Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.24.1-11.24.4

迦太基残军覆灭与向盖隆遣使求和

第 25 段,共 723 段 · 希腊语

内容简介

记述了盖隆在吉梅拉的胜利与温泉关战役发生在同一天,以及战败的迦太基军队的悲惨结局、国内的恐慌和哀悼,并叙述了他们派遣全权代表向盖隆求和的过程。

§11.24.1συνέβη γὰρ τῇ αὐτῇ ἡμέρᾳ τὸν Γέλωνα νικῆσαι καὶ τοὺς περὶ Θερμοπύλας μετὰ Λεωνίδου διαγωνίσασθαι πρὸς Ξέρξην, ὥσπερ ἐπίτηδες τοῦ δαιμονίου περὶ τὸν αὐτὸν καιρὸν ποιήσαντος γενέσθαι τήν τε καλλίστην νίκην καὶ τὴν ἐνδοξοτάτην ἧτταν.
因为盖隆获得胜利,与莱奥尼达斯率领的温泉关将士同薛西斯决战,恰好发生在同一天,仿佛是神明故意让最辉煌的胜利与最光荣的失败在同一时刻发生。
§11.24.2μετὰ δὲ τὴν γενομένην μάχην πρὸς τῇ πόλει τῶν Ἱμεραίων εἴκοσι νῆες μακραὶ διέφυγον τὸν κίνδυνον, ἃς Ἀμίλκας οὐκ ἐνεώλκησε πρὸς τὰς ἀναγκαίας χρείας.
在吉梅拉人城附近发生战斗后,有二十艘军舰逃脱了危险,这些是哈米尔卡因紧急需要而未拖上海岸的。
διὸ καὶ τῶν ἀνδρῶν σχεδὸν ἁπάντων τῶν μὲν ἀνῃρημένων, τῶν δὲ ἐζωγρημένων, ἔφθασαν αὗται τὸν ἀπόπλουν ποιησάμεναι.
因此,在几乎所有士兵或被杀或被生擒的情况下,这些船只得以抢先起航。
πολλοὺς δὲ τῶν φευγόντων ἀναλαβοῦσαι, καὶ διὰ τοῦτο κατάγομοι γενόμεναι, περιέπεσον χειμῶνι καὶ πᾶσαι διεφθάρησαν· ὀλίγοι δέ τινες ἐν μικρῷ σκάφει διασωθέντες εἰς Καρχηδόνα διεσάφησαν τοῖς πολίταις, σύντομον ποιησάμενοι τὴν ἀπόφασιν, ὅτι πάντες οἱ διαβάντες εἰς τὴν Σικελίαν ἀπολώλασιν.
由于搭载了许多逃亡者,船只超载,结果遭遇风暴而全部沉没;只有极少数人乘小艇幸存,逃回迦太基向公民们报告,他们简短地宣称:所有渡海前往西西里的人都已丧生。
§11.24.3οἱ δὲ Καρχηδόνιοι παρʼ ἐλπίδας μεγάλῃ συμφορᾷ περιπεσόντες ἐπὶ τοσοῦτο κατεπλάγησαν, ὥστε τὰς νύκτας ἅπαντας διαγρυπνεῖν φυλάττοντας τὴν πόλιν, ὡς τοῦ Γέλωνος πάσῃ τῇ δυνάμει παραχρῆμα διεγνωκότος πλεῖν ἐπὶ τὴν Καρχηδόνα.
迦太基人由于陷入了出乎意料的巨大灾难,惊恐万分,以至于他们整夜不眠地守卫着城市,因为他们认为盖隆已经决定立即率领全部军队向迦太基航行。
§11.24.4διὰ δὲ τὸ πλῆθος τῶν ἀπολωλότων ἥ τε πόλις ἐπένθησε κοινῇ καὶ κατʼ ἰδίαν αἱ τῶν ἰδιωτῶν οἰκίαι κλαυθμοῦ καὶ πένθους ἐπληροῦντο.
由于死者人数众多,城市共同哀悼,私下里普通公民的家也充满了哭泣和悲哀。
οἱ μὲν γὰρ υἱούς, οἱ δὲ ἀδελφοὺς ἐπεζήτουν, πλεῖστοι δὲ παῖδες ὀρφανοὶ πατέρων γεγονότες ἔρημοι ὠδύροντο τόν τε τῶν γεγεννηκότων θάνατον καὶ τὴν ἰδίαν ἐρημίαν τῶν βοηθούντων.
有些人寻找儿子,有些人寻找兄弟,极多失去了父亲的孤儿在无助中痛哭,哀悼生育者的死亡以及自己无人相助的孤独境遇。
οἱ δὲ Καρχηδόνιοι φοβούμενοι μὴ φθάσῃ διαβὰς εἰς Λιβύην Γέλων, εὐθὺς ἐξέπεμψαν πρὸς αὐτὸν πρεσβευτὰς αὐτοκράτορας τοὺς δυνατωτάτους εἰπεῖν τε καὶ βουλεύσασθαι.
迦太基人担心盖隆会抢先渡海来到利比亚,于是立即派出了在言辞和决策方面能力最强的全权代表,前往他那里。

词汇与语法注释

  1. 11.24.1ὥσπερ ἐπίτηδες τοῦ δαιμονίου ... ποιήσαντος — 带连接词 `ὥσπερ`(仿佛)的属格独立分词结构,表达作者对这一历史巧合的主观及比喻性解释,暗示神意有意的安排。
  2. 11.24.2ἔφθασαν αὗται τὸν ἀπόπλουν ποιησάμεναι — 动词 `φθάνω` 搭配补充分词(此处为 `ποιησάμεναι`)表示抢先或先行动作(“抢先……”)。此句强调在陆上士兵被俘虏之前,这些船只已自发且抢先出航脱险。
  3. 11.24.3ὡς τοῦ Γέλωνος ... διεγνωκότος πλεῖν — 由连词 `ὡς` 引导的属格独立分词结构,用以表示主句主语(迦太基人)主观上的假定或认定(“认为盖隆已经决定航行”)。
  4. 11.24.4φοβούμενοι μὴ φθάσῃ διαβὰς — 在表示担忧的分词 `φοβούμενοι` 之后,由 `μή` 引导的带虚拟语气(`φθάσῃ`)的惧怕从句(“担心……”)。此处虚拟语气动词 `φθάσῃ` 又与补充分词 `διαβάς` 连用,表示“担心盖隆抢先渡海”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.24.1-11.24.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.24.1-11.24.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。