Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.11.1-11.11.6

对列奥尼达斯阵亡者的赞辞与西摩尼得斯之诗

第 12 段,共 723 段 · 希腊语

内容简介

著者热烈赞美了在温泉关战死的列奥尼达斯及其部下的爱国心与英勇,论证了他们的决心带来了整个希腊的自由。同时,他还引用了诗人西摩尼得斯歌颂其英雄事迹的著名赞歌。

§11.11.1ὧν τὰς ἀρετὰς τίς οὐκ ἂν θαυμάσειεν;
谁能不赞叹这些人的美德?
οἵτινες μιᾷ γνώμῃ χρησάμενοι τὴν μὲν ἀφωρισμένην τάξιν ὑπὸ τῆς Ἑλλάδος οὐκ ἔλιπον, τὸν ἑαυτῶν δὲ βίον προθύμως ἐπέδωκαν εἰς τὴν κοινὴν τῶν Ἑλλήνων σωτηρίαν, καὶ μᾶλλον εἵλοντο τελευτᾶν καλῶς ἢ ζῆν αἰσχρῶς.
他们同心协力,未曾擅离希腊分派给他们的岗位,而是甘愿为希腊人的共同拯救献出自己的生命,宁可光荣地死去,也不愿耻辱地活着。
καὶ τὴν τῶν Περσῶν δὲ κατάπληξιν οὐκ ἄν τις ἀπιστήσαι γενέσθαι.
同样,没有人会不相信波斯人当时陷入了极度惊恐。
§11.11.2τίς γὰρ ἂν τῶν βαρβάρων ὑπέλαβε τὸ γεγενημένον;
因为蛮族中谁能料到发生的事情?
τίς δʼ ἂν προσεδόκησεν ὅτι πεντακόσιοι τὸν ἀριθμὸν ὄντες ἐτόλμησαν ἐπιθέσθαι ταῖς ἑκατὸν μυριάσι;
谁又能预料到,区区五百人竟然胆敢向百万大军发起进攻?
διὸ καὶ τίς οὐκ ἂν τῶν μεταγενεστέρων ζηλώσαι τὴν ἀρετὴν τῶν ἀνδρῶν, οἵτινες τῷ μεγέθει τῆς περιστάσεως κατεσχημένοι τοῖς μὲν σώμασι κατεπονήθησαν, ταῖς δὲ ψυχαῖς οὐχ ἡττήθησαν;
因此,后世中谁能不仰慕这些人的英勇? 他们虽被险恶的局势所困,肉体遭受了毁灭,但在精神上却未曾屈服。
τοιγαροῦν οὗτοι μόνοι τῶν μνημονευομένων κρατηθέντες ἐνδοξότεροι γεγόνασι τῶν ἄλλων τῶν τὰς καλλίστας νίκας ἀπενηνεγμένων.
于是,在所有被载入史册的人中,唯独他们虽遭失败,却比其他赢得最辉煌胜利的人赢得了更高的荣耀。
χρὴ γὰρ οὐκ ἐκ τῶν ἀποτελεσμάτων κρίνειν τοὺς ἀγαθοὺς ἄνδρας, ἀλλʼ ἐκ τῆς προαιρέσεως· τοῦ μὲν γὰρ ἡ τύχη κυρία, τοῦ δʼ ἡ προαίρεσις δοκιμάζεται.
因为我们不应当根据结果来评判善人,而应当根据其意图;因为前者由命运支配,而后者则是意图本身受到检验。
§11.11.3τίς γὰρ ἂν ἐκείνων ἀμείνους ἄνδρας κρίνειεν, οἵτινες οὐδὲ τῷ χιλιοστῷ μέρει τῶν πολεμίων ἴσοι τὸν ἀριθμὸν ὄντες ἐτόλμησαν τοῖς ἀπιστουμένοις πλήθεσι παρατάξαι τὴν ἑαυτῶν ἀρετήν;
谁能评判出比他们更优秀的人呢? 他们的人数甚至不及敌人的千分之一,却胆敢以自身的英勇去对抗那令人难以置信的洪流。
οὐ κρατήσειν τῶν τοσούτων μυριάδων ἐλπίζοντες, ἀλλʼ ἀνδραγαθίᾳ τοὺς πρὸ αὐτῶν ἅπαντας ὑπερβαλεῖν νομίζοντες, καὶ τὴν μὲν μάχην αὑτοῖς εἶναι κρίνοντες πρὸς τοὺς βαρβάρους, τὸν ἀγῶνα δὲ καὶ τὴν ὑπὲρ τῶν ἀριστείων κρίσιν πρὸς ἅπαντας τοὺς ἐπʼ ἀρετῇ θαυμαζομένους ὑπάρχειν.
他们并非奢望战胜如此庞大的万千大军,而是确信自己在英勇上将超越先前的所有人,并判定对他们而言,虽然战斗是针对蛮族的,但争夺并裁决最高勇士奖赏的竞赛,则是针对所有因美德而受人景仰的人。
§11.11.4μόνοι γὰρ τῶν ἐξ αἰῶνος μνημονευομένων εἵλοντο μᾶλλον τηρεῖν τοὺς τῆς πόλεως νόμους ἢ τὰς ἰδίας ψυχάς, οὐ δυσφοροῦντες ἐπὶ τῷ μεγίστους ἑαυτοῖς ἐφεστάναι κινδύνους, ἀλλὰ κρίνοντες εὐκταιότατον εἶναι τοῖς ἀρετὴν ἀσκοῦσι τοιούτων ἀγώνων τυγχάνειν.
因为在自古以来被铭记的人中,唯独他们宁可恪守城邦的法律,也不愿保全自己的生命,他们并不因最大的危险临头而感到沮丧,反而判定,对于追求美德的人来说,能遇到这样的竞赛是最大的幸事。
§11.11.5δικαίως δʼ ἄν τις τούτους καὶ τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας αἰτίους ἡγήσαιτο ἢ τοὺς ὕστερον ἐν ταῖς πρὸς Ξέρξην μάχαις νικήσαντας· τούτων γὰρ τῶν πράξεων μνημονεύοντες οἱ μὲν βάρβαροι κατεπλάγησαν, οἱ δὲ Ἕλληνες παρωξύνθησαν πρὸς τὴν ὁμοίαν ἀνδραγαθίαν.
任何人都可以公正地认为,比起后来在与薛西斯的战斗中获胜的人,这些人才是希腊人获得共同自由的更深层原因;因为一想到他们的这些壮举,蛮族人便心惊胆战,而希腊人则被激发去展现同样的英勇。
§11.11.6καθόλου δὲ μόνοι τῶν πρὸ ἑαυτῶν διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς εἰς ἀθανασίαν μετήλλαξαν.
总之,由于其超凡的英勇,他们成了先辈中唯独将生命换作永生的人。
διόπερ οὐχ οἱ τῶν ἱστοριῶν συγγραφεῖς μόνον, ἀλλὰ πολλοὶ καὶ τῶν ποιητῶν καθύμνησαν αὐτῶν τὰς ἀνδραγαθίας· ὧν γέγονε καὶ Σιμωνίδης, ὁ μελοποιός, ἄξιον τῆς ἀρετῆς αὐτῶν ποιήσας ἐγκώμιον, ἐν ᾧ λέγει " τῶν ἐν Θερμοπύλαις θανόντων εὐκλεὴς μὲν ἁ τύχα, καλὸς δʼ ὁ πότμος, βωμὸς δʼ ὁ τάφος, πρὸ γόων δὲ μνᾶστις, ὁ δʼ οἶτος ἔπαινος.
因此,不仅历史学家,许多诗人也歌颂了他们的英勇事迹;抒情诗人西摩尼得斯也是其中之一,他创作了一首配得上他们美德的赞歌,在诗中他写道: “在温泉关战死的人们,其命运是光荣的,其结局是美丽的;他们的坟墓是祭坛,哀悼化作了铭记,他们的归宿便是赞歌。
ἐντάφιον δὲ τοιοῦτον οὔτʼ εὐρὼς οὔθʼ ὁ πανδαμάτωρ ἀμαυρώσει χρόνος.
这样的寿衣,无论是霉菌还是降服万物的时间,都无法使其黯然失色。
ἀνδρῶν ἀγαθῶν ὅδε σηκὸς οἰκέταν εὐδοξίαν Ἑλλάδος εἵλετο.
这座贤士之陵,已迎入希腊的荣耀作为其守护神。
μαρτυρεῖ δὲ καὶ Λεωνίδας ὁ Σπάρτας βασιλεύς, ἀρετᾶς μέγαν λελοιπὼς κόσμον ἀέναόν τε κλέος.
斯巴达国王列奥尼达斯亦为此作证,他留下了美德的伟大赞饰和永恒的荣耀。
"

词汇与语法注释

  1. 11.11.1ὧν — 关系代词 ὧν(属格复数)以先前一章(11.10.4)末尾提到的“与列奥尼达斯一同守卫温泉关通道的人们”为先行词,在句首起到了连接关系代词的作用。
  2. 11.11.1καὶ τὴν τῶν Περσῶν δὲ κατάπληξιν οὐκ ἄν τις ἀπιστήσαι γενέσθαι. — 此处在 οὐκ ἄν τις ἀπιστήσαι(希求法加 ἄν,表示可能,“谁也不会不相信”)之后使用了“对格加不定式”结构,其中 τὴν τῶν Περσῶν κατάπληξιν 是不定式 γενέσθαι 的逻辑主语。
  3. 11.11.2τοῦ μὲν γὰρ ἡ τύχη κυρία, τοῦ δʼ ἡ προαίρεσις δοκιμάζεται. — τοῦ μὲν 和 τοῦ δʼ 是中性单数属格的指示代词,分别指代前句提及的 ἀποτελεσμάτων(结果)和 προαιρέσεως(志向/意图)。在前一个分句(τοῦ μὲν... κυρία)中,系动词 ἐστί 被省略。
  4. 11.11.3τὸν ἀγῶνα δὲ καὶ τὴν ὑπὲρ τῶν ἀριστείων κρίσιν πρὸς ἅπαντας τοὺς ἐπʼ ἀρετῇ θαυμαζομένους ὑπάρχειν. — 这是由分词 κρίνοντες(判定)引导的两个“对格加不定式”从句的后半部分。它与前半句(τὴν μὲν μάχην αὑτοῖς εἶναι πρὸς τοὺς βαρβάρους)形成对比,其中 τὸν ἀγῶνα δὲ καὶ τὴν ὑπὲρ τῶν ἀριστείων κρίσιν 作不定式 ὑπάρχειν 的逻辑主语。
  5. 11.11.6τῶν ἐν Θερμοπύλαις θανόντων — 西摩尼得斯诗作开头的属格 τῶν ... θανόντων,对于紧随其后的主句主语(ἁ τύχα, ὁ πότμος 等)起到了指示主题(“关于在温泉关战死的人们……”)的关系属格(genitive of reference)作用。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.11.1-11.11.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.11.1-11.11.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。