Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.3.1-11.3.9

ギリシア同盟の誓約とクセルクセスの兵力検分

4 / 723 箇所 · ギリシア語

要旨

ギリシア同盟がペルシア側への内通者を処罰する誓約を交わし、クセルクセスがヨーロッパへ渡ってドリスコスで陸海軍の総兵力を検分したことを記している。

§11.3.1χρήσιμον δὲ διορίσαι τῶν Ἑλλήνων τοὺς τὰ τῶν βαρβάρων ἑλομένους, ἵνα τυγχάνοντες ὀνείδους ἀποτρέπωσι ταῖς βλασφημίαις τοὺς προδότας ἂν γενομένους τῆς κοινῆς ἐλευθερίας.
ギリシア人のうち野蛮人の側を選んだ者たちを明確に区別することは有益である。 それは、彼らが非難を受けることで、その悪評によって、共通の自由の裏切り者となるかもしれない者たちを(そのような行為から)思いとどまらせるためである。
§11.3.2Αἰνιᾶνες μὲν οὖν καὶ Δόλοπες καὶ Μηλιεῖς καὶ Περραιβοὶ καὶ Μάγνητες μετὰ τῶν βαρβάρων ἐτάχθησαν, ἔτι παρούσης τῆς ἐν τοῖς Τέμπεσι φυλακῆς, Ἀχαιοὶ δὲ Φθιῶται καὶ Λοκροὶ καὶ Θετταλοὶ καὶ Βοιωτοὶ οἱ πλείους τούτων ἀπελθόντων ἀπέκλιναν πρὸς τοὺς βαρβάρους.
さて、アイニアネス人、ドロペス人、メリエウス人、ペッライブス人、マグネス人は、テムペにおける守備隊がまだ留まっているうちに野蛮人の側に加わった。 一方、フティオティスのアカイア人、ロクリス人、テッサリア人、そしてボイオティア人の大部分は、彼らが撤退した後に野蛮人の側へと傾いた。
§11.3.3οἱ δʼ ἐν Ἰσθμῷ συνεδρεύοντες τῶν Ἑλλήνων ἐψηφίσαντο τοὺς μὲν ἐθελοντὶ τῶν Ἑλλήνων ἑλομένους τὰ Περσῶν δεκατεῦσαι τοῖς θεοῖς, ἐπὰν τῷ πολέμῳ κρατήσωσι, πρὸς δὲ τοὺς τὴν ἡσυχίαν ἔχοντας ἐκπέμψαι πρέσβεις τοὺς παρακαλέσοντας συναγωνίζεσθαι περὶ τῆς κοινῆς ἐλευθερίας.
イストモスで会議を開いていたギリシア人たちは、ギリシア人のうち自発的にペルシア人の側を選んだ者たちについては、戦争に勝利した際にその十分の一を神々に捧げることを決議し、中立を保っている者たちに対しては、共通の自由のために共に戦うよう要請する使節を派遣することを決議した。
§11.3.4ὧν οἱ μὲν εἵλοντο γνησίως τὴν συμμαχίαν, οἱ δὲ παρῆγον ἐφʼ ἱκανὸν χρόνον, ἀντεχόμενοι τῆς ἰδίας μόνον ἀσφαλείας καὶ καραδοκοῦντες τὸ τοῦ πολέμου τέλος·
彼らのうち、ある者は誠実に同盟を選択したが、ある者は自分たちの安全だけを守り、戦争の結末を窺いながら、かなりの間(決断を)引き延ばした。
Ἀργεῖοι δὲ πρέσβεις ἀποστείλαντες εἰς τὸ κοινὸν συνέδριον ἐπηγγέλλοντο συμμαχήσειν, ἐὰν αὐτοῖς μέρος τι τῆς ἡγεμονίας συγχωρήσωσιν.
またアルゴス人たちは共同の会議に使節を派遣し、もし自分たちに指揮権の一部を認めてくれるならば同盟に加わると約束した。
§11.3.5οἷς οἱ σύνεδροι διεσάφησαν, εἰ μὲν δεινότερον ἡγοῦνται τὸ στρατηγὸν ἔχειν Ἕλληνα ἢ δεσπότην βάρβαρον, ὀρθῶς αὐτοὺς ἔχειν ἡσυχίαν, εἰ δὲ φιλοτιμοῦνται λαβεῖν τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ἄξια ταύτης δεῖν ἔφασαν αὐτοὺς πεπραχότας ἐπιζητεῖν τὴν τηλικαύτην δόξαν.
議員たちは彼らに対して、もしギリシア人の将軍を戴くことが野蛮人の支配者を戴くことよりも恐ろしいことだと考えているならば、彼らが静観しているのは正しいことであるが、もしギリシア人の指揮権を得ることを熱望しているならば、その名誉にふさわしい功績を立てた上でそのような偉大な栄光を追求すべきである、と明確に答えた。
μετὰ δὲ ταῦτα τῶν παρὰ Ξέρξου πρέσβεων ἐπιόντων τὴν Ἑλλάδα καὶ γῆν καὶ ὕδωρ αἰτούντων, αἱ πόλεις ἅπασαι διὰ τῶν ἀποκρίσεων ἀπεδείκνυντο τὴν περὶ τῆς κοινῆς ἐλευθερίας σπουδήν.
この後、クセルクセスからの使節たちがギリシアを巡り、土と水を要求していたが、すべての都市は回答を通じて共通の自由に対する熱意を示した。
§11.3.6Ξέρξης δὲ ὡς ἐπύθετο τὸν Ἑλλήσποντον ἐζεῦχθαι καὶ τὸν Ἄθω διεσκάφθαι, προῆγεν ἐκ τῶν Σάρδεων ἐφʼ Ἑλλησπόντου τὴν πορείαν ποιούμενος·
クセルクセスは、ヘレスポントスに橋が架けられ、アトス山が掘削されたことを知ると、サルデイスから出発し、ヘレスポントスへと進路を取った。
ὡς δὲ ἧκεν εἰς Ἄβυδον, διὰ τοῦ ζεύγματος τὴν δύναμιν διήγαγεν εἰς τὴν Εὐρώπην.
そしてアビュドスに到着すると、架け橋を通じて軍勢をヨーロッパへと渡らせた。
πορευόμενος δὲ διὰ τῆς Θρᾴκης πολλοὺς προσελαμβάνετο στρατιώτας καὶ τῶν Θρᾳκῶν καὶ τῶν ὁμόρων τούτοις Ἑλλήνων.
トラキアを進むうちに、彼はトラキア人とそれに隣接するギリシア人の双方から多くの兵士を募った。
§11.3.7ὡς δʼ ἧκεν εἰς τὸν ὀνομαζόμενον Δορίσκον, ἐνταῦθα μετεπέμψατο τὸ ναυτικόν, ὥστε ἀμφοτέρας τὰς δυνάμεις εἰς ἕνα τόπον ἀθροισθῆναι.
彼がいわゆるドリスコスに到着すると、そこで海軍を呼び寄せ、陸海両軍が同一の場所に集結するようにした。
ἐποιήσατο δὲ καὶ τὸν ἐξετασμὸν τῆς στρατιᾶς ἁπάσης·
また彼は全軍の検分を行った。
ἠριθμήθησαν δὲ τῆς πεζῆς δυνάμεως μυριάδες πλείους τῶν ὀγδοήκοντα, νῆες δὲ αἱ σύμπασαι μακραὶ πλείους τῶν χιλίων καὶ διακοσίων, καὶ τούτων Ἑλληνίδες τριακόσιαι καὶ εἴκοσι, τὰ μὲν πληρώματα τῶν ἀνδρῶν παρεχομένων τῶν Ἑλλήνων, τὰ δὲ σκάφη τοῦ βασιλέως χορηγοῦντος·
陸軍の兵力は八十万人以上と数えられ、長船は全部で千二百隻以上であり、そのうち三百二十隻がギリシアの船であった。 乗組員はギリシア人たちが提供し、船体は王が支給した。
αἱ δὲ λοιπαὶ πᾶσαι βαρβαρικαὶ κατηριθμοῦντο·
残りの船はすべて野蛮人のものと数えられた。
καὶ τούτων Αἰγύπτιοι μὲν διακοσίας παρέσχοντο, Φοίνικες δὲ τριακοσίας, Κίλικες δὲ ὀγδοήκοντα, Πάμφυλοι δὲ τετταράκοντα, καὶ Λύκιοι τὰς ἴσας, πρὸς δὲ τούτοις Κᾶρες μὲν ὀγδοήκοντα, Κύπριοι δὲ ἑκατὸν καὶ πεντήκοντα.
これらのうち、エジプト人が二百隻、フェニキア人が三百隻、キリキア人が八十隻、パンフリア人が四十隻、そして同数のリュキア人が提供し、これに加えてカリア人が八十隻、キプロス人が百五十隻を提供した。
§11.3.8τῶν δὲ Ἑλλήνων ἔπεμψαν Δωριεῖς μὲν οἱ πρὸς τῇ Καρίᾳ κατοικοῦντες μετὰ Ῥοδίων καὶ Κῴων τετταράκοντα, Ἴωνες δὲ μετὰ Χίων καὶ Σαμίων ἑκατόν, Αἰολεῖς δὲ μετὰ Λεσβίων καὶ Τενεδίων τετταράκοντα, Ἑλλησπόντιοι δὲ ὀγδοήκοντα σὺν τοῖς περὶ τὸν Πόντον κατοικοῦσι, νησιῶται δὲ πεντήκοντα·
ギリシア人のうちでは、カリアの近隣に住むドリス人たちがロドス人やコス人とともに四十隻を、イオニア人たちはキオス人やサモス人とともに百隻を、アイオリス人たちはレスボス人やテネドス人とともに四十隻を、ヘレスポントス人たちはポントス周辺に住む住民たちとともに八十隻を、島嶼の住民たちは五十隻を送った。
τὰς γὰρ νήσους τὰς ἐντὸς Κυανέων καὶ Τριοπίου καὶ Σουνίου προσηγμένος ἦν ὁ βασιλεύς.
というのも、クアネアイ、トリオピオン、スニオンの内側にある島々を、王はすでに従属させていたからである。
§11.3.9τριήρεις μὲν οὖν τοσαῦται τὸ πλῆθος ὑπῆρχον, ἱππαγωγοὶ δὲ ὀκτακόσιαι πεντήκοντα, αἱ δὲ τριηκόντοροι τρισχίλιαι.
このように三段櫂船の数はこれだけに達し、馬匹輸送船は八百五十隻、三十挺櫂船は三千隻であった。
ὁ μὲν οὖν Ξέρξης περὶ τὸν ἐξετασμὸν τῶν δυνάμεων διέτριβε περὶ τὸν Δορίσκον.
こうしてクセルクセスは、ドリスキの周辺で軍勢の検分に時を費やしていた。

語釈・文法注

  1. §11.3.1τοὺς προδότας ἂν γενομένους — ἂν と未来の意味を持つ分詞(事実上の潜在・仮定の条件節を代表する名詞化分詞)が結合しており、「裏切り者になるかもしれない者たち」を意味する。
  2. §11.3.2ἔτι παρούσης... τούτων ἀπελθόντων — 二つの独立属格が対比的に用いられ、ギリシアの諸部族がペルシア側に寝返った時期の違いを、テムペ守備隊の撤退前と撤退後という時間関係で明確に示している。
  3. §11.3.3δεκατεῦσαι τοῖς θεοῖς — 神々に十分の一を捧げる(デカテウサイン)という表現は、同盟を裏切って敵側についた都市を戦後に征服し、その財産や人口を没収・奉納(奴隷化や土地の神領地化)するという、ギリシア同盟内の慣用的な処罰の誓約である。
  4. §11.3.5ὀρθῶς αὐτοὺς ἔχειν ἡσυχίαν — διεσάφησαν(明確に告げた)に導かれる間接話法である。条件節 εἰ μὲν... に対して、帰結節が対格+不定法(αὐτοὺς ἔχειν)となっており、「彼らが静観しているのは正しいことである」という判断を伝えている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.3.1-11.3.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.3.1-11.3.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。