては、レギオンとザンクレの支配権を持っていたミキュトスが、ピュクソウスという都市を創建した。