§11.34.1ἐγένετο δὲ καὶ κατὰ τὴν Ἰωνίαν τοῖς Ἕλλησι μεγάλη μάχη πρὸς Πέρσας κατὰ τὴν αὐτὴν ἡμέραν τῇ περὶ τὰς Πλαταιὰς συντελεσθείσῃ, περὶ ἧς μέλλοντες γράφειν ἀναληψόμεθα τὴν ἀπʼ ἀρχῆς διήγησιν.
在普拉提亚战役进行的同一天,在伊奥尼亚地方,希腊人与波斯人之间也发生了一场大战。 关于此战,我们正准备进行记述,在此我们将从头恢复叙事。
§11.34.2Λεωτυχίδης γὰρ ὁ Λακεδαιμόνιος καὶ Ξάνθιππος ὁ Ἀθηναῖος ἡγούμενοι τῆς ναυτικῆς δυνάμεως, καὶ τὸν στόλον ἐκ τῆς περὶ Σαλαμῖνα ναυμαχίας ἀθροίσαντες εἰς Αἴγιναν, ἐν ταύτῃ διατρίψαντες ἡμέρας τινὰς ἔπλευσαν εἰς Δῆλον, ἔχοντες τριήρεις διακοσίας καὶ πεντήκοντα.
拉刻代蒙人列奥提基德斯和雅典人克桑提波斯指挥海军,将萨拉米斯海战后的舰队集结在埃吉纳,在此停留数日后,率领二百五十艘三列桨战船航行至德洛斯。
ἐνταῦθα δʼ αὐτῶν ὁρμούντων ἧκον ἐκ Σάμου πρέσβεις ἀξιοῦντες ἐλευθερῶσαι τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας.
在他们停泊在那里时,来自萨摩斯的使者抵达,请求解放亚洲的希腊人。
§11.34.3οἱ δὲ περὶ τὸν Λεωτυχίδην συνεδρεύσαντες μετὰ τῶν ἡγεμόνων καὶ διακούσαντες τῶν Σαμίων ἔκριναν ἐλευθεροῦν τὰς πόλεις, καὶ κατὰ τάχος ἐξέπλευσαν ἐκ Δήλου.
列奥提基德斯及其同僚与指挥官们召开会议,并详细倾听了萨摩斯人的陈述后,决定解放这些城市,并迅速从德洛斯启航。
οἱ δὲ τῶν Περσῶν ναύαρχοι διατρίβοντες ἐν τῇ Σάμῳ, πυθόμενοι τὸν τῶν Ἑλλήνων ἐπίπλουν, ἀνήχθησαν ἐκ τῆς Σάμου πάσαις ταῖς ναυσί, καὶ κατάραντες εἰς Μυκάλην τῆς Ἰωνίας τὰς μὲν ναῦς ἐνεώλκησαν, ὁρῶντες οὐκ ἀξιοχρέους οὔσας ναυμαχεῖν, καὶ ξυλίνῳ τείχει καὶ τάφρῳ βαθείᾳ περιέλαβον αὐτάς·
而留在萨摩斯的波斯海军将领们获悉希腊人来袭,便率领所有船只从萨摩斯出海,在伊奥尼亚的米卡勒靠岸。 他们看出自己的力量不足以进行海战,便将船只拖上岸,并用木墙和深壕将其围住。
οὐδὲν δὲ ἧττον καὶ δυνάμεις πεζὰς μετεπέμποντο ἐκ τῶν Σάρδεων καὶ τῶν σύνεγγυς πόλεων, καὶ συνήγαγον τοὺς ἅπαντας εἰς δέκα μυριάδας·
尽管如此,他们还从萨尔迪斯和邻近城市召集陆军,总共聚集了十万人。
ἐποιοῦντο δὲ καὶ τῶν ἄλλων ἁπάντων τῶν εἰς πόλεμον χρησίμων παρασκευάς, νομίζοντες καὶ τοὺς Ἴωνας ἀποστήσεσθαι πρὸς τοὺς πολεμίους.
他们还做好了其他一切战争所需物资的准备,认为伊奥尼亚人也会叛变投向敌人。
§11.34.4οἱ δὲ περὶ τὸν Λεωτυχίδην παντὶ τῷ στόλῳ κεκοσμημένῳ προσπλεύσαντες τοῖς ἐν τῇ Μυκάλῃ βαρβάροις, ναῦν προαπέστειλαν ἔχουσαν κήρυκα τὸν μεγαλοφωνότατον τῶν ἐν τῷ στρατοπέδῳ.
列奥提基德斯及其同僚率领整编完毕的全体舰队向米卡勒的蛮族驶去,并预先派出了一艘搭载着军中嗓门最大的传令官的船。
τῷ δὲ προσετέτακτο προσπλεῦσαι τοῖς πολεμίοις, καὶ μεγάλῃ τῇ φωνῇ κηρύξαι, διότι οἱ Ἕλληνες νενικηκότες τοὺς Πέρσας πάρεισι νῦν ἐλευθερώσοντες τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις.
该传令官受命驶近敌人,并大声宣布:希腊人已经战胜了波斯人,如今为了解放亚洲的希腊城邦而来到这里。
§11.34.5τοῦτο δʼ ἐποίησαν οἱ περὶ τὸν Λεωτυχίδην νομίζοντες τοὺς συστρατεύοντας τοῖς βαρβάροις Ἕλληνας ἀποστήσειν Περσῶν καὶ ταραχὴν ἔσεσθαι πολλὴν ἐν τῇ τῶν βαρβάρων στρατοπεδείᾳ·
列奥提基德斯及其同僚之所以这样做,是认为这将使那些与蛮族一同服役的希腊人背叛波斯人,从而在蛮族的营地中造成极大的混乱。
ὅπερ καὶ συνέβη γενέσθαι.
而这确实发生了。
τοῦ γὰρ κήρυκος προσπλεύσαντος ταῖς νενεωλκημέναις ναυσὶ καὶ κηρύξαντος τὰ προστεταγμένα, συνέβη τοὺς μὲν Πέρσας ἀπιστῆσαι τοῖς Ἕλλησι, τοὺς δʼ Ἕλληνας ἀλλήλοις συντίθεσθαι περὶ ἀποστάσεως.
因为当传令官驶近那些被拖上岸的船只并宣布了受命的内容时,结果是波斯人开始怀疑希腊人,而希腊人则开始就叛乱一事相互达成协议。