Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.25.1-11.25.5

戦利品の分配と捕虜によるアクラガスの公共事業

26 / 723 箇所 · ギリシア語

要旨

ゲロンによる戦利品と捕虜の分配が語られ、特にアクラガスにおいて多数の捕虜が動員されて神殿、下水道、豪華な貯水池、果樹園が建設されたこと、そしてゲロンの凱旋が記述される。

§11.25.1ὁ δὲ Γέλων μετὰ τὴν νίκην τούς τε ἱππεῖς τοὺς ἀνελόντας τὸν Ἀμίλκαν δωρεαῖς ἐτίμησε καὶ τῶν ἄλλων τοὺς ἠνδραγαθηκότας ἀριστείοις ἐκόσμησε.
ゲロンは勝利の後、ハミルカルを討ち取った騎兵たちに恩賞を与えて称え、他の者のうち勇猛に戦った者たちを勲功章で飾った。
τῶν δὲ λαφύρων τὰ καλλιστεύοντα παρεφύλαξε, βουλόμενος τοὺς ἐν ταῖς Συρακούσαις νεὼς κοσμῆσαι τοῖς σκύλοις·
そして、戦利品のうち最も美しいものを取り置いたが、それはシラクサの神殿をそれらの武具で飾ることを望んだからであった。
τῶν δʼ ἄλλων πολλὰ μὲν ἐν Ἱμέρᾳ προσήλωσε τοῖς ἐπιφανεστάτοις τῶν ἱερῶν, τὰ δὲ λοιπὰ μετὰ τῶν αἰχμαλώτων διεμέρισε τοῖς συμμάχοις, κατὰ τὸν ἀριθμὸν τῶν συστρατευσάντων τὴν ἀναλογίαν ποιησάμενος.
残りの戦利品のうちの多くは、ヒメラの最も著名な神殿に打ち付け、さらに残りは捕虜とともに同盟者たちに分配し、従軍した者たちの人数に応じて比例配分を行った。
§11.25.2αἱ δὲ πόλεις εἰς πέδας κατέστησαν τοὺς διαιρεθέντας αἰχμαλώτους, καὶ τὰ δημόσια τῶν ἔργων διὰ τούτων ἐπεσκεύαζον.
諸都市は分配された捕虜たちに足枷をはめ、彼らを通じて公共の土木事業を修繕した。
πλείστους δὲ λαβόντες Ἀκραγαντῖνοι τήν τε πόλιν αὐτῶν καὶ τὴν χώραν ἐκόσμησαν· τοσοῦτον γὰρ παρʼ αὐτοῖς τῶν ἡλωκότων ἦν τὸ πλῆθος, ὥστε πολλοὺς τῶν ἰδιωτῶν παρʼ αὐτοῖς ἔχειν δεσμώτας πεντακοσίους.
アクラガスの人々は最も多くの捕虜を獲得して、彼らの都市と領土を美化したが、彼らのもとにおける捕虜の数は非常に多く、市民個人の多くが、それぞれ五百人の囚人を所有するほどであった。
συνεβάλετο γὰρ αὐτοῖς πρὸς τὸ πλῆθος τῶν αἰχμαλώτων οὐ μόνον ὅτι πολλοὺς στρατιώτας ἀπεσταλκότες ἦσαν ἐπὶ τὴν μάχην, ἀλλὰ καὶ διότι γενομένης τῆς τροπῆς πολλοὶ τῶν φευγόντων εἰς τὴν μεσόγειον ἀνεχώρησαν, μάλιστα δὲ εἰς τὴν Ἀκραγαντίνων, ὧν ἁπάντων ὑπὸ τῶν Ἀκραγαντίνων ζωγρηθέντων ἔγεμεν ἡ πόλις τῶν ἑαλωκότων.
彼らのもとで捕虜がこれほど多数に上ったのは、彼らが戦闘に多くの兵士を派遣していたことだけでなく、敗走が生じた際に、逃亡者の多くが内陸部、とりわけアクラガスの領土へと退却し、その全員がアクラガス人によって生け捕りにされたために、都市が捕虜で満ちあふれたことも寄与していた。
§11.25.3πλείστων δὲ εἰς τὸ δημόσιον ἀνενεχθέντων, οὗτοι μὲν τοὺς λίθους ἔτεμνον, ἐξ ὧν οὐ μόνον οἱ μέγιστοι τῶν θεῶν ναοὶ κατεσκευάσθησαν, ἀλλὰ καὶ πρὸς τὰς τῶν ὑδάτων ἐκ τῆς πόλεως ἐκροὰς ὑπόνομοι κατεσκευάσθησαν τηλικοῦτοι τὸ μέγεθος, ὥστε ἀξιοθέατον εἶναι τὸ κατασκεύασμα, καίπερ διὰ τὴν εὐτέλειαν καταφρονούμενον.
その大半が公有に帰されると、彼らは石を切り出したが、それを用いて、神々の最大の神殿群が建設されただけでなく、都市からの排水のための地下排水路が、その規模において、取るに足らないものであるために軽視されているにもかかわらず、その建造物が一見の価値があるほどに巨大なものとして建設された。
ἐπιστάτης δὲ γενόμενος τούτων τῶν ἔργων ὁ προσαγορευόμενος Φαίαξ διὰ τὴν δόξαν τοῦ κατασκευάσματος ἐποίησεν ἀφʼ ἑαυτοῦ κληθῆναι τοὺς ὑπονόμους φαίακας.
これらの工事の監督となった、ファイアクスと呼ばれる人物は、その建造物の名声ゆえに、この地下排水路を自分自身にちなんで「ファイアケス」と呼ばせるようにした。
§11.25.4κατεσκεύασαν δὲ οἱ Ἀκραγαντῖνοι καὶ κολυμβήθραν πολυτελῆ, τὴν περίμετρον ἔχουσαν σταδίων ἑπτά, τὸ δὲ βάθος πηχῶν εἴκοσι.
また、アクラガスの人々は、外周が七スタディオン、深さが二十ペキュスある、豪華な貯水池をも建設した。
εἰς δὲ ταύτην ἐπαγομένων ποταμίων καὶ κρηναίων ὑδάτων ἰχθυοτροφεῖον ἐγένετο, πολλοὺς παρεχόμενον ἰχθῦς εἰς τροφὴν καὶ ἀπόλαυσιν·
ここに川や泉の水が引き込まれて養魚池となり、食用や娯楽のために多くの魚を供給した。
κύκνων τε πλείστων εἰς αὐτὴν καταπταμένων συνέβη τὴν πρόσοψιν αὐτῆς ἐπιτερπῆ γενέσθαι.
また、非常に多くの白鳥がそこへ舞い降りてきたため、その景観は非常に楽しいものとなった。
ἀλλʼ αὕτη μὲν ἐν τοῖς ὕστερον χρόνοις ἀμεληθεῖσα συνεχώσθη καὶ διὰ τὸ πλῆθος τοῦ χρόνου κατεφθάρη, §11.25.5τὴν δὲ χώραν ἅπασαν ἀγαθὴν οὖσαν ἀμπελόφυτον ἐποίησαν καὶ δένδρεσι παντοίοις πεπυκνωμένην, ὥστε λαμβάνειν ἐξ αὐτῆς μεγάλας προσόδους.
しかし、この池は後世において顧みられなくなって埋まり、長い歳月の経過によって消滅したが、一方で彼らは、もともと肥沃であった領土全体を、ブドウが植えられ、あらゆる種類の木々が生い茂るようにし、そこから大きな収益を得るようにした。
Γέλων δὲ τοὺς συμμάχους ἀπολύσας τοὺς πολίτας ἀπήγαγεν εἰς τὰς Συρακούσας, καὶ διὰ τὸ μέγεθος τῆς εὐημερίας ἀποδοχῆς ἐτύγχανεν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ καθʼ ὅλην τὴν Σικελίαν·
ゲロンは同盟軍を解散させ、市民たちを連れてシラクサに帰還した。 そして、その大いなる成功ゆえに、自らの市民たちの間だけでなく、シケリア全土で歓迎を受けた。
ἐπήγετο γὰρ αἰχμαλώτων τοσοῦτο πλῆθος, ὥστε δοκεῖν ὑπὸ τῆς νήσου γεγονέναι τὴν Λιβύην ὅλην αἰχμάλωτον.
なぜなら、彼が連れてきた捕虜の数が非常に多かったため、リビア全土が島によって捕虜にされたかのように思われたからである。

語釈・文法注

  1. 11.25.2συνεβάλετο γὰρ αὐτοῖς — 動詞 `συμβάλλεσθαι` は「寄与する、貢献する」を意味し、ここでは非人称的に用いられているか、あるいは後続の `ὅτι` 節および `διότι` 節を実質的な主語としている。`αὐτοῖς` はアクラガス人(与格)を指し、`πρὸς τὸ πλῆθος τῶν αἰχμαλώτων`(捕虜の多さに対して)がその貢献の対象を示している。
  2. 11.25.3καίπερ διὰ τὴν εὐτέλειαν καταφρονούμενον — 譲歩の接続詞 `καίπερ` を伴う受動態分詞 `καταφρονούμενον`(中性単数主格)は、直前の `κατασκεύασμα`(建造物)を修飾している。`εὐτέλεια` は排水路(下水道)という実用的で目立たない「卑俗さ」や「安価さ」を指し、「排水設備自体はその卑俗さ(目立たなさ)ゆえに軽んじられているものの、その規模においては一見の価値がある」という対比をなしている。
  3. 11.25.5ὥστε δοκεῖν ὑπὸ τῆς νήσου γεγονέναι τὴν Λιβύην ὅλην αἰχμάλωτον — 結果の `ὥστε` 節。不定詞 `δοκεῖν`(思われる)の主語は非人称的に扱われ、その補文である対格不定詞句(`γεγονέναι τὴν Λιβύην ὅλην αἰχμάλωτον`)の主語が `τὴν Λιβύην ὅλην`(リビア全土)となっている。`ὑπὸ τῆς νήσου`(島によって)の「島」とは、シケリア島を指す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.25.1-11.25.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.25.1-11.25.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。