§11.48.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Φαίδωνος Ὀλυμπιὰς μὲν ἤχθη ἕκτη πρὸς ταῖς ἑβδομήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Σκαμάνδριος Μυτιληναῖος, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Καίσων Φάβιος καὶ Σπόριος Φούριος Μενέλλαιος.
アテナイでファイドンがアルコンであった時に、第七十六回オリンピア競技会が開催され、この大会においてミュティレネのスカマンドリオスがスタディオン走で優勝した。 ローマでは、カイソ・ファビウスとスポリウス・フリウス・メネラウスが執政官であった。
§11.48.2ἐπὶ δὲ τούτων Λεωτυχίδας ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη εἴκοσι καὶ δύο, τὴν δὲ ἀρχὴν διαδεξάμενος Ἀρχίδαμος ἐβασίλευσεν ἔτη τετταράκοντα καὶ δύο.
彼らの任期中に、ラケダイモン人の王レオテυキデスが二十二年間統治したのちに死去し、アルキダモスがその支配を継承して四十二年間王位にあった。
ἐτελεύτησε δὲ καὶ Ἀναξίλας ὁ Ῥηγίου καὶ Ζάγκλης τύραννος, δυναστεύσας ἔτη δέκα ὀκτώ, τὴν δὲ τυραννίδα διεδέξατο Μίκυθος, πιστευθεὶς ὥστε ἀποδοῦναι τοῖς τέκνοις τοῦ τελευτήσαντος οὖσι νέοις τὴν ἡλικίαν.
また、レギオンとザンクレの僭主アナクシラスも、十八年間支配したのちに死去し、ミキュトスがその僭主権を継承した。 彼は、亡くなった者のまだ幼い子供たちにそれを返還するという約束のもと、その信頼を得ていたのである。
§11.48.3Ἱέρων δὲ ὁ βασιλεὺς τῶν Συρακοσίων μετὰ τὴν τοῦ Γέλωνος τελευτὴν τὸν μὲν ἀδελφὸν Πολύζηλον ὁρῶν εὐδοκιμοῦντα παρὰ τοῖς Συρακοσίοις, καὶ νομίζων αὐτὸν ἔφεδρον ὑπάρχειν τῆς βασιλείας, ἔσπευδεν ἐκποδὼν ποιήσασθαι, αὐτὸς δὲ ξενολογῶν καὶ περὶ αὑτὸν σύστημα ξένων παρασκευάζων ὑπελάμβανεν ἀσφαλῶς καθέξειν τὴν βασιλείαν.
シラクサの王ヒエロンは、ゲロンの死後、弟のポリュゼロスがシラクサの人々の間で評判が良いのを見て、また彼が王位を脅かす存在であると考えて、彼を亡き者にしようと急いだ。 一方、自身は傭兵を募り、自らの周囲に傭兵の部隊を組織することで、自らの王位を安全に保持できると考えていた。
§11.48.4διὸ καὶ Συβαριτῶν πολιορκουμένων ὑπὸ Κροτωνιατῶν καὶ δεομένων βοηθῆσαι, στρατιώτας πολλοὺς κατέγραψεν εἰς τὴν στρατιάν, ἣν παρεδίδου Πολυζήλῳ τἀδελφῷ νομίζων αὐτὸν ὑπὸ τῶν Κροτωνιατῶν ἀναιρεθήσεσθαι.
そのため、スバリスの人々がクロトン人によって包囲され、援助を求めていたとき、彼は多くの兵士を軍に登録し、その軍隊を弟のポリュゼロスに引き渡した。 これは、彼がクロトン人によって殺害されるだろうと考えたからであった。
§11.48.5τοῦ δὲ Πολυζήλου πρὸς τὴν στρατείαν οὐχ ὑπακούσαντος διὰ τὴν ῥηθεῖσαν ὑποψίαν, διʼ ὀργῆς εἶχε τὸν ἀδελφόν, καὶ φυγόντος πρὸς Θήρωνα τὸν Ἀκραγαντίνων τύραννον, καταπολεμῆσαι τοῦτον παρεσκευάζετο.
しかし、ポリュゼロスが前述の疑念ゆえにこの遠征に応じなかったため、ヒエロンは弟に対して怒りを抱き、彼がアクラガスの僭主テロンのもとへ逃亡すると、このテロンを攻め滅ぼす準備をした。
§11.48.6μετὰ δὲ ταῦτα Θρασυδαίου τοῦ Θήρωνος ἐπιστατοῦντος τῆς τῶν Ἱμεραίων πόλεως βαρύτερον τοῦ καθήκοντος, συνέβη τοὺς Ἱμεραίους ἀπαλλοτριωθῆναι παντελῶς ἀπʼ αὐτοῦ.
この後、テロンの息子トラシュダイオスがヒメラの市を過酷に支配していたため、ヒメラの人々が彼から完全に離反することになった。
§11.48.7πρὸς μὲν οὖν τὸν πατέρα πορεύεσθαί τε καὶ κατηγορεῖν ἀπεδοκίμαζον, νομίζοντες οὐχ ἕξειν ἴσον ἀκουστήν· πρὸς δὲ τὸν Ἱέρωνα πρέσβεις ἀπέστειλαν κατηγοροῦντες τοῦ Θρασυδαίου καὶ ἐπαγγελλόμενοι τήν τε πόλιν ἐκείνῳ παραδώσειν καὶ συνεπιθήσεσθαι τοῖς περὶ τὸν Θήρωνα.
そこで彼らは、父親のもとに行って告訴することは、彼が公平な聞き手にはならないだろうと考えて退けたが、ヒエロンのもとには使節を派遣してトラシュダイオスを告訴し、市を彼に引き渡して、テロン一派を共同で攻撃することを約束した。
§11.48.8ὁ δὲ Ἱέρων κρίνας εἰρηνικῶς διαλύσασθαι πρὸς τὸν Θήρωνα, προύδωκε τοὺς Ἱμεραίους καὶ τὰ βεβουλευμένα λαθραίως ἐμήνυσεν.
しかし、ヒエロンはテロンと平和的に和解することを決意し、ヒメラの人々を裏切って、その計画を密かに通報した。
διόπερ Θήρων ἐξετάσας τὰ κατὰ τὴν βουλήν, καὶ τὴν μήνυσιν ἀληθινὴν εὑρίσκων, πρὸς μὲν τὸν Ἱέρωνα διελύσατο καὶ τὸν Πολύζηλον εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκατέστησε, τῶν δὲ Ἱμεραίων τοὺς ἐναντίους πολλοὺς ὄντας συλλαβὼν ἀπέσφαξεν.
そのためテロンは、この謀議に関する詳細を調査し、その通報が真実であることを知ると、ヒエロンとは和解してポリュゼロスを以前の親密な関係に戻し、ヒメラ人のうち反対する者たちを、多数に上ったが、捕らえて殺害した。