Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.10.1-11.10.4

ペルシア陣営の夜間奇襲とレオニダスらの最期

11 / 723 箇所 · ギリシア語

要旨

レオニダス率いるギリシア軍が夜間にペルシア軍の陣営へ奇襲をかけ、大混乱をもたらすが、夜が明けると少数のギリシア軍は包囲され、全員が壮絶な最期を遂げる。

§11.10.1οὗτοι μὲν οὖν ἀκολούθως ταῖς παραγγελίαις συμφράξαντες νυκτὸς εἰσέπεσον εἰς τὴν τῶν Περσῶν στρατοπεδείαν, προκαθηγουμένου τοῦ Λεωνίδου·
そこで彼らは、命令に従って隊列を固め、夜のうちにレオニダスを先頭に立ててペルシア軍の陣営に突入した。
οἱ δὲ βάρβαροι διά τε τὸ παράδοξον καὶ τὴν ἄγνοιαν μετὰ πολλοῦ θορύβου συνέτρεχον ἐκ τῶν σκηνῶν ἀτάκτως, καὶ νομίσαντες τοὺς μετὰ τοῦ Τραχινίου πορευομένους ἀπολωλέναι καὶ τὴν δύναμιν ἅπασαν τῶν Ἑλλήνων παρεῖναι, κατεπλάγησαν.
一方、異民族たちは不意を突かれたことと状況がわからないことから、大混乱のうちに秩序なく天幕から走り出て集まり、トラキス人と共に進んでいた迂回部隊が全滅し、ギリシア軍の全戦力が到着したと思い込んで、恐怖に陥った。
§11.10.2διὸ καὶ πολλοὶ μὲν ὑπὸ τῶν περὶ τὸν Λεωνίδην ἀνῃροῦντο, πλείους δὲ ὑπὸ τῶν ἰδίων ὡς ὑπὸ πολεμίων διὰ τὴν ἄγνοιαν ἀπώλοντο.
そのため、多くの者がレオニダスらに討ち取られたが、それ以上に多くの者が、状況が分からぬために、味方によって、まるで敵であるかのように殺された。
ἥ τε γὰρ νὺξ ἀφῃρεῖτο τὴν ἀληθινὴν ἐπίγνωσιν, ἥ τε ταραχὴ καθʼ ὅλην οὖσα τὴν στρατοπεδείαν εὐλόγως πολὺν ἐποίει φόνον·
というのも、夜が本当の状況把握を奪い、また陣営全体に及んでいた大混乱が、当然のことながら多くの虐殺を引き起こしたからである。
ἔκτεινον γὰρ ἀλλήλους, οὐ διδούσης τῆς περιστάσεως τὸν ἐξετασμὸν ἀκριβῆ διὰ τὸ μήτε ἡγεμόνος παραγγελίαν μήτε συνθήματος ἐρώτησιν μήτε ὅλως διανοίας κατάστασιν ὑπάρχειν.
彼らは互いに殺し合っていたが、それは、将軍の命令も、合言葉の確認も、まったく理性的な判断も存在しなかったために、状況が正確な確認を許さなかったからである。
§11.10.3εἰ μὲν οὖν ὁ βασιλεὺς ἔμεινεν ἐπὶ τῆς βασιλικῆς σκηνῆς, ῥᾳδίως ἂν καὶ αὐτὸς ὑπὸ τῶν Ἑλλήνων ἀνῄρητο καὶ ὁ πόλεμος ἅπας ταχείας ἂν ἐτετεύχει καταλύσεως·
もし王が王の天幕に留まっていたならば、彼自身もギリシア人によって容易に討ち取られていたであろうし、戦争全体が速やかな終結を迎えていただろう。
νῦν δʼ ὁ μὲν Ξέρξης ἦν ἐκπεπηδηκὼς πρὸς τὴν ταραχήν, οἱ δʼ Ἕλληνες εἰσπεσόντες εἰς τὴν σκηνὴν τοὺς ἐγκαταληφθέντας ἐν αὐτῇ σχεδὸν ἅπαντας ἐφόνευσαν.
しかし実際には、クセルクセスは騒ぎが起きると外へと飛び出しており、ギリシア人たちは天幕に突入し、そこに残されていた者たちのほぼ全員を殺害した。
§11.10.4τῆς δὲ νυκτὸς καθεστώσης ἐπλανῶντο καθʼ ὅλην τὴν παρεμβολὴν ζητοῦντες τὸν Ξέρξην εὐλόγως·
夜が続いている間、彼らは当然のことながらクセルクセスを捜し求めながら、陣営全体を歩き回っていた。
ἡμέρας δὲ γενομένης καὶ τῆς ὅλης περιστάσεως δηλωθείσης, οἱ μὲν Πέρσαι θεωροῦντες ὀλίγους ὄντας τοὺς Ἕλληνας, κατεφρόνησαν αὐτῶν, καὶ κατὰ στόμα μὲν οὐ συνεπλέκοντο, φοβούμενοι τὰς ἀρετὰς αὐτῶν, ἐκ δὲ τῶν πλαγίων καὶ ἐξόπισθεν περιιστάμενοι καὶ πανταχόθεν τοξεύοντες καὶ ἀκοντίζοντες ἅπαντας ἀπέκτειναν.
しかし夜が明けて全体の状況が明らかになると、ペルシア人たちはギリシア人たちが少数であることを目にして彼らを侮り、正面からは彼らの勇猛さを恐れて交戦しなかったが、側面や後方から包囲し、四方八方から矢や投げ槍を放って全員を殺害した。
οἱ μὲν οὖν μετὰ Λεωνίδου τὰς ἐν Θερμοπύλαις παρόδους τηροῦντες τοιοῦτον ἔσχον τοῦ βίου τὸ τέλος.
こうして、レオニダスと共にテルモピュライの隘路を守っていた者たちは、このような人生の最期を迎えた。

語釈・文法注

  1. 11.10.1προκαθηγουμένου τοῦ Λεωνίδου — 属格独立分詞構文で、προκαθηγέομαι(先導する)の現在分詞が主語であるτοῦ Λεωνίδουの属格形と一致している。ここでは「レオニダスが先頭に立って」という付帯状況を表す。
  2. 11.10.2οὐ διδούσης τῆς περιστάσεως τὸν ἐξετασμὸν ἀκριβῆ — 否定辞οὐを伴う属格独立分詞構文。τῆς περιστάσεως(状況が)が意味上の主語、διδούσης(許す、与える)が分詞。原因(〜なので)を表す。
  3. 11.10.3εἰ μὲν οὖν ὁ βασιλεὺς ἔμεινεν ἐπὶ τῆς βασιλικῆς σκηνῆς, ῥᾳδίως ἂν καὶ αὐτὸς ὑπὸ τῶν Ἑλλήνων ἀνῄρητο καὶ ὁ πόλεμος ἅπας ταχείας ἂν ἐτετεύχει καταλύσεως — 過去の事実に反する仮定を表す反実仮想条件文。条件節が εἰ +直説法過去(ἔμεινεν)、帰結節が ἂν +直説法過去(ἀνῄρητο および ἐτετεύχει。過去完了の直説法で、過去における動作の完了状態を ἂν を伴って表す)の形をとる。
  4. 11.10.3νῦν δʼ — 直前の反実仮想の後に用いられ、「しかし現実には」「実のところは」という実際の事実を提示する対比的な接続表現。
  5. 11.10.4τῆς δὲ νυκτὸς καθεστώσης — 属格独立分詞構文で、καθίστημι(特定の状態に落ち着く、続く)の現在分詞。ここでは「夜がまだ続いている間」「夜であるうちは」という持続・時間を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.10.1-11.10.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.10.1-11.10.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。