§11.57.1δόξας δὲ παραδόξως ὑπʼ ἐχθροῦ διασεσῶσθαι, πάλιν εἰς μείζονας κινδύνους ἐνέπεσε διὰ τοιαύτας αἰτίας· Μανδάνη Δαρείου μὲν ἦν θυγάτηρ τοῦ φονεύσαντος τοὺς μάγους, ἀδελφὴ δὲ γνησία τοῦ Ξέρξου, μεγίστης δʼ ἀποδοχῆς τυγχάνουσα παρὰ τοῖς Πέρσαις.
尽管地米斯托克利看似出人意料地被敌人解救,但他由于以下原因再次陷入了更大的危险之中:曼丹妮是斩杀了马格斯人的大流士的女儿,也是薛西斯的亲姐妹,在波斯人中享有极高的声望。
§11.57.2αὕτη τῶν υἱῶν ἐστερημένη καθʼ ὃν καιρὸν Θεμιστοκλῆς περὶ Σαλαμῖνα κατεναυμάχησε τὸν στόλον τῶν Περσῶν, χαλεπῶς ἔφερε τὴν ἀναίρεσιν τῶν τέκνων, καὶ διὰ τὸ μέγεθος τῆς συμφορᾶς ἠλεεῖτο παρὰ τοῖς πλήθεσιν.
在地米斯托克利于萨拉米斯海战中击败波斯舰队之时,她失去了自己的儿子们,因而对孩子们遭杀害一事极其悲痛,由于其不幸之深重,她得到了民众的普遍怜悯。
§11.57.3αὕτη πυθομένη τὴν παρουσίαν τοῦ Θεμιστοκλέους, ἦλθεν εἰς τὰ βασίλεια πενθίμην ἐσθῆτα λαβοῦσα, καὶ μετὰ δακρύων ἱκέτευε τὸν ἀδελφὸν ἐπιθεῖναι τιμωρίαν τῷ Θεμιστοκλεῖ.
她得知地米斯托克利的到来后,身穿丧服来到王宫,流着泪恳求兄弟对地米斯托克利施加惩罚。
ὡς δʼ οὐ προσεῖχεν αὐτῇ, περιῄει τοὺς ἀρίστους τῶν Περσῶν ἀξιοῦσα καὶ καθόλου τὰ πλήθη παροξύνουσα πρὸς τὴν τοῦ Θεμιστοκλέους τιμωρίαν.
由于国王不理睬她,她便四处拜访波斯贵族进行游说,并广泛煽动民众惩罚地米斯托克利。
§11.57.4τοῦ δʼ ὄχλου συνδραμόντος ἐπὶ τὰ βασίλεια καὶ μετὰ κραυγῆς ἐξαιτοῦντος ἐπὶ τιμωρίαν τὸν Θεμιστοκλέα, ὁ μὲν βασιλεὺς ἀπεκρίνατο δικαστήριον καταστήσειν ἐκ τῶν ἀρίστων Περσῶν, καὶ τὸ κριθὲν τεύξεσθαι συντελείας·
当群集到王宫前的民众大声呼喊要求惩罚地米斯托克利时,国王回答说,他将由波斯贵族组成一个法庭,且下达的判决将得以执行。
§11.57.5πάντων δὲ συνευδοκησάντων, καὶ δοθέντος ἱκανοῦ χρόνου εἰς τὴν παρασκευὴν τῆς κρίσεως, ὁ μὲν Θεμιστοκλῆς μαθὼν τὴν Περσίδα διάλεκτον, καὶ ταύτῃ χρησάμενος κατὰ τὴν ἀπολογίαν, ἀπελύθη τῶν ἐγκλημάτων.
在众人都表示赞同,并为准备审判留出了充足的时间后,地米斯托克利由于学会了波斯语,并在辩护时使用了这种语言,从而被免除了指控。
§11.57.6ὁ δὲ βασιλεὺς περιχαρὴς γενόμενος ἐπὶ τῇ σωτηρίᾳ τἀνδρὸς μεγάλαις αὐτὸν δωρεαῖς ἐτίμησε· γυναῖκα γὰρ αὐτῷ πρὸς γάμου κοινωνίαν ἔζευξε Περσίδα, εὐγενείᾳ τε καὶ κάλλει διαφέρουσαν, ἔτι δὲ κατʼ ἀρετὴν ἐπαινουμένην, οἰκετῶν τε πλῆθος πρὸς διακονίαν καὶ παντοδαπῶν ἐκπωμάτων καὶ τὴν ἄλλην χορηγίαν πρὸς ἀπόλαυσιν καὶ τρυφὴν ἁρμόζουσαν.
国王因这名男子的获救而欣喜万分,赠予他丰厚的礼物以示尊崇:他将一名出身高贵、容貌出众且因美德而备受赞誉的波斯女子许配给他为妻,并赐予他大批供其差遣的仆从、各种杯盏以及其他适合享乐与奢华生活的陈设器物。
§11.57.7ἐδωρήσατο δʼ αὐτῷ καὶ πόλεις τρεῖς πρὸς διατροφὴν καὶ ἀπόλαυσιν εὐθέτους, Μαγνησίαν μὲν τὴν ἐπὶ τῷ Μαιάνδρῳ, πλεῖστον τῶν κατὰ τὴν Ἀσίαν πόλεων ἔχουσαν σῖτον, εἰς ἄρτους, Μυοῦντα δὲ εἰς ὄψον, ἔχουσαν θάλατταν εὔιχθυν, Λάμψακον δέ, ἀμπελόφυτον ἔχουσαν χώραν πολλήν, εἰς οἶνον.
国王还赠予他三座适于维持生计和享乐的城市:迈安德河畔的马格内西亚,因在亚细亚各城市中拥有最丰产的谷物而用于提供面包;米乌斯,因拥有鱼类丰富的海域而用于提供副食;兰普萨科斯,因拥有大片葡萄种植地而用于提供美酒。