§11.17.1ὁ δὲ Θεμιστοκλῆς ὁρῶν τὸν μὲν ναύαρχον Εὐρυβιάδην μὴ δυνάμενον περιγενέσθαι τῆς τοῦ πλήθους ὁρμῆς, τὰς δὲ περὶ Σαλαμῖνα δυσχωρίας δύνασθαι πολλὰ συμβαλέσθαι πρὸς τὴν νίκην, ἐμηχανήσατό τι τοιοῦτον· ἔπεισέ τινα πρὸς τὸν Ξέρξην αὐτομολῆσαι καὶ διαβεβαιώσασθαι, διότι μέλλουσιν αἱ κατὰ Σαλαμῖνα νῆες ἀποδιδράσκειν ἐκ τῶν τόπων καὶ πρὸς τὸν Ἰσθμὸν ἀθροίζεσθαι.
然而,地米斯托克利看到指挥官尤里比阿德斯无法克制民众的冲动,又看到萨拉米斯周围地势的狭隘大有助于取得胜利,便策划了如下的计谋:他劝说某人叛逃到薛西斯那里,并向其确证:萨拉米斯的船只正企图逃离该地并在地峡集结。
§11.17.2διόπερ ὁ βασιλεὺς διὰ τὴν πιθανότητα τῶν προσαγγελθέντων πιστεύσας, ἔσπευδε κωλῦσαι τὰς ναυτικὰς δυνάμεις τῶν Ἑλλήνων τοῖς πεζοῖς στρατοπέδοις πλησιάζειν.
因此,国王因所报之事的合理性而予以相信,急于阻止希腊人的海军力量靠近其陆军。
εὐθὺς οὖν τὸ τῶν Αἰγυπτίων ναυτικὸν ἐξέπεμψε, προστάξας ἐμφράττειν τὸν μεταξὺ πόρον τῆς τε Σαλαμῖνος καὶ τῆς Μεγαρίδος χώρας.
于是他立即派出了埃及人的舰队,命令他们封锁萨拉米斯与麦加拉领土之间的海峡。
τὸ δὲ ἄλλο πλῆθος τῶν νεῶν ἐξέπεμψεν ἐπὶ τὴν Σαλαμῖνα, προστάξας ἐξάπτεσθαι τῶν πολεμίων καὶ ναυμαχίᾳ κρίνειν τὸν ἀγῶνα.
他又将剩余的大部分船只派往萨拉米斯,命令他们向敌人发起进攻,通过海战决出胜负。
ἦσαν δὲ αἱ τριήρεις διατεταγμέναι κατὰ ἔθνος ἑξῆς, ἵνα διὰ τὴν ὁμοφωνίαν καὶ γνῶσιν προθύμως ἀλλήλοις βοηθῶσιν.
三列桨座战船按民族依次排开,以便通过语言的相通和彼此的熟悉,能够热心地互相支援。
§11.17.3οὕτω δὲ ταχθέντος τοῦ ναυτικοῦ στόλου, τὸ μὲν δεξιὸν κέρας ἐπεῖχον Φοίνικες, τὸ δʼ εὐώνυμον οἱ μετὰ τῶν Περσῶν ὄντες Ἕλληνες.
当海军舰队如此部署完毕后,右翼由腓尼基人占领,左翼则由站在波斯人一边的希腊人占领。
οἱ δὲ τῶν Ἰώνων ἡγεμόνες ἀπέστειλαν ἄνδρα Σάμιον πρὸς τοὺς Ἕλληνας τὸν διασαφήσοντα περὶ τῶν δεδογμένων τῷ βασιλεῖ καὶ περὶ τῆς ὅλης ἐκτάξεως, καὶ διότι κατὰ τὴν μάχην ἀποστήσονται τῶν βαρβάρων.
而伊奥尼亚人的指挥官们派遣了一名萨摩斯人前往希腊人那里,以说明国王的决定和整体的布阵,并表明他们将在战斗中背叛野蛮人。
§11.17.4τοῦ δὲ Σαμίου λάθρᾳ διανηξαμένου καὶ περὶ τούτου διασαφήσαντος τοῖς περὶ τὸν Εὐρυβιάδην, ὁ μὲν Θεμιστοκλῆς, κατὰ νοῦν αὐτῷ προκεχωρηκότος τοῦ στρατηγήματος, περιχαρὴς ἦν καὶ τὰ πλήθη παρεκάλεσεν εἰς τὸν κίνδυνον, οἱ δʼ Ἕλληνες ἐπὶ τῇ τῶν Ἰώνων ἐπαγγελίᾳ θαρρήσαντες, καὶ τῆς περιστάσεως βιαζομένης αὐτοὺς παρὰ τὴν ἰδίαν προαίρεσιν ναυμαχεῖν, ἀπὸ τῆς Σαλαμῖνος προθύμως συγκατέβαινον εἰς τὴν ναυμαχίαν.
在萨摩斯人秘密游过去并将此事告知尤里比阿德斯等人后,地米斯托克利因其计谋如愿以偿而大喜过望,并鼓励民众迎向危险;而希腊人因伊奥尼亚人的承诺而备受鼓舞,且由于形势强迫他们违背自己的意愿去进行海战,便热心地从萨拉米斯出发参与海战。