§11.56.1διὰ δὲ ταῦτα, καθάπερ προειρήκαμεν, ἔφυγεν ἐξ Ἄργους πρὸς Ἄδμητον τὸν Μολοττῶν βασιλέα· καταφυγὼν δὲ πρὸς τὴν ἑστίαν ἱκέτης ἐγένετο.
正如我们前面所说,由于这些原因,他离开阿耳戈斯,逃往莫洛西斯人的国王阿德梅托斯处;他逃到国王的炉灶旁,成为了一名祈求者。
ὁ δὲ βασιλεὺς τὸ μὲν πρῶτον προσεδέξατο αὐτὸν φιλοφρόνως καὶ παρεκάλει θαρρεῖν καὶ τὸ σύνολον ἐπηγγέλλετο φροντιεῖν αὐτοῦ τῆς ἀσφαλείας·
起初,国王温和地接待了他,劝他不要害怕,并全面承诺会保障他的安全。
§11.56.2ἐπεὶ δὲ οἱ Λακεδαιμόνιοι τοὺς ἐπιφανεστάτους Σπαρτιατῶν πρέσβεις ἀποστείλαντες πρὸς τὸν Ἄδμητον ἐξῄτουν αὐτὸν πρὸς τιμωρίαν, ἀποκαλοῦντες προδότην καὶ λυμεῶνα τῆς ὅλης Ἑλλάδος, πρὸς δὲ τούτοις μὴ παραδιδόντος αὐτὸν πολεμήσειν ἔφασαν μετὰ πάντων τῶν Ἑλλήνων, τὸ τηνικαῦθʼ ὁ βασιλεὺς φοβηθεὶς μὲν τὰς ἀπειλάς, ἐλεῶν δὲ τὸν ἱκέτην καὶ τὴν ἐκ τῆς παραδόσεως αἰσχύνην ἐκκλίνων, ἔπειθε τὸν Θεμιστοκλέα τὴν ταχίστην ἀπιέναι λάθρᾳ τῶν Λακεδαιμονίων, καὶ χρυσοῦ πλῆθος ἐδωρήσατο αὐτῷ ἐφόδιον τῆς φυγῆς.
但是,当斯巴达人派遣最著名的使者前往阿德梅托斯处,要求将他交出受罚,称他为全希腊的叛徒和毁灭者,此外还声称,如果国王不交出他,他们将与所有希腊人一起发动战争;此时,国王一方面害怕这些威胁,另一方面又怜悯祈求者并试图避免因交出他而带来的耻辱,于是说服地米斯托克利在斯巴达人不知情的情况下尽快离开,并赠送他大量黄金作为流亡的盘缠。
§11.56.3ὁ δὲ Θεμιστοκλῆς πάντοθεν ἐλαυνόμενος καὶ τὸ χρυσίον δεξάμενος ἔφυγε νυκτὸς ἐκ τῆς τῶν Μολοττῶν χώρας, συμπράττοντος αὐτῷ πάντα τὰ πρὸς φυγὴν τοῦ βασιλέως·
地米斯托克利四处遭到驱逐,他收下黄金后,在国王为他的逃亡提供一切协助的情况下,于夜间逃离了莫洛西斯人的领土。
εὑρὼν δὲ δύο νεανίσκους Λυγκηστὰς τὸ γένος, ἐμπορικαῖς δὲ ἐργασίαις χρωμένους, καὶ διὰ τοῦτο τῶν ὁδῶν ἐμπείρως ἔχοντας, μετὰ τούτων ἔφυγε.
他找到了两名林塞斯蒂斯出身的青年,他们从事商业,因此十分熟悉道路,便与他们一同逃亡。
§11.56.4χρώμενος δὲ νυκτεριναῖς ὁδοιπορίαις ἔλαθε τοὺς Λακεδαιμονίους, καὶ διὰ τῆς τῶν νεανίσκων εὐνοίας τε καὶ κακοπαθείας κατήντησεν εἰς τὴν Ἀσίαν·
他利用夜间赶路,避开了斯巴达人的注意,并在两名青年的善意与同甘共苦下抵达了亚细亚。
ἐνταῦθα δʼ ἔχων ἰδιόξενον, ὄνομα μὲν Λυσιθείδην, δόξῃ δὲ καὶ πλούτῳ θαυμαζόμενον, πρὸς τοῦτον κατέφυγεν.
在那里他有一位私人客主,名叫吕西塞德斯,因名声和财富而备受赞誉,他便投奔此人避难。
§11.56.5ὁ δὲ Λυσιθείδης ἐτύγχανε φίλος ὢν Ξέρξου τοῦ βασιλέως καὶ κατὰ τὴν διάβασιν τοῦ Ξέρξου τὴν δύναμιν τῶν Περσῶν ἅπασαν εἱστιακώς.
吕西塞德斯恰好是薛西斯国王的朋友,并在薛西斯渡海时款待过整个波斯军队。
διόπερ συνήθειαν μὲν ἔχων πρὸς τὸν βασιλέα, τὸν δὲ Θεμιστοκλέα διὰ τὸν ἔλεον σῶσαι βουλόμενος, ἐπηγγείλατο αὐτῷ πάντα συμπράξειν.
因此,他既与国王有交情,又因怜悯而希望救地米斯托克利,便承诺会为他提供一切协助。
§11.56.6ἀξιοῦντος δὲ τοῦ Θεμιστοκλέους ἀγαγεῖν αὐτὸν πρὸς τὸν Ξέρξην, τὸ μὲν πρῶτον ἀντεῖπεν, ἀποφαινόμενος ὅτι κολασθήσεται διὰ τὰς κατὰ τῶν Περσῶν αὐτῷ γεγενημένας πράξεις, μετὰ δὲ ταῦτα μαθὼν τὸ συμφέρον ὑπήκουσε, καὶ παραδόξως καὶ ἀσφαλῶς αὐτὸν διέσωσεν εἰς τὴν Περσίδα.
当地米斯托克利请求带他去见薛西斯时,起初他表示拒绝,指出地米斯托克利将因对波斯人所犯下的罪行而受到惩罚;但此后,他明白了怎样做才有利,便顺从了,并以一种出人意料且安全的方式将他安全送到了波斯。
§11.56.7ἔθους γὰρ ὄντος παρὰ τοῖς Πέρσαις τὸν ἄγοντα παλλακὴν τῷ βασιλεῖ κομίζειν ταύτην ἐπὶ ἀπήνης κεκρυμμένης, καὶ τῶν ἀπαντώντων μηδένα πολυπραγμονεῖν μηδὲ κατʼ ὄψιν ἀπαντῆσαι τῇ ἀγομένῃ, ἀφορμῇ ταύτῃ συνέβη χρήσασθαι πρὸς τὴν ἐπιβολὴν τὸν Λυσιθείδην.
因为波斯人中有一个习俗,凡是给国王送去妾室的人,都要用遮蔽起来的马车运送她,路上遇到的人不得窥探,也不得与被送的女子面面相觑;吕西塞德斯便决定利用这一机会来实施他的计划。
§11.56.8παρασκευασάμενος γὰρ τὴν ἀπήνην πολυτελέσι παραπετάσμασι κεκοσμημένην, εἰς ταύτην ἐνέθηκε τὸν Θεμιστοκλέα, καὶ μετὰ πάσης ἀσφαλείας διασώσας ἐνέτυχε τῷ βασιλεῖ, καὶ πεφυλαγμένως ὁμιλήσας ἔλαβε παρʼ αὐτοῦ πίστεις μηδὲν ἀδικήσειν τὸν ἄνδρα.
他准备了一辆装饰有华丽帷幔的马车,将地米斯托克利放进车内,在万无一失的安全保护下送达并会见了国王。 在谨慎地交谈后,他从国王那里得到了绝不伤害此人的保证。
εἰσαγαγὼν δὲ αὐτὸν πρὸς τὸν βασιλέα, κἀκείνου δόντος τῷ Θεμιστοκλεῖ λόγον καὶ μαθόντος ὡς οὐδὲν ἠδίκησεν, ἀπελύθη τῆς τιμωρίας.
随后,他将地米斯托克利引见给国王,国王听取了地米斯托克利的陈述,得知他并未作恶,便免除了对他的惩罚。