Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.49.1-11.49.4

希伦创建埃特纳与塞隆重建希梅拉

第 50 段,共 723 段 · 希腊语

内容简介

希伦强行将纳克索斯和卡塔内的居民迁至莱翁蒂尼,并将卡塔内重建并更名为埃特纳。与此同时,塞隆在屠杀希梅拉人后,用多利安人及其他定居者重新填补了该城。

§11.49.1Ἱέρων δὲ τούς τε Ναξίους καὶ τοὺς Καταναίους ἐκ τῶν πόλεων ἀναστήσας, ἰδίους οἰκήτορας ἀπέστειλεν, ἐκ μὲν Πελοποννήσου πεντακισχιλίους ἀθροίσας, ἐκ δὲ Συρακουσῶν ἄλλους τοσούτους προσθείς· καὶ τὴν μὲν Κατάνην μετωνόμασεν Αἴτνην, τὴν δὲ χώραν οὐ μόνον τὴν Καταναίαν, ἀλλὰ καὶ πολλὴν τῆς ὁμόρου προσθεὶς κατεκληρούχησε, μυρίους πληρώσας οἰκήτορας.
至于希伦,他将纳克索斯人和卡塔内人从他们的城市中迁出,并派去了他自己的殖民者,他从伯罗奔尼撒聚集了五千人,又从叙拉古增加了同等数量的另外五千人;他将卡塔内改名为埃特纳,不仅将卡塔内的土地,还增加了许多邻近的土地予以分配,使殖民者的人数达到了一万人。
§11.49.2τοῦτο δʼ ἔπραξε σπεύδων ἅμα μὲν ἔχειν βοήθειαν ἑτοίμην ἀξιόλογον πρὸς τὰς ἐπιούσας χρείας, ἅμα δὲ καὶ ἐκ τῆς γενομένης μυριάνδρου πόλεως τιμὰς ἔχειν ἡρωικάς.
他这样做,是因为他既急于为未来的需要准备一支随时可用的重要援助力量,同时又希望从这个拥有一万人口的新建城市中获得英雄般的荣誉。
τοὺς δὲ Ναξίους καὶ τοὺς Καταναίους ἐκ τῶν πατρίδων ἀνασταθέντας μετῴκισεν εἰς τοὺς Λεοντίνους, καὶ μετὰ τῶν ἐγχωρίων προσέταξε κατοικεῖν τὴν πόλιν.
至于从祖国被迁出的纳克索斯人和卡塔内人,他将他们迁往莱翁蒂尼,并命令他们与当地居民共同居住在该城。
§11.49.3Θήρων δὲ μετὰ τὴν Ἱμεραίων σφαγὴν ὁρῶν τὴν πόλιν οἰκητόρων δεομένην, συνῴκισεν εἰς ταύτην τούς τε Δωριεῖς καὶ τῶν ἄλλων τοὺς βουλομένους ἐπολιτογράφησεν.
至于塞隆,在屠杀了希梅拉人之后,看到该城需要殖民者,便将多利安人以及其他愿意定居的人安置在城内,并登记他们为公民。
§11.49.4οὗτοι μὲν οὖν μετʼ ἀλλήλων καλῶς πολιτευόμενοι διετέλεσαν ἔτη πεντήκοντα καὶ ὀκτώ· τότε δὲ τῆς πόλεως ὑπὸ Καρχηδονίων χειρωθείσης καὶ κατασκαφείσης, διέμεινεν ἀοίκητος μέχρι τῶν καθʼ ἡμᾶς καιρῶν.
于是,这些人在彼此良好的公民关系中共同生活了五十八年;但随后由于该城被迦太基人征服并夷为平地,便一直荒废至今。

词汇与语法注释

  1. §11.49.1ἰδίους — 形容词 ἰδίους 通常意为“自己的”或“私人的”,在此指那些对希伦个人忠诚的殖民者,他们将在新建立的城市中成为他统治的稳固基础。
  2. §11.49.1προσθεὶς κατεκληρούχησε — 动词 κατεκληρούχησε(分配)的直接宾语是前文的 τὴν δὲ χώραν... τὴν Κα塔内亚(卡塔内的土地),但因夹杂了多个短语而被拉开。分词 προσθείς(加上)支配该土地以及 πολλὴν τῆς ὁμόρου(邻近的许多土地),并将整个合并后的领土作为 κατεκληρούχησε 的作用对象。
  3. §11.49.2σπεύδων — 该分词修饰主句动词 ἔπραξε(做),表示原因(因为急于)。它支配了由 ἅμα μὲν... ἅμα δὲ... 引导的两个并列不定式从句(第一个 ἔχειν 与第二个 ἔχειν),表明希伦同时受到这两个目标的驱使。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.49.1-11.49.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.49.1-11.49.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。