Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.3.1-11.3.9

希腊同盟的惩戒誓约与薛西斯在多里斯科斯阅兵

第 4 段,共 723 段 · 希腊语

内容简介

本章节记述了希腊同盟宣誓惩罚投降波斯者,以及薛西斯渡海进入欧洲并在多里斯科斯检阅其庞大陆海军力量的经过。

§11.3.1χρήσιμον δὲ διορίσαι τῶν Ἑλλήνων τοὺς τὰ τῶν βαρβάρων ἑλομένους, ἵνα τυγχάνοντες ὀνείδους ἀποτρέπωσι ταῖς βλασφημίαις τοὺς προδότας ἂν γενομένους τῆς κοινῆς ἐλευθερίας.
明确区分那些选择支持野蛮人的希腊人是有益的,这样一来,通过让他们遭受耻辱,可以借由恶名来阻止那些可能成为共同自由之叛徒的人。
§11.3.2Αἰνιᾶνες μὲν οὖν καὶ Δόλοπες καὶ Μηλιεῖς καὶ Περραιβοὶ καὶ Μάγνητες μετὰ τῶν βαρβάρων ἐτάχθησαν, ἔτι παρούσης τῆς ἐν τοῖς Τέμπεσι φυλακῆς, Ἀχαιοὶ δὲ Φθιῶται καὶ Λοκροὶ καὶ Θετταλοὶ καὶ Βοιωτοὶ οἱ πλείους τούτων ἀπελθόντων ἀπέκλιναν πρὸς τοὺς βαρβάρους.
于是,艾尼亚内斯人、多洛佩斯人、梅里埃乌斯人、佩莱布斯人和马格内斯人在坦佩峡谷的守军尚在时便倒向了野蛮人;而弗蒂奥蒂斯的水坝人、洛克里斯人、色萨利人以及大部分波奥蒂亚人则在守军撤退后转向了野蛮人。
§11.3.3οἱ δʼ ἐν Ἰσθμῷ συνεδρεύοντες τῶν Ἑλλήνων ἐψηφίσαντο τοὺς μὲν ἐθελοντὶ τῶν Ἑλλήνων ἑλομένους τὰ Περσῶν δεκατεῦσαι τοῖς θεοῖς, ἐπὰν τῷ πολέμῳ κρατήσωσι, πρὸς δὲ τοὺς τὴν ἡσυχίαν ἔχοντας ἐκπέμψαι πρέσβεις τοὺς παρακαλέσοντας συναγωνίζεσθαι περὶ τῆς κοινῆς ἐλευθερίας.
在地峡集会的希腊人通过决议,凡是自愿选择波斯立场的希腊人,在战争胜利后将把他们财产的十分之一奉献给神明;同时向保持中立者派遣使节,敦促他们为共同的自由而战。
§11.3.4ὧν οἱ μὲν εἵλοντο γνησίως τὴν συμμαχίαν, οἱ δὲ παρῆγον ἐφʼ ἱκανὸν χρόνον, ἀντεχόμενοι τῆς ἰδίας μόνον ἀσφαλείας καὶ καραδοκοῦντες τὸ τοῦ πολέμου τέλος· Ἀργεῖοι δὲ πρέσβεις ἀποστείλαντες εἰς τὸ κοινὸν συνέδριον ἐπηγγέλλοντο συμμαχήσειν, ἐὰν αὐτοῖς μέρος τι τῆς ἡγεμονίας συγχωρήσωσιν.
在这些人中,有些人真诚地选择了结盟,而另一些人则拖延了相当长的时间,只顾自身安全并等待战争的结局;但阿戈斯人向共同议会派出了使节,承诺如果允许他们分享一部分领导权,他们就会加入盟军。
§11.3.5οἷς οἱ σύνεδροι διεσάφησαν, εἰ μὲν δεινότερον ἡγοῦνται τὸ στρατηγὸν ἔχειν Ἕλληνα ἢ δεσπότην βάρβαρον, ὀρθῶς αὐτοὺς ἔχειν ἡσυχίαν, εἰ δὲ φιλοτιμοῦνται λαβεῖν τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ἄξια ταύτης δεῖν ἔφασαν αὐτοὺς πεπραχότας ἐπιζητεῖν τὴν τηλικαύτην δόξαν.
议会代表向他们明确表示,如果他们认为接受希腊人统帅比接受野蛮人统治更为可怕,那么他们保持静观是正确的;但如果他们渴望获得希腊人的领导权,就必须在立下配得上这一荣誉的功绩之后,再去追求如此伟大的荣耀。
μετὰ δὲ ταῦτα τῶν παρὰ Ξέρξου πρέσβεων ἐπιόντων τὴν Ἑλλάδα καὶ γῆν καὶ ὕδωρ αἰτούντων, αἱ πόλεις ἅπασαι διὰ τῶν ἀποκρίσεων ἀπεδείκνυντο τὴν περὶ τῆς κοινῆς ἐλευθερίας σπουδήν.
此后,当薛西斯的使者们在希腊各地索要土和水时,所有城市都通过其回答表明了它们对共同自由的捍卫。
§11.3.6Ξέρξης δὲ ὡς ἐπύθετο τὸν Ἑλλήσποντον ἐζεῦχθαι καὶ τὸν Ἄθω διεσκάφθαι, προῆγεν ἐκ τῶν Σάρδεων ἐφʼ Ἑλλησπόντου τὴν πορείαν ποιούμενος· ὡς δὲ ἧκεν εἰς Ἄβυδον, διὰ τοῦ ζεύγματος τὴν δύναμιν διήγαγεν εἰς τὴν Εὐρώπην.
薛西斯得知赫勒斯滂已被架桥且阿索斯山已被开凿后,便从萨迪斯出发,向赫勒斯滂进军;当他到达阿比多斯时,便带领军队通过浮桥进入欧洲。
πορευόμενος δὲ διὰ τῆς Θρᾴκης πολλοὺς προσελαμβάνετο στρατιώτας καὶ τῶν Θρᾳκῶν καὶ τῶν ὁμόρων τούτοις Ἑλλήνων.
在穿过色雷斯途中,他从色雷斯人和邻近的希腊人中招募了许多士兵。
§11.3.7ὡς δʼ ἧκεν εἰς τὸν ὀνομαζόμενον Δορίσκον, ἐνταῦθα μετεπέμψατο τὸ ναυτικόν, ὥστε ἀμφοτέρας τὰς δυνάμεις εἰς ἕνα τόπον ἀθροισθῆναι.
当他到达被称为多里斯科斯的地方时,便在那里召集了海军,以便陆海两军在同一地点集结。
ἐποιήσατο δὲ καὶ τὸν ἐξετασμὸν τῆς στρατιᾶς ἁπάσης·
他还对全军进行了检阅。
ἠριθμήθησαν δὲ τῆς πεζῆς δυνάμεως μυριάδες πλείους τῶν ὀγδοήκοντα, νῆες δὲ αἱ σύμπασαι μακραὶ πλείους τῶν χιλίων καὶ διακοσίων, καὶ τούτων Ἑλληνίδες τριακόσιαι καὶ εἴκοσι, τὰ μὲν πληρώματα τῶν ἀνδρῶν παρεχομένων τῶν Ἑλλήνων, τὰ δὲ σκάφη τοῦ βασιλέως χορηγοῦντος· αἱ δὲ λοιπαὶ πᾶσαι βαρβαρικαὶ κατηριθμοῦντο· καὶ τούτων Αἰγύπτιοι μὲν διακοσίας παρέσχοντο, Φοίνικες δὲ τριακοσίας, Κίλικες δὲ ὀγδοήκοντα, Πάμφυλοι δὲ τετταράκοντα, καὶ Λύκιοι τὰς ἴσας, πρὸς δὲ τούτοις Κᾶρες μὲν ὀγδοήκοντα, Κύπριοι δὲ ἑκατὸν καὶ πεντήκοντα.
陆军人数超过八十万人,战船总数超过一千二百艘,其中希腊船只占三百二十艘,由希腊人提供船员,而国王提供船体;其余全部算作野蛮人的船只,其中埃及人提供二百艘,腓尼基人提供三百艘,基利家八十艘,潘非利亚四十艘,吕基亚同数,此外卡里亚人提供八十艘,塞浦路斯人提供一百五十艘。
§11.3.8τῶν δὲ Ἑλλήνων ἔπεμψαν Δωριεῖς μὲν οἱ πρὸς τῇ Καρίᾳ κατοικοῦντες μετὰ Ῥοδίων καὶ Κῴων τετταράκοντα, Ἴωνες δὲ μετὰ Χίων καὶ Σαμίων ἑκατόν, Αἰολεῖς δὲ μετὰ Λεσβίων καὶ Τενεδίων τετταράκοντα, Ἑλλησπόντιοι δὲ ὀγδοήκοντα σὺν τοῖς περὶ τὸν Πόντον κατοικοῦσι, νησιῶται δὲ πεντήκοντα· τὰς γὰρ νήσους τὰς ἐντὸς Κυανέων καὶ Τριοπίου καὶ Σουνίου προσηγμένος ἦν ὁ βασιλεύς.
在希腊人中,居住在卡里亚附近的多利安人与罗得岛人和科斯人一起派遣了四十艘,伊奥尼亚人与希奥斯人和萨摩斯人一起派遣了一百艘,爱奥尼亚人与莱斯博斯人和特内多斯人一起派遣了四十艘,赫勒斯滂人与居住在蓬托斯周边的居民一起派遣了八十艘,岛民派遣了五十艘;因为国王已经征服了克兰内、特里奥皮翁和苏尼翁内侧的岛屿。
§11.3.9τριήρεις μὲν οὖν τοσαῦται τὸ πλῆθος ὑπῆρχον, ἱππαγωγοὶ δὲ ὀκτακόσιαι πεντήκοντα, αἱ δὲ τριηκόντοροι τρισχίλιαι.
于是,三段铎船的数量达到了这一数字,此外还有八百五十艘运马船和三千艘三十桨船。
ὁ μὲν οὖν Ξέρξης περὶ τὸν ἐξετασμὸν τῶν δυνάμεων διέτριβε περὶ τὸν Δορίσκον.
因此,薛西斯在多里斯科斯附近忙于检阅他的军队。

词汇与语法注释

  1. §11.3.1τοὺς προδότας ἂν γενομένους — 粒子 ἄν 与分词 γενομένους 结合,表示某种潜在的可能性或假设,意为可能成为叛徒的人。
  2. §11.3.2ἔτι παρούσης... τούτων ἀπελθόντων — 这里使用了两个独立属格结构来对比说明不同希腊部落投靠波斯人的时间差异,即取决于防守部队的存在与否。
  3. §11.3.3δεκατεῦσαι τοῖς θεοῖς — 向神明献上十分之一(δεκατεῦσαι τοῖς θεοῖς)是希腊同盟内部的一种惯用惩罚誓言,意指在战争获胜后,对自愿投靠敌方的城市进行征服,并将其财产或人口的十分之一奉献给神明作为惩罚。
  4. §11.3.5ὀρθῶς αὐτοὺς ἔχειν ἡσυχίαν — 由动词 διεσάφησαν 引导的间接引语。对应条件句 εἰ μὲν... 的主句使用了宾格加不定式结构(αὐτοὺς ἔχειν),表示他们保持静观是正确的。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.3.1-11.3.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.3.1-11.3.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。