§11.33.1τοιοῦτον δὲ πέρας τῆς μάχης λαβούσης, οἱ μὲν Ἕλληνες τοὺς πεσόντας ἔθαψαν, ὄντας πλείους τῶν μυρίων.
当战斗以此种方式结束时,希腊人埋葬了阵亡者,其人数多于一万。
διελόμενοι δὲ τὰ λάφυρα κατὰ τὸν τῶν στρατιωτῶν ἀριθμὸν τὴν περὶ τῶν ἀριστείων κρίσιν ἐποιήσαντο, καὶ Ἀριστείδου κελεύσαντος ἔκριναν ἀριστεῦσαι πόλιν μὲν Σπάρτην, ἄνδρα δὲ Παυσανίαν τὸν Λακεδαιμόνιον.
他们在按士兵人数分配了战利品后,对最高战功进行了判定,并在阿里斯提德的建议下,判定城邦中斯巴达最立战功,个人中则是拉刻代蒙人保萨尼阿斯。
Ἀρτάβαζος δʼ ἔχων τῶν φευγόντων Περσῶν εἰς τετρακισμυρίους, καὶ διὰ τῆς Φωκίδος εἰς Μακεδονίαν πορευθείς, ὀξυτάταις πορείαις ἐχρῆτο, καὶ ἐσώθη μετὰ τῶν στρατιωτῶν εἰς τὴν Ἀσίαν.
而阿尔塔巴佐斯率领大约四万名逃跑的波斯人,穿过福基斯进入马其顿,以极快的速度进军,并与他的士兵们一起安全退回了亚洲。
§11.33.2οἱ δʼ Ἕλληνες ἐκ τῶν λαφύρων δεκάτην ἐξελόμενοι κατεσκεύασαν χρυσοῦν τρίποδα, καὶ ἀνέθηκαν εἰς Δελφοὺς χαριστήριον τῷ θεῷ, ἐπιγράψαντες ἐλεγεῖον τόδε,
"
Ἑλλάδος εὐρυχόρου σωτῆρες τόνδʼ ἀνέθηκαν,
δουλοσύνης στυγερᾶς ῥυσάμενοι πόλιας.
希腊人从战利品中抽取十分之一,制作了一个黄金三脚鼎,并将其奉献在德尔斐,作为给神明的谢礼,并在上面刻下了如下的哀歌双行诗: “辽阔希腊的救星们奉献了此物,将诸城邦从可憎的奴役中解救出来。
"
ἐπέγραψαν δὲ καὶ τοῖς ἐν Θερμοπύλαις ἀποθανοῦσι Λακεδαιμονίοις κοινῇ μὲν ἅπασι τόδε,
"
μυριάσιν ποτὲ τῇδε διηκοσίαις ἐμάχοντο
ἐκ Πελοποννήσου χιλιάδες τέτορες,
"
ἰδίᾳ δὲ αὐτοῖς τόδε,
"
ὦ ξεῖνʼ, ἄγγειλον Λακεδαιμονίοις ὅτι τῇδε
κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις. "
” 他们还在温泉关阵亡的拉刻代蒙人墓碑上,共同为所有人刻下了如下诗句: “曾在此地与两百万大军交战的,是来自伯罗奔尼撒的四千将士,” 并单独为他们刻下了如下诗句: “外邦人啊,去告诉拉刻代蒙人,我们在此地安息,服从他们的法律。
§11.33.3ὁμοίως δὲ καὶ ὁ τῶν Ἀθηναίων δῆμος ἐκόσμησε τοὺς τάφους τῶν ἐν τῷ Περσικῷ πολέμῳ τελευτησάντων, καὶ τὸν ἀγῶνα τὸν ἐπιτάφιον τότε πρῶτον ἐποίησε, καὶ νόμον ἔθηκε λέγειν ἐγκώμια τοῖς δημοσίᾳ θαπτομένοις τοὺς προαιρεθέντας τῶν ῥητόρων.
” 同样,雅典的人民也装饰了在波斯战争中阵亡者的坟墓,并在那时首次举行了国葬竞技会,并制定法律,规定由选出的演说家为公葬者发表赞词。
§11.33.4μετὰ δὲ ταῦτα Παυσανίας μὲν ὁ στρατηγὸς ἀναλαβὼν τὴν δύναμιν ἐστράτευσεν ἐπὶ τὰς Θήβας, καὶ τοὺς αἰτίους τῆς πρὸς Πέρσας συμμαχίας ἐξῄτει πρὸς τὴν τιμωρίαν·
此后,将军保萨尼阿斯率领军队进军底比斯,要求交出那些对与波斯人结盟负有责任的人以示惩罚。
τῶν δὲ Θηβαίων καταπεπληγμένων τό τε πλῆθος τῶν πολεμίων καὶ τὰς ἀρετάς, οἱ μὲν αἰτιώτατοι τῆς ἀπὸ τῶν Ἑλλήνων ἀποστάσεως ἑκουσίως ὑπομείναντες τὴν παράδοσιν ἐκολάσθησαν ὑπὸ τοῦ Παυσανίου καὶ πάντες ἀνῃρέθησαν.
由于底比斯人对敌人的数量和勇武感到恐惧,那些对背叛希腊人负有最大责任的人自愿接受了移交,并受到保萨尼阿斯的惩罚,全部被处死。