§11.4.1τοῖς δὲ συνέδροις τῶν Ἑλλήνων, ἐπειδὴ πλησίον εἶναι προσαπηγγέλθησαν αἱ τῶν Περσῶν δυνάμεις, ἔδοξε ταχέως ἀποστέλλειν τὴν μὲν ναυτικὴν δύναμιν ἐπʼ Ἀρτεμίσιον τῆς Εὐβοίας, εὔθετον ὁρῶσι τὸν τόπον τοῦτον πρὸς τὴν ἀπάντησιν τῶν πολεμίων, εἰς δὲ τὰς Θερμοπύλας τοὺς ἱκανοὺς ὁπλίτας, προκαταληψομένους τὰς ἐν τοῖς στενοῖς παρόδους καὶ κωλύσοντας προάγειν ἐπὶ τὴν Ἑλλάδα τοὺς βαρβάρους·
当希腊人议会得到进一步报告称波斯军队已逼近时,他们决定立即将海军派往欧博亚的阿特米西翁,因为他们看出该地点非常适合迎击敌人;同时向温泉关派遣足够数量的重装步兵,以便预先占领狭窄通道,阻止野蛮人向希腊推进。
ἔσπευδον γὰρ τοὺς τὰ τῶν Ἑλλήνων προελομένους ἐντὸς περιλαβεῖν καὶ σώζειν εἰς τὸ δυνατὸν τοὺς συμμάχους.
因为他们急于将选择希腊人立场的人包围在保护圈内,并尽一切可能拯救盟友。
§11.4.2ἡγεῖτο δὲ τοῦ μὲν στόλου παντὸς Εὐρυβιάδης ὁ Λακεδαιμόνιος, τῶν δὲ εἰς Θερμοπύλας ἐκπεμφθέντων Λεωνίδης ὁ τῶν Σπαρτιατῶν βασιλεύς, μέγα φρονῶν ἐπʼ ἀνδρείᾳ καὶ στρατηγίᾳ.
整个舰队由拉刻代蒙人欧里比亚德斯指挥,而派往温泉关的军队则由斯巴达国王列奥尼达斯指挥,他因勇敢和统帅才能而极具自负。
οὗτος δὲ λαβὼν τὴν ἐξουσίαν ἐπήγγειλε χιλίους μόνον ἐπὶ τὴν στρατείαν ἀκολουθεῖν αὐτῷ.
他获得指挥权后,命令仅一千人随他出征。
§11.4.3τῶν δὲ ἐφόρων λεγόντων ὡς ὀλίγους παντελῶς ἄγει πρὸς μεγάλην δύναμιν, καὶ προσταττόντων πλείονας παραλαμβάνειν, εἶπε πρὸς αὐτοὺς ἐν ἀπορρήτοις ὅτι πρὸς μὲν τὸ κωλῦσαι τοὺς βαρβάρους διελθεῖν τὰς παρόδους ὀλίγοι, πρὸς μέντοι γε τὴν πρᾶξιν ἐφʼ ἣν πορεύονται νῦν πολλοί.
监察官们指出,面对如此庞大的军队,他带去的人实在太少,并命令他多带些人,他暗中对他们说,要阻止野蛮人通过通道,这些人确实很少,但对于他们现在正要去执行的任务来说,这些人已经很多了。
§11.4.4αἰνιγματώδους δὲ καὶ ἀσαφοῦς τῆς ἀποκρίσεως γενομένης, ἐπηρώτησαν αὐτὸν εἰ πρὸς εὐτελῆ τινα πρᾶξιν αὐτοὺς ἄγειν διανοεῖται.
由于这一回答既像谜语又模糊不清,他们便问他是否打算带他们去执行某种微不足道的任务。
ἀπεκρίθη δὲ ὅτι τῷ λόγῳ μὲν ἐπὶ τὴν φυλακὴν ἄγει τῶν παρόδων, τῷ δʼ ἔργῳ περὶ τῆς κοινῆς ἐλευθερίας ἀποθανουμένους· ὥστε ἐὰν μὲν οἱ χίλιοι πορευθῶσιν, ἐπιφανεστέραν ἔσεσθαι τὴν Σπάρτην τούτων τελευτηκότων, ἐὰν δὲ πανδημεὶ στρατεύσωσι Λακεδαιμόνιοι, παντελῶς ἀπολεῖσθαι τὴν Λακεδαίμονα· οὐδένα γὰρ αὐτῶν τολμήσειν φεύγειν, ἵνα τύχῃ σωτηρίας.
他回答说,名义上他是带他们去守卫通道,但实际上是去为共同的自由而死;因此,如果这一千人前去,斯巴达在他们牺牲后将变得更加辉煌,但如果拉刻代蒙人全军出征,拉刻代蒙将彻底毁灭;因为他们中绝不会有人为了求生而敢于逃跑。
§11.4.5τῶν μὲν οὖν Λακεδαιμονίων ἦσαν χίλιοι, καὶ σὺν αὐτοῖς Σπαρτιᾶται τριακόσιοι, τῶν δʼ ἄλλων Ἑλλήνων τῶν ἅμʼ αὐτοῖς συνεκπεμφθέντων ἐπὶ τὰς Θερμοπύλας τρισχίλιοι.
于是,拉刻代蒙人有一千人,其中斯巴达公民有三百人;与他们一起被派往温泉关的其他希腊人有三千人。
§11.4.6ὁ μὲν οὖν Λεωνίδης μετὰ τετρακισχιλίων προῆγεν ἐπὶ τὰς Θερμοπύλας, Λοκροὶ δὲ οἱ πλησίον τῶν παρόδων κατοικοῦντες ἐδεδώκεσαν μὲν γῆν καὶ ὕδωρ τοῖς Πέρσαις, κατεπηγγελμένοι δʼ ἦσαν προκαταλήψεσθαι τὰς παρόδους· ὡς δʼ ἐπύθοντο τὸν Λεωνίδην ἥκειν εἰς Θερμοπύλας, μετενόησαν καὶ μετέθεντο πρὸς τοὺς Ἕλληνας.
列奥尼达斯率领四千人向温泉关进军;而居住在通道附近的洛克里斯人此前已向波斯人奉献了土和水,并承诺预先占领通道;然而,当他们得知列奥尼达斯已抵达温泉关时,他们改变了主意,转而投向希腊人。
§11.4.7ἧκον δὲ εἰς τὰς Θερμοπύλας καὶ Λοκροὶ χίλιοι καὶ Μηλιέων τοσοῦτοι καὶ Φωκέων οὐ πολὺ λειπόμενοι τῶν χιλίων, ὁμοίως δὲ καὶ Θηβαίων ἀπὸ τῆς ἑτέρας μερίδος ὡς τετρακόσιοι· διεφέροντο γὰρ οἱ τὰς Θήβας κατοικοῦντες πρὸς ἀλλήλους περὶ τῆς πρὸς τοὺς Πέρσας συμμαχίας.
抵达温泉关的还有洛克里斯人一千人、同等数量的梅里埃乌斯人、以及略少于一千人的福基斯人,同样还有来自底比斯另一派系的约四百人;因为居住在底比斯的人在与波斯人结盟的问题上存在分歧。
οἱ μὲν οὖν μετὰ Λεωνίδου συνταχθέντες Ἕλληνες τοσοῦτοι τὸν ἀριθμὸν ὄντες διέτριβον περὶ τὰς Θερμοπύλας, ἀναμένοντες τὴν τῶν Περσῶν παρουσίαν.
因此,与列奥尼达斯共同列阵的希腊人,总数如此,驻守在温泉关附近,等待波斯人的到来。