§11.26.1εὐθὺς δὲ καὶ τῶν πρότερον ἐναντιουμένων πόλεών τε καὶ δυναστῶν παρεγένοντο πρὸς αὐτὸν πρέσβεις, ἐπὶ μὲν τοῖς ἠγνοημένοις αἰτούμενοι συγγνώμην, εἰς δὲ τὸ λοιπὸν ἐπαγγελλόμενοι πᾶν ποιήσειν τὸ προσταττόμενον.
紧接着,先前反对他的诸城市和统治者的使节也来到了他面前,为过去的过错请求宽恕,并承诺在未来履行一切被命令的事。
ὁ δὲ πᾶσιν ἐπιεικῶς χρησάμενος συμμαχίαν συνετίθετο, καὶ τὴν εὐτυχίαν ἀνθρωπίνως ἔφερεν οὐκ ἐπὶ τούτων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πολεμιωτάτων Καρχηδονίων.
而他宽大地对待所有人,并与他们结盟,他不仅对这些人,而且对最敌对的迦太基人,都以人类的节度来对待自己的幸运。
§11.26.2παραγενομένων γὰρ πρὸς αὐτὸν ἐκ τῆς Καρχηδόνος τῶν ἀπεσταλμένων πρέσβεων καὶ μετὰ δακρύων δεομένων ἀνθρωπίνως αὐτοῖς χρήσασθαι, συνεχώρησε τὴν εἰρήνην, ἐπράξατο δὲ παρʼ αὐτῶν τὰς εἰς τὸν πόλεμον γεγενημένας δαπάνας, ἀργυρίου δισχίλια τάλαντα, καὶ δύο ναοὺς προσέταξεν οἰκοδομῆσαι, καθʼ οὓς ἔδει τὰς συνθήκας ἀνατεθῆναι.
因为当迦太基派来的使节来到他面前,流着泪恳求他以仁慈对待他们时,他同意了和平;他向他们征收了战争所产生的费用,即两千塔兰特白银,并命令他们建造两座神殿,必须在其中供奉和约。
§11.26.3οἱ δὲ Καρχηδόνιοι παραδόξως τῆς σωτηρίας τετευχότες ταῦτά τε δώσειν προσεδέξαντο καὶ στέφανον χρυσοῦν τῇ γυναικὶ τοῦ Γέλωνος Δαμαρέτῃ προσωμολόγησαν.
迦太基人出乎意料地获得了拯救,接受了这些条件,并承诺给盖隆的妻子达马蕾特一顶金冠。
αὕτη γὰρ ὑπʼ αὐτῶν ἀξιωθεῖσα συνήργησε πλεῖστον εἰς τὴν σύνθεσιν τῆς εἰρήνης, καὶ στεφανωθεῖσα ὑπʼ αὐτῶν ἑκατὸν ταλάντοις χρυσίου, νόμισμα ἐξέκοψε τὸ κληθὲν ἀπʼ ἐκείνης Δαμαρέτειον· τοῦτο δʼ εἶχε μὲν Ἀττικὰς δραχμὰς δέκα, ἐκλήθη δὲ παρὰ τοῖς Σικελιώταις ἀπὸ τοῦ σταθμοῦ πεντηκοντάλιτρον.
因为她受到他们的恳求,对促成和平做出了最大贡献,在受到他们用百塔兰特黄金加冕后,她铸造了以她的名字命名的“达马蕾特伊翁”货币;这枚货币相当于十个雅典德拉克马,在西西里人中因其重量被称为“五十里特拉币”。
§11.26.4ὁ δὲ Γέλων ἐχρῆτο πᾶσιν ἐπιεικῶς, μάλιστα μὲν εἰς τὸν ἴδιον τρόπον, οὐχ ἥκιστα δὲ καὶ σπεύδων ἅπαντας ἔχειν ταῖς εὐνοίαις ἰδίους· παρεσκευάζετο γὰρ πολλῇ δυνάμει πλεῖν ἐπὶ τὴν Ἑλλάδα καὶ συμμαχεῖν τοῖς Ἕλλησι κατὰ τῶν Περσῶν.
盖隆对所有人都很宽厚,这主要是因为他自己的天性,但同样也是因为他极力想用好意争取所有人;因为他正准备率领大军航行去希腊,与希腊人结盟对抗波斯人。
§11.26.5ἤδη δʼ αὐτοῦ μέλλοντος ποιεῖσθαι τὴν ἀναγωγήν, κατέπλευσάν τινες ἐκ Κορίνθου διασαφοῦντες νενικηκέναι τῇ ναυμαχίᾳ τοὺς Ἕλληνας περὶ Σαλαμῖνα, καὶ τὸν Ξέρξην μετὰ μέρους τῆς δυνάμεως ἐκ τῆς Εὐρώπης ἀπηλλάχθαι.
就在他准备启航时,一些人从科林斯航行而来,说明希腊人在萨拉米斯海战中获胜,薛西斯已带着部分军队离开欧洲。
διὸ καὶ τῆς ὁρμῆς ἐπισχών, τὴν προθυμίαν τῶν στρατιωτῶν ἀποδεξάμενος, συνήγαγεν ἐκκλησίαν, προστάξας ἅπαντας ἀπαντᾶν μετὰ τῶν ὅπλων· αὐτὸς δὲ οὐ μόνον τῶν ὅπλων γυμνὸς εἰς τὴν ἐκκλησίαν ἦλθεν, ἀλλὰ καὶ ἀχίτων ἐν ἱματίῳ προσελθὼν ἀπελογίσατο μὲν περὶ παντὸς τοῦ βίου καὶ τῶν πεπραγμένων αὐτῷ πρὸς τοὺς Συρακοσίους·
因此,他阻止了这次出征,在接受了士兵们的热情后,他召集了公民大会,命令所有人带上武器集会;但他自己不仅赤手空拳来到大会,甚至没穿内衣,只穿着一件外袍走上前,对叙拉古人说明了自己的整个一生和他的所作所为。
§11.26.6ἐφʼ ἑκάστῳ δὲ τῶν λεγομένων ἐπισημαινομένων τῶν ὄχλων, καὶ θαυμαζόντων μάλιστα ὅτι γυμνὸν ἑαυτὸν παρεδεδώκει τοῖς βουλομένοις αὐτὸν ἀνελεῖν, τοσοῦτον ἀπεῖχε τοῦ μὴ τυχεῖν τιμωρίας ὡς τύραννος, ὥστε μιᾷ φωνῇ πάντας ἀποκαλεῖν εὐεργέτην καὶ σωτῆρα καὶ βασιλέα.
由于群众对他说过的每一句话都表示赞许,且特别惊讶于他竟然把自己毫无防备地交给了那些想要杀死他的人,以至于他非但没有作为僭主受到惩罚,反而所有人异口同声地称他为“恩人”、“救星”和“国王”。
§11.26.7ἀπὸ δὲ τούτων γενόμενος ὁ Γέλων ἐκ μὲν τῶν λαφύρων κατεσκεύασε ναοὺς ἀξιολόγους Δήμητρος καὶ Κόρης, χρυσοῦν δὲ τρίποδα ποιήσας ἀπὸ ταλάντων ἑκκαίδεκα ἀνέθηκεν εἰς τὸ τέμενος τὸ ἐν Δελφοῖς Ἀπόλλωνι χαριστήριον.
在此之后,盖隆用战利品建造了著名的德墨忒尔和科瑞神殿,并用十六个塔兰特黄金制作了一个金三脚鼎,将其作为谢礼奉献给德尔斐圣域的阿波罗。
ἐπεβάλετο δὲ ὕστερον καὶ κατὰ τὴν Αἴτνην κατασκευάζειν νεὼν Δήμητρος νεὼς ἐνδεούσης· τοῦτον μὲν οὐ συνετέλεσε, μεσολαβηθεὶς τὸν βίον ὑπὸ τῆς πεπρωμένης.
后来,由于埃特纳缺少神殿,他还着手在那里建造一座德墨忒尔神殿;但这一个他未能完成,因为他的生命被命运阻断了。
§11.26.8τῶν δὲ μελοποιῶν Πίνδαρος ἦν ἀκμάζων κατὰ τούτους τοὺς χρόνους.
在抒情诗人中,平达尔在这一时期正处于全盛期。
τὰ μὲν οὖν ἀξιολογώτατα τῶν πραχθέντων κατὰ τοῦτον τὸν ἐνιαυτὸν σχεδὸν ταῦτʼ ἐστίν.
那么,在这一年中所发生的最值得注意的事迹,大概就是这些了。