Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.25.1-11.25.5

战利品的分配与阿克拉加斯的战俘工程

第 26 段,共 723 段 · 希腊语

内容简介

叙述了盖隆对战利品和俘虏的分配,特别是阿克拉加斯动用大量俘虏修筑了神庙、地下水道、豪华蓄水池和果园等公共设施,最后描写了盖隆凯旋回叙拉古。

§11.25.1ὁ δὲ Γέλων μετὰ τὴν νίκην τούς τε ἱππεῖς τοὺς ἀνελόντας τὸν Ἀμίλκαν δωρεαῖς ἐτίμησε καὶ τῶν ἄλλων τοὺς ἠνδραγαθηκότας ἀριστείοις ἐκόσμησε.
盖隆在获胜后,用赏赐表彰了杀死哈米尔卡的骑兵,并用战功奖章奖励了其他英勇作战的人。
τῶν δὲ λαφύρων τὰ καλλιστεύοντα παρεφύλαξε, βουλόμενος τοὺς ἐν ταῖς Συρακούσαις νεὼς κοσμῆσαι τοῖς σκύλοις· τῶν δʼ ἄλλων πολλὰ μὲν ἐν Ἱμέρᾳ προσήλωσε τοῖς ἐπιφανεστάτοις τῶν ἱερῶν, τὰ δὲ λοιπὰ μετὰ τῶν αἰχμαλώτων διεμέρισε τοῖς συμμάχοις, κατὰ τὸν ἀριθμὸν τῶν συστρατευσάντων τὴν ἀναλογίαν ποιησάμενος.
他保留了战利品中最精美的部分,希望用这些缴获的武具装饰叙拉古的神庙;至于其余的战利品,他将许多钉在吉梅拉最著名的一些神庙上,剩下的则同俘虏一起分配给盟友,根据共同参战的人数进行了按比例的分配。
§11.25.2αἱ δὲ πόλεις εἰς πέδας κατέστησαν τοὺς διαιρεθέντας αἰχμαλώτους, καὶ τὰ δημόσια τῶν ἔργων διὰ τούτων ἐπεσκεύαζον.
各城邦将分得的俘虏带上脚镣,并利用他们修缮公共工程。
πλείστους δὲ λαβόντες Ἀκραγαντῖνοι τήν τε πόλιν αὐτῶν καὶ τὴν χώραν ἐκόσμησαν· τοσοῦτον γὰρ παρʼ αὐτοῖς τῶν ἡλωκότων ἦν τὸ πλῆθος, ὥστε πολλοὺς τῶν ἰδιωτῶν παρʼ αὐτοῖς ἔχειν δεσμώτας πεντακοσίους.
阿克拉加斯人分得了最多的俘虏,用以装点他们的城市和领土;因为他们那里的捕获者人数是如此之多,以至于许多私人公民手中竟拥有多达五百名囚犯。
συνεβάλετο γὰρ αὐτοῖς πρὸς τὸ πλῆθος τῶν αἰχμαλώτων οὐ μόνον ὅτι πολλοὺς στρατιώτας ἀπεσταλκότες ἦσαν ἐπὶ τὴν μάχην, ἀλλὰ καὶ διότι γενομένης τῆς τροπῆς πολλοὶ τῶν φευγόντων εἰς τὴν μεσόγειον ἀνεχώρησαν, μάλιστα δὲ εἰς τὴν Ἀκραγαντίνων, ὧν ἁπάντων ὑπὸ τῶν Ἀκραγαντίνων ζωγρηθέντων ἔγεμεν ἡ πόλις τῶν ἑαλωκότων.
为他们拥有如此巨量俘虏做出贡献的,不仅是因为他们向战场派遣了许多士兵,而且还因为在溃败发生时,许多逃亡者退入了内陆,特别是退入了阿克拉加斯人的领地,而所有这些人全被阿克拉加斯人生擒,致使城市里挤满了被俘之人。
§11.25.3πλείστων δὲ εἰς τὸ δημόσιον ἀνενεχθέντων, οὗτοι μὲν τοὺς λίθους ἔτεμνον, ἐξ ὧν οὐ μόνον οἱ μέγιστοι τῶν θεῶν ναοὶ κατεσκευάσθησαν, ἀλλὰ καὶ πρὸς τὰς τῶν ὑδάτων ἐκ τῆς πόλεως ἐκροὰς ὑπόνομοι κατεσκευάσθησαν τηλικοῦτοι τὸ μέγεθος, ὥστε ἀξιοθέατον εἶναι τὸ κατασκεύασμα, καίπερ διὰ τὴν εὐτέλειαν καταφρονούμενον.
由于大部分俘虏被收归公有,他们便去开采石料,利用这些石料不仅建造了诸神最大的神庙,而且还建造了用于排放城市污水的地下管道,其规模如此之大,以至于这项建设极具观赏价值,尽管它因其卑微的实用性而被轻视。
ἐπιστάτης δὲ γενόμενος τούτων τῶν ἔργων ὁ προσαγορευόμενος Φαίαξ διὰ τὴν δόξαν τοῦ κατασκευάσματος ἐποίησεν ἀφʼ ἑαυτοῦ κληθῆναι τοὺς ὑπονόμους φαίακας.
担任这些工程监督的、被称为法亚克斯的人,因该建筑的名声,使其以自己的名字命名,将这些地下管道称为“法亚克斯”。
§11.25.4κατεσκεύασαν δὲ οἱ Ἀκραγαντῖνοι καὶ κολυμβήθραν πολυτελῆ, τὴν περίμετρον ἔχουσαν σταδίων ἑπτά, τὸ δὲ βάθος πηχῶν εἴκοσι.
阿克拉加斯人还建造了一个奢华的蓄水池,周长七斯塔迪翁,深二十培丘斯。
εἰς δὲ ταύτην ἐπαγομένων ποταμίων καὶ κρηναίων ὑδάτων ἰχθυοτροφεῖον ἐγένετο, πολλοὺς παρεχόμενον ἰχθῦς εἰς τροφὴν καὶ ἀπόλαυσιν· κύκνων τε πλείστων εἰς αὐτὴν καταπταμένων συνέβη τὴν πρόσοψιν αὐτῆς ἐπιτερπῆ γενέσθαι.
由于引入了河水和泉水,这里成了养鱼池,提供了许多鱼用于食用和娱乐;又因极多天鹅飞落其间,其外观变得非常赏心悦目。
ἀλλʼ αὕτη μὲν ἐν τοῖς ὕστερον χρόνοις ἀμεληθεῖσα συνεχώσθη καὶ διὰ τὸ πλῆθος τοῦ χρόνου κατεφθάρη, §11.25.5τὴν δὲ χώραν ἅπασαν ἀγαθὴν οὖσαν ἀμπελόφυτον ἐποίησαν καὶ δένδρεσι παντοίοις πεπυκνωμένην, ὥστε λαμβάνειν ἐξ αὐτῆς μεγάλας προσόδους.
然而,这个蓄水池在后来的时代被忽视,被土填埋,并因岁月的久远而废毁,但他们将整片肥沃的土地都开辟为葡萄园,并密植各种树木,以便从中获得丰厚的回报。
Γέλων δὲ τοὺς συμμάχους ἀπολύσας τοὺς πολίτας ἀπήγαγεν εἰς τὰς Συρακούσας, καὶ διὰ τὸ μέγεθος τῆς εὐημερίας ἀποδοχῆς ἐτύγχανεν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ καθʼ ὅλην τὴν Σικελίαν· ἐπήγετο γὰρ αἰχμαλώτων τοσοῦτο πλῆθος, ὥστε δοκεῖν ὑπὸ τῆς νήσου γεγονέναι τὴν Λιβύην ὅλην αἰχμάλωτον.
盖隆在解散盟军后,带领市民返回叙拉古,由于取得了巨大的成功,他不仅在自己的市民中,而且在整个西西里都受到了极大的欢迎;因为他带回了如此众多的俘虏,以至于看起来整个利比亚都已被这个岛屿所俘虏。

词汇与语法注释

  1. 11.25.2συνεβάλετο γὰρ αὐτοῖς — 动词 `συμβάλλεσθαι` 意为“有助于、促成”,此处作无人称使用,或者以后面的 `ὅτι` 从句和 `διότι` 从句作为实际主语。`αὐτοῖς`(与格)指阿克拉加斯人,`πρὸς τὸ πλῆθος τῶν αἰχμαλώτων` 表示促成的对象。
  2. 11.25.3καίπερ διὰ τὴν εὐτέλειαν καταφρονούμενον — 带有让步连词 `καίπερ` 的被动分词 `καταφρονούμενον`(中性单数主格)修饰前文的 `κατασκεύασμα`(建造物)。`εὐτέλεια` 指排水渠道这种实用且不起眼的“低廉”或“卑俗”,此处形成对比:尽管下水道本身因其卑微的实用性而被轻视,但就其规模而言仍极具观赏价值。
  3. 11.25.5ὥστε δοκεῖν ὑπὸ τῆς νήσου γεγονέναι τὴν Λιβύην ὅλην αἰχμάλωτον — 结果的 `ὥστε` 从句。不定式 `δοκεῖν`(似乎)作无人称使用,其补足语为带对格的动词不定式短语(`γεγονέναι τὴν Λιβύην ὅλην αἰχμάλωτον`),其中 `τὴν Λιβύην ὅλην`(整个利比亚)为对格主语。`ὑπὸ τῆς νήσου`(被该岛)中的“岛”指的是西西里岛。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.25.1-11.25.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.25.1-11.25.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。