§11.26.1εὐθὺς δὲ καὶ τῶν πρότερον ἐναντιουμένων πόλεών τε καὶ δυναστῶν παρεγένοντο πρὸς αὐτὸν πρέσβεις, ἐπὶ μὲν τοῖς ἠγνοημένοις αἰτούμενοι συγγνώμην, εἰς δὲ τὸ λοιπὸν ἐπαγγελλόμενοι πᾶν ποιήσειν τὸ προσταττόμενον.
そして直ちに、以前は敵対していた諸都市や支配者たちからも彼の長年に使節が到来し、これまでの不心得に対して寛恕を求めるとともに、将来的には命じられることすべてを実行すると約束した。
ὁ δὲ πᾶσιν ἐπιεικῶς χρησάμενος συμμαχίαν συνετίθετο, καὶ τὴν εὐτυχίαν ἀνθρωπίνως ἔφερεν οὐκ ἐπὶ τούτων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πολεμιωτάτων Καρχηδονίων.
彼はすべての人々を寛大に扱い、同盟を結んだ。 また、自らの幸運を、これらの者たちに対してだけでなく、最大の宿敵であったカルタゴ人に対しても、人間として節度をもって受け入れた。
§11.26.2παραγενομένων γὰρ πρὸς αὐτὸν ἐκ τῆς Καρχηδόνος τῶν ἀπεσταλμένων πρέσβεων καὶ μετὰ δακρύων δεομένων ἀνθρωπίνως αὐτοῖς χρήσασθαι, συνεχώρησε τὴν εἰρήνην, ἐπράξατο δὲ παρʼ αὐτῶν τὰς εἰς τὸν πόλεμον γεγενημένας δαπάνας, ἀργυρίου δισχίλια τάλαντα, καὶ δύο ναοὺς προσέταξεν οἰκοδομῆσαι, καθʼ οὓς ἔδει τὰς συνθήκας ἀνατεθῆναι.
というのも、カルタゴから派遣された使節が彼の前に現れ、涙ながらに自分たちを人間らしく扱ってくれるよう懇願したとき、彼は和平に同意し、戦争にかかった費用として銀二千タラントンを彼らに課し、また、その条約を奉納すべき二つの神殿を建設することを命じたからである。
§11.26.3οἱ δὲ Καρχηδόνιοι παραδόξως τῆς σωτηρίας τετευχότες ταῦτά τε δώσειν προσεδέξαντο καὶ στέφανον χρυσοῦν τῇ γυναικὶ τοῦ Γέλωνος Δαμαρέτῃ προσωμολόγησαν.
カルタゴ人は、思いがけず救済を得たため、これらを支払うことを引き受け、さらにゲロンの妻ダマレテに黄金の冠を贈ることを約束した。
αὕτη γὰρ ὑπʼ αὐτῶν ἀξιωθεῖσα συνήργησε πλεῖστον εἰς τὴν σύνθεσιν τῆς εἰρήνης, καὶ στεφανωθεῖσα ὑπʼ αὐτῶν ἑκατὸν ταλάντοις χρυσίου, νόμισμα ἐξέκοψε τὸ κληθὲν ἀπʼ ἐκείνης Δαμαρέτειον·
彼女はカルタゴ人から懇願されて、和平の締結に最も大きく貢献したためであり、彼らから百タラントンの黄金の冠を授けられた彼女は、自身にちなんで「ダマレテイオン」と呼ばれる貨幣を鋳造した。
τοῦτο δʼ εἶχε μὲν Ἀττικὰς δραχμὰς δέκα, ἐκλήθη δὲ παρὰ τοῖς Σικελιώταις ἀπὸ τοῦ σταθμοῦ πεντηκοντάλιτρον.
これはアッティカの十ドラクマの価値があり、シケリアの人々の間では、その重量から「ペンテコンタリトロン」と呼ばれた。
§11.26.4ὁ δὲ Γέλων ἐχρῆτο πᾶσιν ἐπιεικῶς, μάλιστα μὲν εἰς τὸν ἴδιον τρόπον, οὐχ ἥκιστα δὲ καὶ σπεύδων ἅπαντας ἔχειν ταῖς εὐνοίαις ἰδίους·
ゲロンはすべての人に寛大に接したが、それは主に彼自身の天性によるものであったが、それだけでなく、すべての人々を好意によって自らの味方にしようと努めていたからでもあった。
παρεσκευάζετο γὰρ πολλῇ δυνάμει πλεῖν ἐπὶ τὴν Ἑλλάδα καὶ συμμαχεῖν τοῖς Ἕλλησι κατὰ τῶν Περσῶν.
なぜなら、彼は大軍を率いてギリシアへ航海し、ペルシア人に対してギリシア人と同盟して戦う準備をしていたからである。
§11.26.5ἤδη δʼ αὐτοῦ μέλλοντος ποιεῖσθαι τὴν ἀναγωγήν, κατέπλευσάν τινες ἐκ Κορίνθου διασαφοῦντες νενικηκέναι τῇ ναυμαχίᾳ τοὺς Ἕλληνας περὶ Σαλαμῖνα, καὶ τὸν Ξέρξην μετὰ μέρους τῆς δυνάμεως ἐκ τῆς Εὐρώπης ἀπηλλάχθαι.
彼がまさに出港しようとしていたとき、コリントスからある人々が船で到着し、ギリシア軍がサラミスの海戦で勝利し、クセルクセスが軍の一部を率いてヨーロッパから撤退したことを明らかにした。
διὸ καὶ τῆς ὁρμῆς ἐπισχών, τὴν προθυμίαν τῶν στρατιωτῶν ἀποδεξάμενος, συνήγαγεν ἐκκλησίαν, προστάξας ἅπαντας ἀπαντᾶν μετὰ τῶν ὅπλων·
そのため、彼は遠征を思いとどまり、兵士たちの熱意を認めた上で民会を招集し、全員に武器を携えて集まるよう命じた。
αὐτὸς δὲ οὐ μόνον τῶν ὅπλων γυμνὸς εἰς τὴν ἐκκλησίαν ἦλθεν, ἀλλὰ καὶ ἀχίτων ἐν ἱματίῳ προσελθὼν ἀπελογίσατο μὲν περὶ παντὸς τοῦ βίου καὶ τῶν πεπραγμένων αὐτῷ πρὸς τοὺς Συρακοσίους·
しかし、彼自身は武器を持たずに丸腰で民会に現れただけでなく、下着さえ着ずに上着だけを身につけて進み出て、自らの全生涯と、シラクサ市民に対して行ってきた事績について釈明を行った。
§11.26.6ἐφʼ ἑκάστῳ δὲ τῶν λεγομένων ἐπισημαινομένων τῶν ὄχλων, καὶ θαυμαζόντων μάλιστα ὅτι γυμνὸν ἑαυτὸν παρεδεδώκει τοῖς βουλομένοις αὐτὸν ἀνελεῖν, τοσοῦτον ἀπεῖχε τοῦ μὴ τυχεῖν τιμωρίας ὡς τύραννος, ὥστε μιᾷ φωνῇ πάντας ἀποκαλεῖν εὐεργέτην καὶ σωτῆρα καὶ βασιλέα.
彼の言葉の一つひとつに群衆が歓声を送り、何よりも彼を殺しようと望む者たちに対して、自らを丸腰の状態で差し出したことに驚嘆したため、彼は僭主として処罰を受けることから遠くかけ離れていたばかりか、全員が一斉に彼を「恩人」「救済者」「王」と呼び称えるほどであった。
§11.26.7ἀπὸ δὲ τούτων γενόμενος ὁ Γέλων ἐκ μὲν τῶν λαφύρων κατεσκεύασε ναοὺς ἀξιολόγους Δήμητρος καὶ Κόρης, χρυσοῦν δὲ τρίποδα ποιήσας ἀπὸ ταλάντων ἑκκαίδεκα ἀνέθηκεν εἰς τὸ τέμενος τὸ ἐν Δελφοῖς Ἀπόλλωνι χαριστήριον.
これらの出来事の後、ゲロンは戦利品からデメテルとコレの高名な神殿群を建設し、また十六タラントンから作られた黄金の三脚釜を、感謝の印としてデルポイの聖域にあるアポロンに奉納した。
ἐπεβάλετο δὲ ὕστερον καὶ κατὰ τὴν Αἴτνην κατασκευάζειν νεὼν Δήμητρος νεὼς ἐνδεούσης· τοῦτον μὲν οὐ συνετέλεσε, μεσολαβηθεὶς τὸν βίον ὑπὸ τῆς πεπρωμένης.
彼は後にアイトナにおいても、神殿が不足していたため、デメテルの神殿を建設することに着手したが、運命によって生涯を中断されたため、これを完成させることはできなかった。
§11.26.8τῶν δὲ μελοποιῶν Πίνδαρος ἦν ἀκμάζων κατὰ τούτους τοὺς χρόνους.
叙情詩人のうちでは、ピンダロスがこの時代に全盛期を迎えていた。
τὰ μὲν οὖν ἀξιολογώτατα τῶν πραχθέντων κατὰ τοῦτον τὸν ἐνιαυτὸν σχεδὸν ταῦτʼ ἐστίν.
さて、この年に起こった事績のうち、最も注目すべきものはほぼ以上のものである。