§11.12.1ἡμεῖς δὲ ἀρκούντως περὶ τῆς τούτων τῶν ἀνδρῶν ἀρετῆς εἰρηκότες ἐπάνιμεν ἐπὶ τὰ συνεχῆ τοῖς εἰρημένοις.
私たちはこれら人々の勇気について十分に語ったので、これに続く事柄へと戻ることにする。
Ξέρξης γὰρ τῶν παρόδων τὸν εἰρημένον τρόπον κρατήσας καὶ κατὰ τὴν παροιμίαν τὴν Καδμείαν νίκην νενικηκώς, ὀλίγους μὲν τῶν πολεμίων ἀνεῖλε, πολλαπλασίους δὲ τῶν ἰδίων ἀπώλεσεν.
すなわち、クセルクセスは言及された方法で隘路を占領し、諺に言う「カドメイアの勝利」を収めたものの、倒した敵はわずかであり、自軍の者をその何倍も失った。
ἐπεὶ δὲ πεζῇ τῶν παρόδων ἐκυρίευσε, τῶν κατὰ τὴν θάλατταν ἀγώνων ἔκρινε λαμβάνειν πεῖραν.
彼は陸路で隘路を支配下に入れたので、海上での戦いを試みることを決定した。
§11.12.2εὐθὺς οὖν τὸν ἀφηγούμενον τοῦ στόλου Μεγαβάτην προσκαλεσάμενος διεκελεύσατο πλεῖν ἐπὶ τὸ τῶν Ἑλλήνων ναυτικὸν καὶ πειρᾶσθαι παντὶ τῷ στόλῳ ναυμαχεῖν πρὸς τοὺς Ἕλληνας.
そこで直ちに、艦隊を率いるメガバテスを召喚し、ギリシア人の海軍へと航行して全艦隊をもってギリシア人に対して海戦を挑むよう命じた。
§11.12.3ὁ δὲ ταῖς τοῦ βασιλέως παραγγελίαις ἀκολουθῶν ἐκ Πύδνης τῆς Μακεδονικῆς ἀνήχθη παντὶ τῷ στόλῳ, καὶ κατέπλευσε τῆς Μαγνησίας πρὸς ἄκραν τὴν ὀνομαζομένην Σηπιάδα.
彼は王の命令に従い、マケドニアのピュドナから全艦隊とともに出帆し、マグネシアの、セピアスと呼ばれる岬へと着岸した。
ἐνταῦθα δὲ μεγάλου πνεύματος ἐπιγενομένου ἀπέβαλε ναῦς μακρὰς μὲν ὑπὲρ τὰς τριακοσίας, ἱππαγωγοὺς δὲ καὶ τῶν ἄλλων παμπληθεῖς.
しかしそこで大風が起こり、三百隻を超える軍船と、極めて多数の馬匹輸送船その他の船を失った。
λήξαντος δὲ τοῦ πνεύματος ἀναχθεὶς κατέπλευσεν εἰς Ἀφέτας τῆς Μαγνησίας.
風が収まると、彼は出帆してマグネシアのアペタイへと着岸した。
ἐκεῖθεν δὲ διακοσίας τριήρεις ἐξέπεμψε, προστάξας τοῖς ἡγεμόσι περιπλεῦσαι καὶ τὴν Εὔβοιαν δεξιὰν λαβόντας κυκλώσασθαι τοὺς πολεμίους.
そこから彼は二百隻の三段櫂船を派遣し、指揮官たちに、エウボイアを右に見て周航し、敵を包囲するよう命じた。
§11.12.4οἱ δʼ Ἕλληνες ὥρμουν μὲν ἐπʼ Ἀρτεμισίῳ τῆς Εὐβοίας, εἶχον δὲ τὰς πάσας τριήρεις διακοσίας καὶ ὀγδοήκοντα·
一方ギリシア人たちはエウボイアのアルテミシオンに停泊しており、その三段櫂船は全部で二百八十隻であった。
καὶ τούτων ἦσαν τῶν μὲν Ἀθηναίων ἑκατὸν καὶ τετταράκοντα, αἱ δὲ λοιπαὶ τῶν ἄλλων Ἑλλήνων.
そしてこれらのうち、百四十隻はアテナイ人のものであり、残りは他のギリシア人のものであった。
τούτων δὲ ναύαρχος μὲν ἦν Εὐρυβιάδης ὁ Σπαρτιάτης, διῴκει δὲ τὰ περὶ τὸν στόλον Θεμιστοκλῆς ὁ Ἀθηναῖος·
これらの総司令官はスパルタ人のエウリュビアデスであったが、艦隊に関する実務を指揮していたのはアテナイ人のテミストクレスであった。
οὗτος γὰρ διὰ σύνεσιν καὶ στρατηγίαν μεγάλης ἀποδοχῆς ἐτύγχανεν οὐ μόνον ἐν τοῖς κατὰ τὸ ναυτικὸν Ἕλλησιν, ἀλλὰ καὶ παρʼ αὐτῷ τῷ Εὐρυβιάδῃ, καὶ πάντες τούτῳ προσέχοντες προθύμως ὑπήκουον.
というのも、彼はその知性と将才のゆえに、海軍のギリシア人たちの間だけでなく、エウリュビアデス自身からも大きな信頼を得ており、誰もが彼に注目して熱心に従っていたからである。
§11.12.5προτεθείσης δὲ βουλῆς ἐν τοῖς τῶν νεῶν ἡγεμόσι περὶ τῆς ναυμαχίας, οἱ μὲν ἄλλοι πάντες τὴν ἡσυχίαν ἔκριναν ἔχειν καὶ τὸν ἐπίπλουν τῶν πολεμίων ἀναδέχεσθαι, μόνος δὲ Θεμιστοκλῆς τὴν ἐναντίαν ἀπεφήνατο γνώμην, διδάσκων ὅτι συμφέρει παντὶ τῷ στόλῳ συντεταγμένῳ πλεῖν ἐπὶ τοὺς πολεμίους·
船の指揮官たちの間で海戦に関する合議が持たれたとき、他の者たちは皆、静観して敵の来襲を待ち受けるべきだと判断したが、テミストクレスだけが反対の意見を述べ、全艦隊が隊列を整えて敵に向かって航行するのが有利であると説いた。
οὕτω γὰρ αὐτοὺς πλεονεκτήσειν ἀθρόαις ταῖς ναυσὶν ἐπιπλέοντας τοῖς διὰ τὴν ταραχὴν διεσπασμένην ἔχουσι τὴν τάξιν, ὡς ἂν ἐκ πολλῶν καὶ διεστηκότων λιμένων ἐκπλέουσι.
すなわち、このようにすれば、多くの離れた港から出航して混乱のため隊列が乱れている敵に対して、一塊となった船団で襲いかかることで有利に立てるからである、と。
τέλος δὲ κατὰ τὴν Θεμιστοκλέους κρίσιν οἱ Ἕλληνες παντὶ τῷ στόλῳ τοῖς πολεμίοις ἐπέπλευσαν.
結局、テミストクレスの判断に従い、ギリシア人たちは全艦隊をもって敵に向かって進んだ。
§11.12.6τῶν δὲ βαρβάρων ἐκ πολλῶν λιμένων ἀναγομένων, τὸ μὲν πρῶτον οἱ περὶ τὸν Θεμιστοκλέα διεσπαρμένοις τοῖς Πέρσαις συμπλεκόμενοι πολλὰς μὲν ναῦς κατέδυσαν, οὐκ ὀλίγας δὲ φυγεῖν ἀναγκάσαντες μέχρι τῆς γῆς κατεδίωξαν·
異民族たちが多くの港から出航してくるなか、最初、テミストクレスとその配下の者たちは、散開していたペルシア軍と交戦して多くの船を沈め、少なからぬ船を敗走させて陸地まで追跡した。
μετὰ δὲ ταῦτα παντὸς τοῦ στόλου συναχθέντος καὶ γενομένης ναυμαχίας ἰσχυρᾶς, μέρει μὲν τῶν νεῶν ἑκάτεροι ἐπροτέρησαν, οὐδέτεροι δὲ ὁλοσχερεῖ νίκῃ πλεονεκτήσαντες νυκτὸς ἐπιλαβούσης διελύθησαν.
そののち、敵の全艦隊が集結して激しい海戦が起こると、双方とも船の一部においては優勢に立ったものの、どちらも決定的な勝利によって優位を占めることはできず、夜が訪れたために戦闘を止めて分かれた。