Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.12.1-11.12.6

阿尔特米西翁海战与波斯舰队遭遇风暴

第 13 段,共 723 段 · 希腊语

内容简介

温泉关之战后,薛西斯下令发起海上进攻,其舰队却因风暴遭受重创。在阿尔特米西翁,地米斯托克利说服希腊舰队主动出击,利用波斯军的混乱展开激烈对抗,首战双方互有胜负。

§11.12.1ἡμεῖς δὲ ἀρκούντως περὶ τῆς τούτων τῶν ἀνδρῶν ἀρετῆς εἰρηκότες ἐπάνιμεν ἐπὶ τὰ συνεχῆ τοῖς εἰρημένοις.
关于这些人的英勇,我们已作了充分的叙述,现在回到前文所续的事端上。
Ξέρξης γὰρ τῶν παρόδων τὸν εἰρημένον τρόπον κρατήσας καὶ κατὰ τὴν παροιμίαν τὴν Καδμείαν νίκην νενικηκώς, ὀλίγους μὲν τῶν πολεμίων ἀνεῖλε, πολλαπλασίους δὲ τῶν ἰδίων ἀπώλεσεν.
薛西斯虽以上述方式占领了通道,并赢得了谚语所说的“卡德摩斯式的胜利”,但他仅消灭了少数敌人,却损失了数倍于此的己方士兵。
ἐπεὶ δὲ πεζῇ τῶν παρόδων ἐκυρίευσε, τῶν κατὰ τὴν θάλατταν ἀγώνων ἔκρινε λαμβάνειν πεῖραν.
既然他已在陆路上控制了通道,便决定在海上尝试交战。
§11.12.2εὐθὺς οὖν τὸν ἀφηγούμενον τοῦ στόλου Μεγαβάτην προσκαλεσάμενος διεκελεύσατο πλεῖν ἐπὶ τὸ τῶν Ἑλλήνων ναυτικὸν καὶ πειρᾶσθαι παντὶ τῷ στόλῳ ναυμαχεῖν πρὸς τοὺς Ἕλληνας.
于是,他立即召来舰队指挥官梅加巴特斯,命令其率全军向希腊人的海军航行,并企图以整支舰队与希腊人进行海战。
§11.12.3ὁ δὲ ταῖς τοῦ βασιλέως παραγγελίαις ἀκολουθῶν ἐκ Πύδνης τῆς Μακεδονικῆς ἀνήχθη παντὶ τῷ στόλῳ, καὶ κατέπλευσε τῆς Μαγνησίας πρὸς ἄκραν τὴν ὀνομαζομένην Σηπιάδα.
梅加巴特斯遵照国王的指令,率全军从马其顿的皮德纳出航,并驶达马格尼西亚被称为塞皮亚斯的海岬。
ἐνταῦθα δὲ μεγάλου πνεύματος ἐπιγενομένου ἀπέβαλε ναῦς μακρὰς μὲν ὑπὲρ τὰς τριακοσίας, ἱππαγωγοὺς δὲ καὶ τῶν ἄλλων παμπληθεῖς.
然而在该地,因突降大风,他损失了三百多艘战船,以及极多的运马船和其他船只。
λήξαντος δὲ τοῦ πνεύματος ἀναχθεὶς κατέπλευσεν εἰς Ἀφέτας τῆς Μαγνησίας.
待风息后,他再度起航,驶入马格尼西亚的阿斐泰。
ἐκεῖθεν δὲ διακοσίας τριήρεις ἐξέπεμψε, προστάξας τοῖς ἡγεμόσι περιπλεῦσαι καὶ τὴν Εὔβοιαν δεξιὰν λαβόντας κυκλώσασθαι τοὺς πολεμίους.
他从该地派出了二百艘三段铎船,命令指挥官们绕道航行,将优卑亚置于右侧以包围敌人。
§11.12.4οἱ δʼ Ἕλληνες ὥρμουν μὲν ἐπʼ Ἀρτεμισίῳ τῆς Εὐβοίας, εἶχον δὲ τὰς πάσας τριήρεις διακοσίας καὶ ὀγδοήκοντα· καὶ τούτων ἦσαν τῶν μὲν Ἀθηναίων ἑκατὸν καὶ τετταράκοντα, αἱ δὲ λοιπαὶ τῶν ἄλλων Ἑλλήνων.
此时希腊人正停泊在优卑亚的阿尔特米西翁,总共拥有二百八十艘三段铎船;其中一百四十艘属于雅典人,其余则属于其他希腊人。
τούτων δὲ ναύαρχος μὲν ἦν Εὐρυβιάδης ὁ Σπαρτιάτης, διῴκει δὲ τὰ περὶ τὸν στόλον Θεμιστοκλῆς ὁ Ἀθηναῖος· οὗτος γὰρ διὰ σύνεσιν καὶ στρατηγίαν μεγάλης ἀποδοχῆς ἐτύγχανεν οὐ μόνον ἐν τοῖς κατὰ τὸ ναυτικὸν Ἕλλησιν, ἀλλὰ καὶ παρʼ αὐτῷ τῷ Εὐρυβιάδῃ, καὶ πάντες τούτῳ προσέχοντες προθύμως ὑπήκουον.
这些船只的统帅是斯巴达人欧里比亚德斯,而负责舰队实际事务的则是雅典人地米斯托克利;因为后者凭借其智慧与统帅才能,不仅在海军的希腊人中,甚至在欧里比亚德斯本人那里,都赢得了极大的信任,众人都听从并积极服从他。
§11.12.5προτεθείσης δὲ βουλῆς ἐν τοῖς τῶν νεῶν ἡγεμόσι περὶ τῆς ναυμαχίας, οἱ μὲν ἄλλοι πάντες τὴν ἡσυχίαν ἔκριναν ἔχειν καὶ τὸν ἐπίπλουν τῶν πολεμίων ἀναδέχεσθαι, μόνος δὲ Θεμιστοκλῆς τὴν ἐναντίαν ἀπεφήνατο γνώμην, διδάσκων ὅτι συμφέρει παντὶ τῷ στόλῳ συντεταγμένῳ πλεῖν ἐπὶ τοὺς πολεμίους· οὕτω γὰρ αὐτοὺς πλεονεκτήσειν ἀθρόαις ταῖς ναυσὶν ἐπιπλέοντας τοῖς διὰ τὴν ταραχὴν διεσπασμένην ἔχουσι τὴν τάξιν, ὡς ἂν ἐκ πολλῶν καὶ διεστηκότων λιμένων ἐκπλέουσι.
当船只的指挥官们就海战召开会议时,其他所有人都决定保持静止,等待敌人的进犯,唯独地米斯托克利表达了相反的意见,指出整支舰队保持整齐队形主动向敌人航行更为有利;因为他说明,对于那些因混乱而队形分散(如同从许多分散的港口出航一般)的敌人,己方以集结的船只发起进攻将能占据优势。
τέλος δὲ κατὰ τὴν Θεμιστοκλέους κρίσιν οἱ Ἕλληνες παντὶ τῷ στόλῳ τοῖς πολεμίοις ἐπέπλευσαν.
最终,根据地米斯托克利的判定,希腊人率整支舰队向敌人发起了进攻。
§11.12.6τῶν δὲ βαρβάρων ἐκ πολλῶν λιμένων ἀναγομένων, τὸ μὲν πρῶτον οἱ περὶ τὸν Θεμιστοκλέα διεσπαρμένοις τοῖς Πέρσαις συμπλεκόμενοι πολλὰς μὲν ναῦς κατέδυσαν, οὐκ ὀλίγας δὲ φυγεῖν ἀναγκάσαντες μέχρι τῆς γῆς κατεδίωξαν· μετὰ δὲ ταῦτα παντὸς τοῦ στόλου συναχθέντος καὶ γενομένης ναυμαχίας ἰσχυρᾶς, μέρει μὲν τῶν νεῶν ἑκάτεροι ἐπροτέρησαν, οὐδέτεροι δὲ ὁλοσχερεῖ νίκῃ πλεονεκτήσαντες νυκτὸς ἐπιλαβούσης διελύθησαν.
在蛮族从多个港口出航之际,起初,地米斯托克利及其部下与分散的波斯人交战,击沉了许多船只,并迫使不少船只逃跑,一直追击到陆地;此后,在敌方全军集结并展开激烈海战时,双方各有一部分船只占据上风,但谁也没能通过决定性的胜利占得绝对优势,随着夜幕降临,双方各自收兵。

词汇与语法注释

  1. 11.12.1Καδμείαν νίκην — “卡德摩斯式的胜利”是一个谚语,指胜利者付出了极其惨重的代价,实际上等同于失败(类似于“皮洛士式的胜利”)。此处它与分词 νενικηκώς 连用,构成了同族宾语的形式。
  2. 11.12.5ὡς ἂν ἐκ πολλῶν καὶ διεστηκότων λιμένων ἐκπλέουσι — ἐκπλέουσι 是现在分词 ἐκπλέων 的阳性/中性与格复数形式,修饰前文的 τοῖς ... ἔχουσι。此处 ὡς 专与 ἄν 连用并修饰分词,表示一种主观上的推断或假设性的状况(“如同他们将从……出航一般”)。
  3. 11.12.6οἱ περὶ τὸν Θεμιστοκλέα — 这是“οἱ περί + 宾格”的惯用结构,意为“地米斯托克利及其部下/随从”。在此语境下,它不仅指地米斯托克利本人,还包括他直接指挥的希腊舰队的官兵。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.12.1-11.12.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.12.1-11.12.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。