Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.33.1-11.33.4

プラタイアイ戦後の戦功表彰と奉納碑文

34 / 723 箇所 · ギリシア語

要旨

プラタイアイの戦いの後、ギリシア軍は戦死者を葬り、戦功第一としてスパルタとパウサニアスを称え、デルポイ等に碑文を刻んだ記念碑を奉納した。アテナイは公葬と追悼演説の制度を創設し、パウサニアスはテーバイに遠征して内通者を処刑した。

§11.33.1τοιοῦτον δὲ πέρας τῆς μάχης λαβούσης, οἱ μὲν Ἕλληνες τοὺς πεσόντας ἔθαψαν, ὄντας πλείους τῶν μυρίων.
このように戦いが結末を迎えたとき、ギリシア人たちは一万人を超える数にのぼる斃れた者たちを埋葬した。
διελόμενοι δὲ τὰ λάφυρα κατὰ τὸν τῶν στρατιωτῶν ἀριθμὸν τὴν περὶ τῶν ἀριστείων κρίσιν ἐποιήσαντο, καὶ Ἀριστείδου κελεύσαντος ἔκριναν ἀριστεῦσαι πόλιν μὲν Σπάρτην, ἄνδρα δὲ Παυσανίαν τὸν Λακεδαιμόνιον.
そして戦利品を兵士たちの数に応じて分配した後に、武勲に関する判定を行い、アリスティデスの勧めによって、都市としてはスパルタが、個人としてはラケダイモン人パウサニアスが最も武勲を立てたと判定した。
Ἀρτάβαζος δʼ ἔχων τῶν φευγόντων Περσῶν εἰς τετρακισμυρίους, καὶ διὰ τῆς Φωκίδος εἰς Μακεδονίαν πορευθείς, ὀξυτάταις πορείαις ἐχρῆτο, καὶ ἐσώθη μετὰ τῶν στρατιωτῶν εἰς τὴν Ἀσίαν.
一方、アルタバゾスは逃げるペルシア人のうち四万人にのぼる者を率い、フォキスを通ってマケドニアへと進み、極めて迅速な行軍を行って、兵士たちとともにアジアへと無事に逃れた。
§11.33.2οἱ δʼ Ἕλληνες ἐκ τῶν λαφύρων δεκάτην ἐξελόμενοι κατεσκεύασαν χρυσοῦν τρίποδα, καὶ ἀνέθηκαν εἰς Δελφοὺς χαριστήριον τῷ θεῷ, ἐπιγράψαντες ἐλεγεῖον τόδε, " Ἑλλάδος εὐρυχόρου σωτῆρες τόνδʼ ἀνέθηκαν, δουλοσύνης στυγερᾶς ῥυσάμενοι πόλιας.
またギリシア人たちは戦利品から十分の一を選び出して黄金の三脚釜を作製し、神への感謝の捧げ物としてデルポイに奉納し、次のエレゲイア詩を碑文として刻んだ。 「広大なるギリシアの救済者たちがこれを奉納した、忌まわしき奴隷の境遇から都市たちを救い出して。
" ἐπέγραψαν δὲ καὶ τοῖς ἐν Θερμοπύλαις ἀποθανοῦσι Λακεδαιμονίοις κοινῇ μὲν ἅπασι τόδε, " μυριάσιν ποτὲ τῇδε διηκοσίαις ἐμάχοντο ἐκ Πελοποννήσου χιλιάδες τέτορες, " ἰδίᾳ δὲ αὐτοῖς τόδε, " ὦ ξεῖνʼ, ἄγγειλον Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις. "
」また、彼らはテルモピュライで戦死したラケダイモン人たちに対しても、共同で全員に向けて次のように刻んだ。 「かつてこの地で二百万の軍勢と戦った、ペロポネソスからの四千人の男たちが。 」また彼ら個人のためには次のように刻んだ。 「旅人よ、ラケダイモン人に伝えておくれ、我らが彼らの掟に従ってこの地に横たわっていると。
§11.33.3ὁμοίως δὲ καὶ ὁ τῶν Ἀθηναίων δῆμος ἐκόσμησε τοὺς τάφους τῶν ἐν τῷ Περσικῷ πολέμῳ τελευτησάντων, καὶ τὸν ἀγῶνα τὸν ἐπιτάφιον τότε πρῶτον ἐποίησε, καὶ νόμον ἔθηκε λέγειν ἐγκώμια τοῖς δημοσίᾳ θαπτομένοις τοὺς προαιρεθέντας τῶν ῥητόρων.
」同様に、アテナイの民衆もまたペルシア戦争で死んだ者たちの墓を飾り立て、この時初めて追悼の競技会を執り行い、公費で埋葬される者たちのために、選ばれた弁論家たちが賛辞を述べるという法律を制定した。
§11.33.4μετὰ δὲ ταῦτα Παυσανίας μὲν ὁ στρατηγὸς ἀναλαβὼν τὴν δύναμιν ἐστράτευσεν ἐπὶ τὰς Θήβας, καὶ τοὺς αἰτίους τῆς πρὸς Πέρσας συμμαχίας ἐξῄτει πρὸς τὴν τιμωρίαν·
この後、将軍パウサニアスは軍勢を率いてテーバイへと遠征し、ペルシア人との同盟に責任のある者たちを処罰のために引き渡すよう要求した。
τῶν δὲ Θηβαίων καταπεπληγμένων τό τε πλῆθος τῶν πολεμίων καὶ τὰς ἀρετάς, οἱ μὲν αἰτιώτατοι τῆς ἀπὸ τῶν Ἑλλήνων ἀποστάσεως ἑκουσίως ὑπομείναντες τὴν παράδοσιν ἐκολάσθησαν ὑπὸ τοῦ Παυσανίου καὶ πάντες ἀνῃρέθησαν.
テーバイ人たちが敵の多さとその勇気に恐れおののいたため、ギリシア人からの離反に最も責任のあった者たちが、自ら進んで引き渡されることを受け入れ、パウサニアスによって処罰され、全員が処刑された。

語釈・文法注

  1. 11.33.1Ἀριστείδου κελεύσαντος — 属格独立構文。動詞 κελεύω は通常「命令する」を意味するが、ここではアテナイの将軍アリスティデスが提案または勧告したことを指す。
  2. 11.33.3νόμον ἔθηκε λέγειν ἐγκώμια τοῖς δημοσίᾳ θαπτομένοις τοὺς προαιρεθέντας τῶν ῥητόρων — 対格不定詞構文。νόμον ἔθηκε(法律を定めた)の目的語節として、不定詞 λέγειν(賛辞を述べること)とその意味上の主語である対格句 τοὺς προαιρεθέντας τῶν ῥητόρων(弁論家たちのうちから選ばれた者たち)が機能している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.33.1-11.33.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.33.1-11.33.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。