§11.13.1μετὰ δὲ τὴν ναυμαχίαν χειμὼν ἐπιγενόμενος μέγας πολλὰς ἐκτὸς τοῦ λιμένος ὁρμούσας τῶν νεῶν διέφθειρεν, ὥστε δοκεῖν τὸ θεῖον ἀντιλαμβάνεσθαι τῶν Ἑλλήνων, ἵνα τοῦ πλήθους τῶν βαρβαρικῶν νεῶν ταπεινωθέντος ἀντίπαλος ἡ τῶν Ἑλλήνων δύναμις γένηται καὶ πρὸς τὰς ναυμαχίας ἀξιόχρεως διόπερ οἱ μὲν Ἕλληνες ἀεὶ μᾶλλον ἐθάρρουν, οἱ δὲ βάρβαροι ἀεὶ πρὸς τοὺς κινδύνους ἐγίνοντο δειλότεροι.
在海战之后,暴风雨突降,摧毁了许多停泊在港口外的船只,以至于神意似乎在援助希腊人,这是为了让蛮族船只的数量在减少后,希腊人的力量能够与之相匹敌,并足以应对海战;因此,希腊人总是更加鼓起勇气,而蛮族在面对危险时则总是变得更加胆怯。
οὐ μὴν ἀλλʼ ἀναλαβόντες ἑαυτοὺς ἐκ τῆς ναυαγίας ἁπάσαις ταῖς ναυσὶν ἀνήχθησαν ἐπὶ τοὺς πολεμίους.
然而,他们从海难中恢复过来,率领所有的船只向敌人进发。
§11.13.2οἱ δʼ Ἕλληνες, προσγενομένων αὐτοῖς τριήρων πεντήκοντα Ἀττικῶν, ἀντιπαρετάχθησαν τοῖς βαρβάροις.
而希腊人在得到了增援的五十艘阿提卡三段铎船后,列阵迎击蛮族。
ἦν δʼ αὐτῶν ἡ ναυμαχία παραπλήσιος ταῖς περὶ τὰς Θερμοπύλας μάχαις· οἱ μὲν γὰρ Πέρσαι διεγνώκεσαν βιάσασθαι τοὺς Ἕλληνας καὶ τὸν Εὔριπον διεκπλεῦσαι, οἱ δʼ Ἕλληνες ἐμφράξαντες τὰ στενὰ προεμάχοντο τῶν ἐντὸς τῆς Εὐβοίας συμμαχούντων.
他们的这场海战与泰摩皮莱附近的战斗非常相似;因为波斯人已决心强行突破希腊人并驶过海峡,而希腊人则封锁了狭窄通道,为优卑亚内侧的盟友进行防御战斗。
γενομένης δὲ ναυμαχίας ἰσχυρᾶς πολλαὶ νῆες παρʼ ἀμφοτέρων διεφθάρησαν, καὶ νυκτὸς ἐπιγενομένης ἠναγκάσθησαν ἀνακάμπτειν ἐπὶ τοὺς οἰκείους λιμένας.
由于展开了激烈的海战,双方都有许多船只被毁,随着夜幕降临,他们不得不退回到各自的港口。
ἀριστεῦσαι δὲ ἐν ἀμφοτέραις ταῖς ναυμαχίαις φασὶ παρὰ μὲν τοῖς Ἕλλησιν Ἀθηναίους, παρὰ δὲ τοῖς βαρβάροις Σιδωνίους.
据说,在这两场海战中表现最英勇的,在希腊人中是雅典人,在蛮族中则是西顿人。
§11.13.3μετὰ δὲ ταῦτα οἱ Ἕλληνες ἀκούσαντες τὰ περὶ Θερμοπύλας γενόμενα, πυθόμενοι δὲ καὶ τοὺς Πέρσας πεζῇ προάγειν ἐπὶ τὰς Ἀθήνας, ἠθύμησαν· διόπερ ἀποπλεύσαντες εἰς Σαλαμῖνα διέτριβον ἐνταῦθα.
此后,希腊人听说了在泰摩皮莱发生的事,又得知波斯人正由陆路向雅典进军,便感到灰心丧气;因此,他们乘船退往萨拉米斯,并留在了那里。
§11.13.4οἱ δʼ Ἀθηναῖοι θεωροῦντες πανδημεὶ κινδυνεύοντας τοὺς ἐν ταῖς Ἀθήναις, τέκνα καὶ γυναῖκας καὶ τῶν ἄλλων χρησίμων ὅσα δυνατὸν ἦν εἰς τὰς ναῦς ἐνθέντες διεκόμισαν εἰς Σαλαμῖνα.
而雅典人看到雅典城内的全体人民都面临危险,便将他们的孩子、妻子以及尽可能多的其他有用财物装上船只,运送到萨拉米斯。
§11.13.5ὁ δὲ τῶν Περσῶν ναύαρχος πυθόμενος τὸν τῶν πολεμίων ἀπόπλουν, κατῆρεν εἰς τὴν Εὔβοιαν μετὰ παντὸς τοῦ στόλου, καὶ τὴν τῶν Ἱστιαιέων πόλιν βίᾳ χειρωσάμενος καὶ διαρπάσας τὴν χώραν αὐτῶν ἐδῄωσεν.
而波斯人的舰队指挥官在得知敌军撤退后,率全军在优卑亚靠岸,他武力攻占了希斯提亚伊亚人的城市,并劫掠和蹂躏了他们的土地。