§11.16.1τέλος δὲ κοινοῦ δόγματος γενομένου περὶ Σαλαμῖνα ναυμαχεῖν, οἱ μὲν Ἕλληνες παρεσκευάζοντο τὰ πρὸς τοὺς Πέρσας καὶ πρὸς τὸν κίνδυνον.
そしてついに、サラミス周辺で海戦を行うという共通の決定がなされたので、ギリシア人たちはペルシア人に対する、かつ差し迫る危険に対する諸々の準備を整えていた。
ὁ δʼ οὖν Εὐρυβιάδης παραλαβὼν τὸν Θεμιστοκλέα παρακαλεῖν ἐπεχείρει τὰ πλήθη καὶ προτρέπεσθαι πρὸς τὸν ἐπιφερόμενον κίνδυνον.
ところでエウリュビアデスは、テミストクレスを伴って群衆を励まし、押し寄せる危険に立ち向かうよう促そうと試みた。
οὐ μὴν τὸ πλῆθος ὑπήκουεν, ἀλλὰ πάντων καταπεπληγμένων τὸ μέγεθος τῶν Περσικῶν δυνάμεων οὐδεὶς προσεῖχε τοῖς ἡγεμόσιν, ἀλλʼ ἕκαστος ἐκ τῆς Σαλαμῖνος ἐκπλεῖν ἔσπευδεν εἰς τὴν Πελοπόννησον.
しかし群衆は耳を貸さず、全員がペルシア軍の規模に恐れおののいていたので、誰も指揮官たちに注意を払わず、各自がサラミスからペロポネソスへと出航しようと急いでいた。
§11.16.2οὐδὲν δʼ ἧττον καὶ τὸ πεζὸν στρατόπεδον τῶν Ἑλλήνων ἐδεδίει τὰς τῶν πολεμίων δυνάμεις, ἥ τε τῶν περὶ Θερμοπύλας ἀπώλεια τῶν ἀξιολογωτάτων ἀνδρῶν παρείχετο κατάπληξιν, καὶ τὰ περὶ τὴν Ἀττικὴν συμπτώματα πρὸ ὀφθαλμῶν ὄντα πολλὴν ἀθυμίαν ἐνεποίει τοῖς Ἕλλησιν.
それにもかかわらず、ギリシア人の陸上部隊もまた敵の軍勢を恐れており、テルモピュライ周辺での最も優れた男たちの全滅が恐怖をもたらし、また目の前にあるアッティカの惨状がギリシア人たちに大きな落胆を生じさせていた。
§11.16.3οἱ δὲ σύνεδροι τῶν Ἑλλήνων ὁρῶντες τὴν τῶν ὄχλων ταραχὴν καὶ τὴν ὅλην ἔκπληξιν, ἐψηφίσαντο διατειχίζειν τὸν Ἰσθμόν.
ギリシア人の使節たちは、民衆の混乱と全体の動揺を目にして、イストモスに防壁を築くことを議決した。
καὶ ταχὺ τῶν ἔργων συντελεσθέντων διὰ τὴν προθυμίαν καὶ τὸ πλῆθος τῶν ἐργαζομένων, οἱ μὲν Πελοποννήσιοι ὠχύρουν τὸ τεῖχος, διατεῖνον ἐπὶ σταδίους τετταράκοντα ἀπὸ Λεχαίου μέχρι Κεγχρεῶν, οἱ δʼ ἐν τῇ Σαλαμῖνι διατρίβοντες μετὰ παντὸς τοῦ στόλου κατεπλάγησαν ἐπὶ τοσοῦτον, ὥστε μηκέτι πειθαρχεῖν τοῖς ἡγεμόσιν.
そして、作業者たちの熱意と多さによって工事が速やかに完成されると、ペロポネソス人たちは防壁を強化したが、それはレカイオンからケンクレアイまで四十スタディオンにわたって延びていた。 一方、サラミスに全艦隊とともに留まっていた者たちは、もはや指揮官たちに従わなくなるほど大いに恐れをなした。