§11.23.1διὸ καὶ πολλοὶ τῶν συγγραφέων παραβάλλουσι ταύτην τὴν μάχην τῇ περὶ Πλαταιὰς γενομένῃ τοῖς Ἕλλησι καὶ στρατήγημα τὸ Γέλωνος τοῖς ἐπινοήμασι τοῖς Θεμιστοκλέους, καὶ τὸ πρωτεῖον διὰ τὰς ἀμφοτέρων ὑπερβολὰς τῆς ἀρετῆς οἱ μὲν τούτοις, οἱ δὲ τοῖς ἑτέροις ἀπονέμουσι.
因此,许多历史学家也将这场战役与希腊人在普拉提亚所发生的战役相媲美,将盖隆的策略与地米斯托克利的计谋相比较;由于双方的德行都达到了极点,有些人将首奖归功于前者,有些人则归功于后者。
§11.23.2καὶ γὰρ τῶν κατὰ τὴν Ἑλλάδα καὶ τῶν κατὰ τὴν Σικελίαν πρὸ τῆς μάχης καταπεπληγμένων τὸ πλῆθος τῶν βαρβαρικῶν δυνάμεων, οἱ κατὰ Σικελίαν πρότερον νικήσαντες ἐποίησαν τοὺς κατὰ τὴν Ἑλλάδα θαρρῆσαι, πυθομένους τὴν τοῦ Γέλωνος νίκην·
因为尽管在战前,希腊本土和西西里的人们都被蛮族军队的庞大数量所震慑,但西西里人首先获得了胜利,使得希腊本土的人们在得知盖隆的胜利后振作了精神。
καὶ τῶν τὴν ὅλην ἡγεμονίαν παρʼ ἀμφοτέροις ἐσχηκότων παρὰ μὲν τοῖς Πέρσαις συνέβη διαπεφευγέναι τὸν βασιλέα καὶ πολλὰς μυριάδας μετʼ αὐτοῦ, παρὰ δὲ τοῖς Καρχηδονίοις μὴ μόνον ἀπολέσθαι τὸν στρατηγόν, ἀλλὰ καὶ τοὺς μετασχόντας τοῦ πολέμου κατακοπῆναι, καὶ τὸ δὴ λεγόμενον μηδὲ ἄγγελον εἰς τὴν Καρχηδόνα διασωθῆναι.
并且,在双方担任全军指挥的领袖中,在波斯人一方,国王及随行的数万人得以逃脱;而在迦太基人一方,不仅将军战死,连参与战争的人也全被斩杀,正如俗话所说,甚至连一个报信的人都没能活着回到迦太基。
§11.23.3πρὸς δὲ τούτοις τοὺς ἐπιφανεστάτους τῶν ἡγεμόνων παρὰ μὲν τοῖς Ἕλλησι Παυσανίαν καὶ Θεμιστοκλέα, τὸν μὲν ὑπὸ τῶν ἰδίων πολιτῶν θανατωθῆναι διὰ πλεονεξίαν καὶ προδοσίαν, τὸν δʼ ἐξ ἁπάσης τῆς Ἑλλάδος ἐξελαθέντα καταφυγεῖν πρὸς τὸν ἐχθρότατον Ξέρξην καὶ παρʼ ἐκείνῳ βιῶσαι μέχρι τῆς τελευτῆς, Γέλωνα δὲ μετὰ τὴν μάχην ἀεὶ καὶ μᾶλλον ἀποδοχῆς τυγχάνοντα παρὰ τοῖς Συρακοσίοις ἐγγηρᾶσαι τῇ βασιλείᾳ καὶ τελευτῆσαι θαυμαζόμενον, καὶ τοσοῦτον ἰσχῦσαι τὴν πρὸς αὐτὸν εὔνοιαν παρὰ τοῖς πολίταις, ὥστε καὶ τρισὶν ἐκ τῆς οἰκίας τῆς ἐκείνου τὴν ἀρχὴν διαφυλαχθῆναι.
除此之外,在最显赫的领袖中,在希腊人一方,保萨尼亚斯和地米斯托克利,前者因贪婪和叛国被自己的公民处死,后者则被逐出整个希腊,投奔了最痛恨的敌人薛西斯,并在那里一直生活到去世;而盖隆在战后在叙拉古人中获得了越来越大的认可,在王位上安享晚年,并在众人的赞美中去世,公民们对他的爱戴如此深厚,以至于他家族中的三位继承人也得以继承了统治权。
ἀλλὰ γὰρ τούτων οἱ δικαίαν δόξαν κεκτημένοι τοὺς προσήκοντας ἐπαίνους καὶ παρʼ ἡμῶν ἔχουσιν, ἐπὶ δὲ τὸ συνεχὲς τοῖς προειρημένοις μεταβησόμεθα.
不过,他们当中获得公正声誉的人,也从我们这里得到了应有的赞扬,而我们将继续叙述接下来的事情。