Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.48.1-11.48.8

希伦与塞隆的冲突与和解

第 49 段,共 723 段 · 希腊语

内容简介

在记述了斯巴达和雷吉翁的统治者更替之后,本文叙述了叙拉古国王希伦企图除掉其兄弟波吕泽洛斯,从而与阿克拉加斯僭主塞隆产生对立。希伦向塞隆密告了希梅拉人针对塞隆的起义计划,促使两位统治者达成和解,并导致希梅拉的叛乱分子遭到屠杀。

§11.48.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Φαίδωνος Ὀλυμπιὰς μὲν ἤχθη ἕκτη πρὸς ταῖς ἑβδομήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Σκαμάνδριος Μυτιληναῖος, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Καίσων Φάβιος καὶ Σπόριος Φούριος Μενέλλαιος.
在雅典由费东担任执政官时,举行了第七十六届奥林匹克运动会,在这届运动会上,米蒂利尼的斯卡曼德里奥斯获得了短跑比赛的冠军;而在罗马,凯索·法比乌斯与斯普里乌斯·富里乌斯·梅内劳斯担任执政官。
§11.48.2ἐπὶ δὲ τούτων Λεωτυχίδας ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη εἴκοσι καὶ δύο, τὴν δὲ ἀρχὴν διαδεξάμενος Ἀρχίδαμος ἐβασίλευσεν ἔτη τετταράκοντα καὶ δύο.
在他们任内,拉刻代蒙人的国王莱奥提基德斯在统治二十二年后去世,阿耳基达莫斯继承了王位,统治了四十二年。
ἐτελεύτησε δὲ καὶ Ἀναξίλας ὁ Ῥηγίου καὶ Ζάγκλης τύραννος, δυναστεύσας ἔτη δέκα ὀκτώ, τὴν δὲ τυραννίδα διεδέξατο Μίκυθος, πιστευθεὶς ὥστε ἀποδοῦναι τοῖς τέκνοις τοῦ τελευτήσαντος οὖσι νέοις τὴν ἡλικίαν.
雷吉翁和赞克勒的僭主阿纳克西拉斯也在统治十八年后去世,米基托斯继承了僭主之位,他因被信任会在死者的孩子们成年后将权力归还他们而受托。
§11.48.3Ἱέρων δὲ ὁ βασιλεὺς τῶν Συρακοσίων μετὰ τὴν τοῦ Γέλωνος τελευτὴν τὸν μὲν ἀδελφὸν Πολύζηλον ὁρῶν εὐδοκιμοῦντα παρὰ τοῖς Συρακοσίοις, καὶ νομίζων αὐτὸν ἔφεδρον ὑπάρχειν τῆς βασιλείας, ἔσπευδεν ἐκποδὼν ποιήσασθαι, αὐτὸς δὲ ξενολογῶν καὶ περὶ αὑτὸν σύστημα ξένων παρασκευάζων ὑπελάμβανεν ἀσφαλῶς καθέξειν τὴν βασιλείαν.
叙拉古的国王希伦在盖隆去世后,看到他的兄弟波吕泽洛斯在叙拉古人中享有极高的声望,并认为他是王位的潜在竞争者,便急于将其除掉,而他自己则通过招募雇佣兵并在自己周围组建外邦人部队,以为这样就能稳固地保有王位。
§11.48.4διὸ καὶ Συβαριτῶν πολιορκουμένων ὑπὸ Κροτωνιατῶν καὶ δεομένων βοηθῆσαι, στρατιώτας πολλοὺς κατέγραψεν εἰς τὴν στρατιάν, ἣν παρεδίδου Πολυζήλῳ τἀδελφῷ νομίζων αὐτὸν ὑπὸ τῶν Κροτωνιατῶν ἀναιρεθήσεσθαι.
因此,当叙巴里斯人被克罗托内人包围并请求援助时,他征召了许多士兵入伍,并将这支军队交给他的兄弟波吕泽洛斯,认为他会被克罗托内人除掉。
§11.48.5τοῦ δὲ Πολυζήλου πρὸς τὴν στρατείαν οὐχ ὑπακούσαντος διὰ τὴν ῥηθεῖσαν ὑποψίαν, διʼ ὀργῆς εἶχε τὸν ἀδελφόν, καὶ φυγόντος πρὸς Θήρωνα τὸν Ἀκραγαντίνων τύραννον, καταπολεμῆσαι τοῦτον παρεσκευάζετο.
但由于波吕泽洛斯因上述疑虑而没有服从这次出征,希伦对他的兄弟心怀愤怒,当波吕泽洛斯逃往阿克拉加斯人的僭主塞隆那里时,希伦便准备向塞隆开战。
§11.48.6μετὰ δὲ ταῦτα Θρασυδαίου τοῦ Θήρωνος ἐπιστατοῦντος τῆς τῶν Ἱμεραίων πόλεως βαρύτερον τοῦ καθήκοντος, συνέβη τοὺς Ἱμεραίους ἀπαλλοτριωθῆναι παντελῶς ἀπʼ αὐτοῦ.
在此之后,由于塞隆的儿子色拉西代奥斯对希梅拉城的统治过于严苛,超出了应有的限度,导致希梅拉人与他彻底疏远。
§11.48.7πρὸς μὲν οὖν τὸν πατέρα πορεύεσθαί τε καὶ κατηγορεῖν ἀπεδοκίμαζον, νομίζοντες οὐχ ἕξειν ἴσον ἀκουστήν· πρὸς δὲ τὸν Ἱέρωνα πρέσβεις ἀπέστειλαν κατηγοροῦντες τοῦ Θρασυδαίου καὶ ἐπαγγελλόμενοι τήν τε πόλιν ἐκείνῳ παραδώσειν καὶ συνεπιθήσεσθαι τοῖς περὶ τὸν Θήρωνα.
因此,他们放弃了前往他父亲那里并提出控告的想法,认为他不会是一个公正的听众;相反,他们派遣使节前往希伦那里,控告色拉西代奥斯,并承诺将城市移交给他,并与他一同进攻塞隆及其党羽。
§11.48.8ὁ δὲ Ἱέρων κρίνας εἰρηνικῶς διαλύσασθαι πρὸς τὸν Θήρωνα, προύδωκε τοὺς Ἱμεραίους καὶ τὰ βεβουλευμένα λαθραίως ἐμήνυσεν.
但希伦决定与塞隆和平解决争端,便背叛了希梅拉人,并将他们的密谋暗中告知了塞隆。
διόπερ Θήρων ἐξετάσας τὰ κατὰ τὴν βουλήν, καὶ τὴν μήνυσιν ἀληθινὴν εὑρίσκων, πρὸς μὲν τὸν Ἱέρωνα διελύσατο καὶ τὸν Πολύζηλον εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκατέστησε, τῶν δὲ Ἱμεραίων τοὺς ἐναντίους πολλοὺς ὄντας συλλαβὼν ἀπέσφαξεν.
因此,塞隆调查了关于这一密谋的事项,发现这一通报属实,便与希伦达成了和解,并将波吕泽洛斯恢复到先前的友好关系中,而对于希梅拉人中的反对者,虽然人数众多,但他仍将他们逮捕并予以屠杀。

词汇与语法注释

  1. 11.48.1στάδιον — 与动词 ἐνίκα(获胜)连用,作为表示比赛项目的宾格(或同族宾格),意指在“短跑比赛中获得冠军”,而非仅指跑完该距离。
  2. 11.48.2πιστευθεὶς ὥστε ἀποδοῦναι — 被动语态分词 πιστευθείς 后接 ὥστε 引导的不定式,以此说明被寄予信任、委以重任时的条件或协议内容(“在承诺……/以……为条件而受到信任的意义上”)。
  3. 11.48.5καταπολεμῆσαι τοῦτον — 指示代词 τοῦτον 的先行词指向紧接其前的“阿克拉加斯僭主塞隆”(Θήρωνα τὸν Ἀκραγαντίνων τύραννον)。语法上亦可理解为指代逃亡的波吕泽洛斯,但从希伦准备攻打收留他的城邦这一上下文来看,将塞隆视为指代对象更为自然。
  4. 11.48.7νομίζοντες οὐχ ἕξειν ἴσον ἀκουστήν — 在由 νομίζοντες 引导的带宾格的不定式结构中,不定式 ἕξειν 的逻辑主语(宾格)被省略,根据上下文,需补充指代前文的“父亲”(τὸν πατέρα,即塞隆)。
  5. 11.48.8τῶν δὲ Ἱμεραίων τοὺς ἐναντίους πολλοὺς ὄντας συλλαβὼν ἀπέσφαξεν — 修饰宾格 τοὺς ἐναντίους(反对者)的分词短语 πολλοὺς ὄντας,在此用于补充说明事实,或者带有让步语气(“尽管人数众多”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.48.1-11.48.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.48.1-11.48.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。