§11.55.1πρῶτον μὲν οὖν αὐτὸν ἐκ τῆς πόλεως μετέστησαν, τοῦτον τὸν ὀνομαζόμενον ὀστρακισμὸν ἐπαγαγόντες αὐτῷ, ὃς ἐνομοθετήθη μὲν ἐν ταῖς Ἀθήναις μετὰ τὴν κατάλυσιν τῶν τυράννων τῶν περὶ Πεισίστρατον, ὁ δὲ νόμος ἐγένετο τοιοῦτος.
首先,他们通过对他实施所谓的陶片放逐法将他驱逐出城。 这项法律是在推翻庇西特拉图及其党羽的僭主统治之后在雅典制定的,其具体法律规定如下。
§11.55.2ἕκαστος τῶν πολιτῶν εἰς ὄστρακον ἔγραφε τοὔνομα τοῦ δοκοῦντος μάλιστα δύνασθαι καταλῦσαι τὴν δημοκρατίαν· ᾧ δʼ ἂν ὄστρακα πλείω γένηται, φεύγειν ἐκ τῆς πατρίδος ἐτέτακτο πενταετῆ χρόνον.
每位公民在陶片上写下他们认为最有可能颠覆民主政体之人的名字;而谁获得的陶片最多,谁就被命令离开祖国流亡五年。
§11.55.3νομοθετῆσαι δὲ ταῦτα δοκοῦσιν οἱ Ἀθηναῖοι, οὐχ ἵνα τὴν κακίαν κολάζωσιν, ἀλλʼ ἵνα τὰ φρονήματα τῶν ὑπερεχόντων ταπεινότερα γένηται διὰ τὴν φυγήν.
雅典人制定这一法律,似乎并非为了惩罚邪恶,而是为了通过流亡使那些显赫之人的傲气变得收敛。
ὁ μὲν οὖν Θεμιστοκλῆς τὸν προειρημένον τρόπον ἐξοστρακισθεὶς ἔφυγεν ἐκ τῆς πατρίδος εἰς Ἄργος·
于是,地米斯托克利以上述方式被陶片放逐,离开祖国流亡到阿耳戈斯。
§11.55.4οἱ δὲ Λακεδαιμόνιοι πυθόμενοι περὶ τούτων, καὶ νομίσαντες παρὰ τῆς τύχης εἰληφέναι καιρὸν ἐπιθέσθαι τῷ Θεμιστοκλεῖ, πάλιν εἰς τὰς Ἀθήνας ἐξαπέστειλαν πρέσβεις κατηγοροῦντες τοῦ Θεμιστοκλέους ὅτι τῷ Παυσανίᾳ κεκοινώνηκε τῆς προδοσίας, καὶ δεῖν ἔφασαν τῶν κοινῶν τῆς Ἑλλάδος ἀδικημάτων εἶναι τὴν κρίσιν οὐκ ἰδίᾳ παρὰ τοῖς Ἀθηναίοις, ἀλλʼ ἐπὶ τοῦ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων, ὅπερ εἰώθει συνεδρεύειν κατʼ ἐκεῖνον τὸν χρόνον.
斯巴达人真实地得知这些情况后,认为这是命运赐予他们打击地米斯托克利的机会,便再次向雅典派遣使者,指控地米斯托克利与保萨尼亚斯共谋叛国。 他们声称,对于危害全希腊的共同罪行的审判,不应由雅典人私下进行,而应在当时惯常举行会议的希腊人共同盟会面前进行。
§11.55.5ὁ δὲ Θεμιστοκλῆς ὁρῶν τοὺς Λακεδαιμονίους σπεύδοντας διαβαλεῖν τὴν πόλιν τῶν Ἀθηναίων καὶ ταπεινῶσαι, τοὺς δʼ Ἀθηναίους βουλομένους ἀπολογήσασθαι περὶ τῆς ἐπιφερομένης αἰτίας, ὑπέλαβεν ἑαυτὸν παραδοθήσεσθαι τῷ κοινῷ συνεδρίῳ.
然而,地米斯托克利看到斯巴达人极力想抹黑并削弱雅典城,而雅典人也急于为面临的指控进行申辩,他便推测自己将会被移交给共同盟会。
§11.55.6τοῦτο δʼ ᾔδει τὰς κρίσεις οὐ δικαίας, ἀλλὰ πρὸς χάριν ποιούμενον τοῖς Λακεδαιμονίοις, τεκμαιρόμενος ἔκ τε τῶν ἄλλων καὶ ἐξ ὧν ἐποιήσατο περὶ τῶν ἀριστείων·
他知道该盟会做出的判决并不公正,而是为了讨好斯巴达人,他从其他事情以及该盟会在评定最优秀武功奖时所做的决定中推断出了这一点。
οὕτω γὰρ οἱ κύριοι τῆς ψήφου φθονερῶς διετέθησαν πρὸς τοὺς Ἀθηναίους, ὥστε πλείους τριήρεις αὐτῶν παρεσχημένων ἢ σύμπαντες οἱ ναυμαχήσαντες παρέσχοντο, οὐδὲν κρείττους αὐτοὺς ἐποίησαν τῶν ἄλλων Ἑλλήνων.
因为那些拥有投票权的人对雅典人怀有极大的嫉妒,以至于尽管雅典人提供的三段战船比所有参与海战的其他城邦加起来还要多,他们却没有让雅典人获得任何优于其他希腊人的地位。
§11.55.7διὰ ταῦτα δὴ συνέβη τὸν Θεμιστοκλέα τοῖς συνέδροις ἀπιστῆσαι.
正是因为这些原因,地米斯托克利对盟会代表们产生了不信任。
καὶ γὰρ ἐκ τῆς προγεγενημένης ἀπολογίας ἐν ταῖς Ἀθήναις ὑπὸ τοῦ Θεμιστοκλέους ἀφορμὰς εἶχον οἱ Λακεδαιμόνιοι πρὸς τὴν ὕστερον γενομένην κατηγορίαν.
事实上,从地米斯托克利此前在雅典进行的申辩中,斯巴达人已经为后来的指控找到了依据。
§11.55.8ὁ γὰρ Θεμιστοκλῆς ἀπολογούμενος ὡμολόγει μὲν τὸν Παυσανίαν πρὸς αὐτὸν ἐπιστολὰς ἀπεσταλκέναι παρακαλοῦντα μετασχεῖν τῆς προδοσίας, καὶ τούτῳ μεγίστῳ χρησάμενος τεκμηρίῳ συνίστανεν, ὅτι οὐκ ἂν παρεκάλει Παυσανίας αὐτόν, εἰ μὴ πρὸς τὴν ἀξίωσιν ἀντέλεγε.
因为地米斯托克利在申辩时承认,保萨尼亚斯曾给他写信,极力劝说他参与叛国,并以此作为最大的证据来论证:如果自己没有反对这一要求,保萨尼亚斯是绝不会这样极力劝说他的。