Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.16.1-11.16.3

希腊人的动摇与地峡防墙的修筑

第 17 段,共 723 段 · 希腊语

内容简介

在决定于萨拉米斯进行海战后,因畏惧波斯军队的庞大规模,希腊士兵中产生大范围动摇,伯罗奔尼撒人随之在地峡加急修筑防墙。

§11.16.1τέλος δὲ κοινοῦ δόγματος γενομένου περὶ Σαλαμῖνα ναυμαχεῖν, οἱ μὲν Ἕλληνες παρεσκευάζοντο τὰ πρὸς τοὺς Πέρσας καὶ πρὸς τὸν κίνδυνον.
最后,当达成在萨拉米斯附近进行海战的共同决议后,希腊人便开始为对付波斯人以及应对危险做准备。
ὁ δʼ οὖν Εὐρυβιάδης παραλαβὼν τὸν Θεμιστοκλέα παρακαλεῖν ἐπεχείρει τὰ πλήθη καὶ προτρέπεσθαι πρὸς τὸν ἐπιφερόμενον κίνδυνον.
于是,尤里比阿德斯带上地米斯托克利,试图鼓励民众,促使他们迎向逼近的危险。
οὐ μὴν τὸ πλῆθος ὑπήκουεν, ἀλλὰ πάντων καταπεπληγμένων τὸ μέγεθος τῶν Περσικῶν δυνάμεων οὐδεὶς προσεῖχε τοῖς ἡγεμόσιν, ἀλλʼ ἕκαστος ἐκ τῆς Σαλαμῖνος ἐκπλεῖν ἔσπευδεν εἰς τὴν Πελοπόννησον.
然而,民众并不听从,反而因为所有人都对波斯军队的庞大规模感到恐惧,没有人理会指挥官,而是每个人都急于从萨拉米斯启航前往伯罗奔尼撒。
§11.16.2οὐδὲν δʼ ἧττον καὶ τὸ πεζὸν στρατόπεδον τῶν Ἑλλήνων ἐδεδίει τὰς τῶν πολεμίων δυνάμεις, ἥ τε τῶν περὶ Θερμοπύλας ἀπώλεια τῶν ἀξιολογωτάτων ἀνδρῶν παρείχετο κατάπληξιν, καὶ τὰ περὶ τὴν Ἀττικὴν συμπτώματα πρὸ ὀφθαλμῶν ὄντα πολλὴν ἀθυμίαν ἐνεποίει τοῖς Ἕλλησιν.
尽管如此,希腊人的陆军也同样惧怕敌人的力量;在温泉关损失了最杰出的勇士带来了恐慌,而眼前的阿提卡惨状也使希腊人陷入了极大的沮丧之中。
§11.16.3οἱ δὲ σύνεδροι τῶν Ἑλλήνων ὁρῶντες τὴν τῶν ὄχλων ταραχὴν καὶ τὴν ὅλην ἔκπληξιν, ἐψηφίσαντο διατειχίζειν τὸν Ἰσθμόν.
希腊人的评议员们见民众一片混乱,全体惊恐不安,便投票决定在地峡筑墙防守。
καὶ ταχὺ τῶν ἔργων συντελεσθέντων διὰ τὴν προθυμίαν καὶ τὸ πλῆθος τῶν ἐργαζομένων, οἱ μὲν Πελοποννήσιοι ὠχύρουν τὸ τεῖχος, διατεῖνον ἐπὶ σταδίους τετταράκοντα ἀπὸ Λεχαίου μέχρι Κεγχρεῶν, οἱ δʼ ἐν τῇ Σαλαμῖνι διατρίβοντες μετὰ παντὸς τοῦ στόλου κατεπλάγησαν ἐπὶ τοσοῦτον, ὥστε μηκέτι πειθαρχεῖν τοῖς ἡγεμόσιν.
由于工人们的热情和人数众多,工程很快便竣工了,伯罗奔尼撒人加强了这道从莱海翁一直延伸至肯克雷阿埃、长达四十斯塔德的防墙;然而,那些同整个舰队一起留在萨拉米斯的人却极度恐慌,以至于不再听从指挥官的命令。

词汇与语法注释

  1. 11.16.1καταπεπληγμένων τὸ μέγεθος — 在属格独立结构(πάντων καταπεπληγμένων)中,完成时被动分词 καταπεπληγμένων(惊恐的)带有关关系或限定宾格(τὸ μέγεθος),表示所有人都在波斯军队的“规模上”感到震惊,即被其规模所压倒。
  2. 11.16.2ἥ τε τῶν περὶ Θερμοπύλας ἀπώλεια τῶν ἀξιολογωτάτων ἀνδρῶν — 名词 ἀπώλεια(丧失、毁灭)同时受到两个修饰成分的限定:作定语使用的介词短语(τῶν περὶ Θερμοπύλας,“在温泉关的人”)和宾格性属格(τῶν ἀξιολογωτάτων ἀνδρῶν,“最杰出的男子”),意为“在温泉关最杰出勇士的全灭”。
  3. 11.16.3διατεῖνον — 现在活动分词 διατεῖνον(延伸的)为中性单数主格/宾格形式,作定语修饰其直接先行词中性名词 τὸ τεῖχος(防墙)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.16.1-11.16.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.16.1-11.16.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。