§11.56.1διὰ δὲ ταῦτα, καθάπερ προειρήκαμεν, ἔφυγεν ἐξ Ἄργους πρὸς Ἄδμητον τὸν Μολοττῶν βασιλέα· καταφυγὼν δὲ πρὸς τὴν ἑστίαν ἱκέτης ἐγένετο.
For these reasons, as we have said before, he fled from Argos to Admetus, the king of the Molossians; and having fled to his hearth, he became a suppliant.
ὁ δὲ βασιλεὺς τὸ μὲν πρῶτον προσεδέξατο αὐτὸν φιλοφρόνως καὶ παρεκάλει θαρρεῖν καὶ τὸ σύνολον ἐπηγγέλλετο φροντιεῖν αὐτοῦ τῆς ἀσφαλείας·
At first, the king received him kindly and urged him to be of good courage, and on the whole promised to take thought for his safety.
§11.56.2ἐπεὶ δὲ οἱ Λακεδαιμόνιοι τοὺς ἐπιφανεστάτους Σπαρτιατῶν πρέσβεις ἀποστείλαντες πρὸς τὸν Ἄδμητον ἐξῄτουν αὐτὸν πρὸς τιμωρίαν, ἀποκαλοῦντες προδότην καὶ λυμεῶνα τῆς ὅλης Ἑλλάδος, πρὸς δὲ τούτοις μὴ παραδιδόντος αὐτὸν πολεμήσειν ἔφασαν μετὰ πάντων τῶν Ἑλλήνων, τὸ τηνικαῦθʼ ὁ βασιλεὺς φοβηθεὶς μὲν τὰς ἀπειλάς, ἐλεῶν δὲ τὸν ἱκέτην καὶ τὴν ἐκ τῆς παραδόσεως αἰσχύνην ἐκκλίνων, ἔπειθε τὸν Θεμιστοκλέα τὴν ταχίστην ἀπιέναι λάθρᾳ τῶν Λακεδαιμονίων, καὶ χρυσοῦ πλῆθος ἐδωρήσατο αὐτῷ ἐφόδιον τῆς φυγῆς.
But when the Lacedaemonians, having dispatched the most illustrious of the Spartans as ambassadors to Admetus, demanded him for punishment, calling him a traitor and destroyer of the whole of Greece, and moreover asserted that if he did not deliver him up they would make war with all the Greeks, at that moment the king, on the one hand fearing the threats, but on the other hand pitying the suppliant and avoiding the shame of delivering him up, persuaded Themistocles to depart as quickly as possible without the knowledge of the Lacedaemonians, and presented him with a large amount of gold as provision for his flight.
§11.56.3ὁ δὲ Θεμιστοκλῆς πάντοθεν ἐλαυνόμενος καὶ τὸ χρυσίον δεξάμενος ἔφυγε νυκτὸς ἐκ τῆς τῶν Μολοττῶν χώρας, συμπράττοντος αὐτῷ πάντα τὰ πρὸς φυγὴν τοῦ βασιλέως· εὑρὼν δὲ δύο νεανίσκους Λυγκηστὰς τὸ γένος, ἐμπορικαῖς δὲ ἐργασίαις χρωμένους, καὶ διὰ τοῦτο τῶν ὁδῶν ἐμπείρως ἔχοντας, μετὰ τούτων ἔφυγε.
And Themistocles, being driven from all sides, accepted the gold and fled by night from the territory of the Molossians, while the king co-operated with him in all things for his flight; and having found two young men, Lyncestians by birth, who were engaged in commercial business and for this reason were well acquainted with the roads, he fled with them.
§11.56.4χρώμενος δὲ νυκτεριναῖς ὁδοιπορίαις ἔλαθε τοὺς Λακεδαιμονίους, καὶ διὰ τῆς τῶν νεανίσκων εὐνοίας τε καὶ κακοπαθείας κατήντησεν εἰς τὴν Ἀσίαν· ἐνταῦθα δʼ ἔχων ἰδιόξενον, ὄνομα μὲν Λυσιθείδην, δόξῃ δὲ καὶ πλούτῳ θαυμαζόμενον, πρὸς τοῦτον κατέφυγεν.
By traveling at night, he escaped the notice of the Lacedaemonians, and through the goodwill and hardship of the young men, he arrived in Asia; and there, having a guest-friend, by name Lysitheides, who was admired for his reputation and wealth, he fled to him for refuge.
§11.56.5ὁ δὲ Λυσιθείδης ἐτύγχανε φίλος ὢν Ξέρξου τοῦ βασιλέως καὶ κατὰ τὴν διάβασιν τοῦ Ξέρξου τὴν δύναμιν τῶν Περσῶν ἅπασαν εἱστιακώς.
Now Lysitheides happened to be a friend of King Xerxes and had entertained the entire Persian force during the crossing of Xerxes.
διόπερ συνήθειαν μὲν ἔχων πρὸς τὸν βασιλέα, τὸν δὲ Θεμιστοκλέα διὰ τὸν ἔλεον σῶσαι βουλόμενος, ἐπηγγείλατο αὐτῷ πάντα συμπράξειν.
Therefore, having a close acquaintance with the king, but wishing out of pity to save Themistocles, he promised to co-operate with him in all things.
§11.56.6ἀξιοῦντος δὲ τοῦ Θεμιστοκλέους ἀγαγεῖν αὐτὸν πρὸς τὸν Ξέρξην, τὸ μὲν πρῶτον ἀντεῖπεν, ἀποφαινόμενος ὅτι κολασθήσεται διὰ τὰς κατὰ τῶν Περσῶν αὐτῷ γεγενημένας πράξεις, μετὰ δὲ ταῦτα μαθὼν τὸ συμφέρον ὑπήκουσε, καὶ παραδόξως καὶ ἀσφαλῶς αὐτὸν διέσωσεν εἰς τὴν Περσίδα.
When Themistocles requested him to bring him before Xerxes, at first he refused, declaring that he would be punished on account of the deeds he had committed against the Persians; but afterward, learning what was advantageous, he complied, and in an unexpected and safe manner brought him safely through into Persia.
§11.56.7ἔθους γὰρ ὄντος παρὰ τοῖς Πέρσαις τὸν ἄγοντα παλλακὴν τῷ βασιλεῖ κομίζειν ταύτην ἐπὶ ἀπήνης κεκρυμμένης, καὶ τῶν ἀπαντώντων μηδένα πολυπραγμονεῖν μηδὲ κατʼ ὄψιν ἀπαντῆσαι τῇ ἀγομένῃ, ἀφορμῇ ταύτῃ συνέβη χρήσασθαι πρὸς τὴν ἐπιβολὴν τὸν Λυσιθείδην.
For since it was a custom among the Persians that he who brought a concubine to the king should convey her in a covered carriage, and that no one of those who met them should be inquisitive or meet face-to-face the woman being conveyed, it happened that Lysitheides used this opportunity for his plan.
§11.56.8παρασκευασάμενος γὰρ τὴν ἀπήνην πολυτελέσι παραπετάσμασι κεκοσμημένην, εἰς ταύτην ἐνέθηκε τὸν Θεμιστοκλέα, καὶ μετὰ πάσης ἀσφαλείας διασώσας ἐνέτυχε τῷ βασιλεῖ, καὶ πεφυλαγμένως ὁμιλήσας ἔλαβε παρʼ αὐτοῦ πίστεις μηδὲν ἀδικήσειν τὸν ἄνδρα.
For having prepared the carriage adorned with costly curtains, he placed Themistocles in it, and having brought him safely with all security, he met with the king; and after speaking with him guardedly, he received from him pledges that he would do no harm to the man.
εἰσαγαγὼν δὲ αὐτὸν πρὸς τὸν βασιλέα, κἀκείνου δόντος τῷ Θεμιστοκλεῖ λόγον καὶ μαθόντος ὡς οὐδὲν ἠδίκησεν, ἀπελύθη τῆς τιμωρίας.
And having introduced him to the king, when the king gave Themistocles a hearing and learned that he had done no wrong, he was released from punishment.