§11.5.1Ξέρξης δὲ μετὰ τὸν ἐξετασμὸν τῶν δυνάμεων προῆγε μετὰ παντὸς τοῦ στρατεύματος, καὶ μέχρι μὲν Ἀκάνθου πόλεως τῇ πεζῇ στρατιᾷ πορευομένῳ συμπαρέπλει πᾶς ὁ στόλος, ἐκεῖθεν δὲ κατὰ τὸν διορυχθέντα τόπον διεκομίσθησαν εἰς τὴν ἑτέραν θάλατταν συντόμως καὶ ἀσφαλῶς.
クセルクセスは、軍勢の検閲の後、全軍とともに前進した。 そして、アカントスの街にいたるまでは、陸軍で進軍する彼に全艦隊が並行して航行したが、そこから先は、開削された場所を通って、手際よく安全に、もう一方の海へと渡った。
§11.5.2ὡς δʼ ἧκεν ἐπὶ τὸν Μηλιακὸν κόλπον, ἐπύθετο τοὺς πολεμίους προκατειληφέναι τὰς παρόδους.
彼がマリアコス湾に到着したとき、敵が通路をあらかじめ占拠していることを知った。
διόπερ ἐνταῦθα προσαναλαβὼν τὴν δύναμιν μετεπέμψατο τοὺς ἀπὸ τῆς Εὐρώπης συμμάχους, οὐ πολὺ λείποντας τῶν εἴκοσι μυριάδων, ὥστʼ ἔχειν αὐτὸν τοὺς σύμπαντας οὐκ ἐλάττους τῶν ἑκατὸν μυριάδων χωρὶς τῆς ναυτικῆς δυνάμεως.
そのため、そこで軍勢を休ませつつ、ヨーロッパからの同盟者たちを召集した。 彼らは二十万人にそれほど欠けない数であった。 その結果、彼は海軍を除いても、総計百万人を下回らない軍勢を擁することとなった。
§11.5.3ὁ δὲ σύμπας ὄχλος τῶν τε ἐν ταῖς μακραῖς ναυσὶν ὄντων καὶ τῶν τὴν ἀγορὰν καὶ τὴν ἄλλην παρασκευὴν κομιζόντων οὐκ ἐλάττων ἦν τῶν προειρημένων, ὥστε μηδὲν θαυμαστὸν εἶναι τὸ λεγόμενον ὑπὲρ τοῦ πλήθους τῶν ὑπὸ Ξέρξου συναχθέντων·
軍船に乗っている者たち、および、食糧やその他の備品を運搬する者たちの総数は、前述の者たちに劣らなかった。 したがって、クセルクセスによって集められた群衆の多さについて語されていることは、何ら驚くべきことではない。
φασὶ γὰρ τοὺς ἀενάους ποταμοὺς διὰ τὴν τοῦ πλήθους συνέχειαν ἐπιλιπεῖν, τὰ δὲ πελάγη τοῖς τῶν νεῶν ἱστίοις κατακαλυφθῆναι.
というのも、絶え間なく流れる川が、群衆が飲み続けることによって枯渇し、海原が船の帆によって覆い尽くされたと言われているからである。
μέγισται μὲν οὖν δυνάμεις τῶν εἰς ἱστορικὴν μνήμην παραδεδομένων αἱ μετὰ Ξέρξου γενόμεναι παραδέδονται.
それゆえ、歴史の記憶に伝えられているもののうち、クセルクセスに伴われた軍勢が最大のものとして伝えられているのである。
§11.5.4τῶν δὲ Περσῶν κατεστρατοπεδευκότων παρὰ τὸν Σπερχειὸν ποταμόν, ὁ μὲν Ξέρξης ἀπέστειλεν ἀγγέλους εἰς τὰς Θερμοπύλας, τοὺς ἅμα μὲν κατασκεψομένους τίνα διάνοιαν ἔχουσι περὶ τοῦ πρὸς αὐτὸν πολέμου·
ペルシア軍がスペルケイオス川の傍らに宿営したとき、クセルクセスはテルモピュライに使者を派遣した。 彼らは、一方でギリシア軍が自分に対する戦争についてどのような意図を持っているか偵察するためであり、また他方で、彼らに伝えるようにと命じた。
προσέταξε δʼ αὐτοῖς παραγγέλλειν,ὅτι βασιλεὺς Ξέρξης κελεύει τὰ μὲν ὅπλα πάντας ἀποθέσθαι, αὐτοὺς δὲ ἀκινδύνους εἰς τὰς πατρίδας ἀπιέναι καὶ συμμάχους εἶναι Περσῶν·
すなわち、王クセルクセスは、全員が武器を捨て、自らは安全に祖国へと立ち去り、ペルシア人の同盟者となることを命じていると。
καὶ ταῦτα πράξασιν αὐτοῖς ἐπηγγείλατο δώσειν χώραν τοῖς Ἕλλησι πλείω καὶ βελτίω τῆς νῦν ὑπʼ αὐτῶν κατεχομένης.
そして、これを行うならば、現在ギリシア人たちによって占有されている土地よりも、さらに広く優れた土地を彼らに与えることを約束した。
§11.5.5οἱ δὲ περὶ τὸν Λεωνίδην ἀκούσαντες τῶν ἀγγέλων ἀπεκρίναντο, ὅτι καὶ συμμαχοῦντες τῷ βασιλεῖ χρησιμώτεροι μετὰ τῶν ὅπλων ἔσονται καὶ πολεμεῖν ἀναγκαζόμενοι μετὰ τούτων γενναιότερον ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιοῦνται·
レオニダスとその周囲の者たちは、使者たちの言葉を聞いてこう答えた。 王と同盟を結ぶにしても、武器を携えている方がより役に立つであろうし、戦うことを強いられるにしても、これらを携えて自由のために、より雄々しく戦うであろうと。
περὶ δὲ τῆς χώρας ἣν ὑπισχνεῖται δώσειν, ὅτι πάτριόν ἐστι τοῖς Ἕλλησι μὴ διὰ κακίαν, ἀλλὰ διʼ ἀρετὴν κτᾶσθαι χώραν.
また、彼が与えると約束している土地については、不名誉によってではなく、徳によって土地を獲得することが、ギリシア人にとって先祖伝来の習わしであると。