§11.17.1ὁ δὲ Θεμιστοκλῆς ὁρῶν τὸν μὲν ναύαρχον Εὐρυβιάδην μὴ δυνάμενον περιγενέσθαι τῆς τοῦ πλήθους ὁρμῆς, τὰς δὲ περὶ Σαλαμῖνα δυσχωρίας δύνασθαι πολλὰ συμβαλέσθαι πρὸς τὴν νίκην, ἐμηχανήσατό τι τοιοῦτον·
しかしテミストクレスは、指揮官エウリュビアデスが群衆の勢いを制することができないのを見て、他方サラミス周辺の地形の狭隘さが勝利に大いに貢献しうるのを見て、次のような計画を企てた。
ἔπεισέ τινα πρὸς τὸν Ξέρξην αὐτομολῆσαι καὶ διαβεβαιώσασθαι, διότι μέλλουσιν αἱ κατὰ Σαλαμῖνα νῆες ἀποδιδράσκειν ἐκ τῶν τόπων καὶ πρὸς τὸν Ἰσθμὸν ἀθροίζεσθαι.
すなわち、ある者を説得してクセルクセスの元へ投降させ、サラミスの船団がその場所から逃亡し、イストモスへと集結しようとしていると確言させたのである。
§11.17.2διόπερ ὁ βασιλεὺς διὰ τὴν πιθανότητα τῶν προσαγγελθέντων πιστεύσας, ἔσπευδε κωλῦσαι τὰς ναυτικὰς δυνάμεις τῶν Ἑλλήνων τοῖς πεζοῖς στρατοπέδοις πλησιάζειν.
それゆえ王は、報告されたことの信憑性のゆえにそれを信じ、ギリシア人の海軍力が陸上部隊に合流するのを防ごうと急いだ。
εὐθὺς οὖν τὸ τῶν Αἰγυπτίων ναυτικὸν ἐξέπεμψε, προστάξας ἐμφράττειν τὸν μεταξὺ πόρον τῆς τε Σαλαμῖνος καὶ τῆς Μεγαρίδος χώρας.
そこで直ちにエジプト人の艦隊を派遣し、サラミスとメガリス領の間の海峡を封鎖するよう命じた。
τὸ δὲ ἄλλο πλῆθος τῶν νεῶν ἐξέπεμψεν ἐπὶ τὴν Σαλαμῖνα, προστάξας ἐξάπτεσθαι τῶν πολεμίων καὶ ναυμαχίᾳ κρίνειν τὸν ἀγῶνα.
また、残りの大多数の船をサラミスへと派遣し、敵と交戦し、海戦によって決着をつけるよう命じた。
ἦσαν δὲ αἱ τριήρεις διατεταγμέναι κατὰ ἔθνος ἑξῆς, ἵνα διὰ τὴν ὁμοφωνίαν καὶ γνῶσιν προθύμως ἀλλήλοις βοηθῶσιν.
三段櫂船は、言語の共通性と互いの知己によって、熱心に助け合えるように、民族ごとに順に整列させられていた。
§11.17.3οὕτω δὲ ταχθέντος τοῦ ναυτικοῦ στόλου, τὸ μὲν δεξιὸν κέρας ἐπεῖχον Φοίνικες, τὸ δʼ εὐώνυμον οἱ μετὰ τῶν Περσῶν ὄντες Ἕλληνες.
海軍艦隊がこのように配置されると、右翼をフェニキア人が占め、左翼をペルシア側についているギリシア人たちが占めた。
οἱ δὲ τῶν Ἰώνων ἡγεμόνες ἀπέστειλαν ἄνδρα Σάμιον πρὸς τοὺς Ἕλληνας τὸν διασαφήσοντα περὶ τῶν δεδογμένων τῷ βασιλεῖ καὶ περὶ τῆς ὅλης ἐκτάξεως, καὶ διότι κατὰ τὴν μάχην ἀποστήσονται τῶν βαρβάρων.
一方、イオニア人の指揮官たちはサモス人の男をギリシア人たちのもとへ派遣し、王の決定事項や全体の布陣について、また戦いの最中に自分たちが異民族から離反するつもりであることを明らかにさせようとした。
§11.17.4τοῦ δὲ Σαμίου λάθρᾳ διανηξαμένου καὶ περὶ τούτου διασαφήσαντος τοῖς περὶ τὸν Εὐρυβιάδην, ὁ μὲν Θεμιστοκλῆς, κατὰ νοῦν αὐτῷ προκεχωρηκότος τοῦ στρατηγήματος, περιχαρὴς ἦν καὶ τὰ πλήθη παρεκάλεσεν εἰς τὸν κίνδυνον, οἱ δʼ Ἕλληνες ἐπὶ τῇ τῶν Ἰώνων ἐπαγγελίᾳ θαρρήσαντες, καὶ τῆς περιστάσεως βιαζομένης αὐτοὺς παρὰ τὴν ἰδίαν προαίρεσιν ναυμαχεῖν, ἀπὸ τῆς Σαλαμῖνος προθύμως συγκατέβαινον εἰς τὴν ναυμαχίαν.
そのサモス人が密かに泳ぎ渡り、このことをエウリュビアデスらに伝えると、テミストクレスは、自分の計略が思い通りに進んだため大いに喜び、群衆を危険へと立ち向かうよう励ました。 一方ギリシア人たちは、イオニア人の約束に勇気づけられ、また状況自身が彼らに自らの本意に反して海戦を行うよう強制していたこともあって、サラミスから熱心に海戦へと臨んだ。