- 底本
- Platonis Opera, Tomus V: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1914.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg037.humanitext-grc1:1#3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
話し言葉や音節、定義などの論理的・言語的基礎から始まり、善や正義などの徳、法律や国制に関する政治的概念、さらには魂の情念や徳、教育に至る多様な概念の定義を簡潔に提示している。
Διάλεκτος φωνὴ ἀνθρώπου ἐγγράμματος· καὶ σημεῖόν τι κοινὸν ἑρμηνευτικὸν ἄνευ μέλους. Συλλαβὴ ἀνθρωπίνης φωνῆς ἄρθρον ἐγγράμματον. Ὅρος λόγος ἐκ διαφορᾶς καὶ γένους συγκείμενος. Τεκμήριον ἀπόδειξις ἀφανοῦς. Ἀπόδειξις λόγος συλλογιστικὸς ἀληθής· λόγος ἐμφανιστικὸς διὰ προγιγνωσκομένων. Στοιχεῖον φωνῆς φωνὴ ἀσύνθετος, αἰτία ταῖς ἄλλαις φωναῖς τοῦ φωνὰς εἶναι.1 Ὠφέλιμον τὸ αἴτιον τοῦ εὖ πάσχειν· τὸ αἴτιον ἀγαθοῦ. Συμφέρον τὸ εἰς ἀγαθὸν φέρον. [Καλὸν τὸ ἀγαθόν.] Ἀγαθὸν τὸ αἴτιον σωτηρίας τοῖς οὖσιν· τὸ αἴτιον παντὸς τοῦ πρὸς αὑτό,2 ἀφʼ οὗ συμβαίνει ἃ χρὴ αἱρεῖσθαι. Σῶφρον τὸ κόσμιον τῆς ψυχῆς. Δίκαιον νόμου τάγμα ποιητικὸν δικαιοσύνης. Ἑκούσιον τὸ αὐτοῦ προσαγωγόν· τὸ καθʼ αὑτὸ αἱρετὸν κατὰ διάνοιαν ἀποτελούμενον. Ἐλεύθερον τὸ ἄρχον αὑτοῦ. Μέτριον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως καὶ κατὰ τέχνην ἀρκοῦν. Μέτρον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως. Ἆθλον ἀρετῆς γέρας τὸ ἑαυτοῦ ἕνεκα αἱρετόν. Ἀθανασία οὐσία ἔμψυχος καὶ ἀίδιος μονή. Ὅσιον θεράπευμα θεοῦ ἀρεστὸν θεῷ. Ἑορτὴ χρόνος ἱερὸς κατὰ νόμους. Ἄνθρωπος ζῷον ἄπτερον, δίπουν, πλατυώνυχον· ὃ μόνον τῶν ὄντων ἐπιστήμης τῆς κατὰ λόγους δεκτικόν ἐστιν. Θυσία θεῷ δόμα θύματος. Εὐχὴ αἴτησις ἀνθρώποις ἀγαθῶν ἢ δοκούντων παρὰ θεῶν. Βασιλεὺς ἄρχων κατὰ νόμους ἀνυπεύθυνος· πολιτικῆς κατασκευῆς ἄρχων. Ἀρχὴ ἐπιμέλεια τοῦ παντός. Ἐξουσία ἐπιτροπὴ νόμου. Νομοθέτης ποιητὴς νόμων καθʼ οὓς δεῖ πολιτεύεσθαι. Νόμος δόγμα πλήθους πολιτικὸν οὐκ εἴς τινα χρόνον ἀφωρισμένον. Ὑπόθεσις ἀρχὴ ἀναπόδεικτος· συγκεφαλαίωσις λόγου. Ψήφισμα δόγμα πολιτικὸν εἴς τινα χρόνον ἀφωρισμένον. Πολιτικὸς ἐπιστήμων πόλεως κατασκευῆς. Πόλις οἴκησις πλήθους ἀνθρώπων κοινοῖς δόγμασιν χρωμένων· πλῆθος ἀνθρώπων ὑπὸ νόμον τὸν αὐτὸν ὄντων. Πόλεως ἀρετὴ κατάστασις ὀρθῆς πολιτείας. Πολεμικὴ ἐμπειρία πολέμου. Συμμαχία κοινωνία πολέμου. Σωτηρία περιποίησις ἀβλαβής. Τύραννος ἄρχων πόλεως κατὰ τὴν ἑαυτοῦ διάνοιαν. Σοφιστὴς νέων πλουσίων ἐνδόξων ἔμμισθος θηρευτής. Πλοῦτος κτῆσις σύμμετρος πρὸς εὐδαιμονίαν· περιουσία χρημάτων εἰς εὐδαιμονίαν συντεινόντων. Παρακαταθήκη δόμα μετὰ πίστεως. Κάθαρσις ἀπόκρισις χειρόνων ἀπὸ βελτιόνων. Νικᾶν κρατεῖν διαφερόμενον. Ἀγαθὸς ἄνθρωπος ὁ τοιοῦτος οἷος ἀνθρώπῳ τἀγαθὰ ἐπιτελεῖν. Σώφρων ὁ μετρίας ἐπιθυμίας ἔχων. Ἐγκρατὴς ὁ κρατῶν ἀντιτεινόντων τῶν τῆς ψυχῆς μορίων3 τῷ ὀρθῷ λογισμῷ. Σπουδαῖος ὁ τελείως ἀγαθός· ὁ ἔχων τὴν αὑτοῦ ἀρετήν. Σύννοια διάνοια μετὰ λύπης ἄνευ λόγου. Δυσμαθία βραδυτὴς ἐν μαθήσει. Δεσποτεία ἀρχὴ ἀνυπεύθυνος δικαία. Ἀφιλοσοφία ἕξις καθʼ ἣν ὁ ἔχων μισολόγος ἐστίν. Φόβος ἔκπληξις ψυχῆς ἐπὶ κακοῦ προσδοκίᾳ. Θυμὸς ὁρμὴ βίαιος ἄνευ λογισμοῦ †νοῦς τάξεως† ψυχῆς ἀλογίστου. Ἔκπληξις φόβος ἐπὶ προσδοκίᾳ κακοῦ. Κολακεία ὁμιλία ἡ πρὸς ἡδονὴν ἄνευ τοῦ βελτίστου· ἕξις ὁμιλητικὴ πρὸς ἡδονὴν ὑπερβάλλουσα τὸ μέτριον. Ὀργὴ παράκλησις τοῦ θυμικοῦ εἰς τὸ τιμωρεῖσθαι. Ὕβρις ἀδικία πρὸς ἀτιμίαν φέρουσα. Ἀκρασία ἕξις βιαστικὴ παρὰ τὸν ὀρθὸν λογισμὸν πρὸς τὰ δοκοῦντα ἡδέα εἶναι. Ὄκνος φυγὴ πόνων· δειλία ἀντιληπτικὴ ὁρμῆς. Ἀρχὴ πρώτη τοῦ εἶναι αἰτία. Διαβολὴ διάστασις φίλων λόγῳ. Καιρὸς ἐν ᾧ ἕκαστον ἐπιτήδειον παθεῖν ἢ ποιῆσαι. Ἀδικία ἕξις ὑπεροπτικὴ νόμων. Ἔνδεια ἐλάττωσις τῶν ἀγαθῶν. Αἰσχύνη φόβος ἐπὶ προσδοκίᾳ ἀδοξίας. Ἀλαζονεία ἕξις προσποιητικὴ ἀγαθοῦ ἢ ἀγαθῶν τῶν μὴ ὑπαρχόντων. Ἁμαρτία πρᾶξις παρὰ τὸν ὀρθὸν λογισμόν. Φθόνος λύπη ἐπὶ φίλων ἀγαθοῖς ἢ οὖσιν ἢ γεγενημένοις. Ἀναισχυντία ἕξις ψυχῆς ὑπομενητικὴ ἀδοξίας ἕνεκα κέρδους. Θρασύτης ὑπερβολὴ θράσους πρὸς φόβους οὓς μὴ δεῖ. Φιλοτιμία ἕξις ψυχῆς προετικὴ πάσης δαπάνης ἄνευ λογισμοῦ. Κακοφυΐα κακία ἐν φύσει καὶ ἁμαρτία τοῦ κατὰ φύσιν· νόσος τοῦ κατὰ φύσιν. Ἐλπὶς προσδοκία ἀγαθοῦ. Μανία ἕξις φθαρτικὴ ἀληθοῦς ὑπολήψεως. Λαλιὰ ἀκρασία λόγου ἄλογος. Ἐναντιότης τῶν ὑπὸ τὸ αὐτὸ γένος κατά τινα διαφορὰν πιπτόντων ἡ πλείστη διάστασις. Ἀκούσιον τὸ παρὰ διάνοιαν ἀποτελούμενον. Παιδεία δύναμις θεραπευτικὴ ψυχῆς. Παίδευσις παιδείας παράδοσις. Νομοθετικὴ ἐπιστήμη ποιητικὴ πόλεως ἀγαθῆς. Νουθέτησις λόγος ἐπιτιμητικὸς ἀπὸ γνώμης· λόγος ὁμαρτίας ἀποτροπῆς ἔνεκεν. Βοήθεια κακοῦ κώλυσις ὄντος ἢ γινομένου. Κόλασις ψυχῆς θεραπεία ἐπὶ ἁμαρτήματι γενομένῳ. Δύναμις ὑπεροχὴ ἐν πράξει ἢ ἐν λόγῳ· ἕξις καθʼ ἣν τὸ ἔχον δυνατόν ἐστιν· ἰσχὺς κατὰ φύσιν. Σῴζειν τὸ περιποιεῖν ἀβλαβῆ.
話し言葉:文字で表しうる人間の声。また、旋律を伴わない、共通の表現的な何らかの記号。 音節:人間の声の、文字で表しうる分節。 定義:種差と類から構成される言論。 確証:明らかでないものの証明。 証明:真なる推論的な言論。あらかじめ知られている事柄を通じて明らかにする言論。 音の要素:合成されていない音であり、他の諸々の音にとってそれらが音であることの原因となるもの。 有益なもの:よく処されることの原因。善の原因。 有用なもの:善へと導くもの。 [美しきものは善である。] 善:存在するすべてのものにとっての救済の原因。それ自体へと向かうあらゆるものの原因であり、それから選択すべき事柄が生じるもの。 節制あるもの:魂の秩序正しさ。 正しいこと:正義を生み出す法律の命令。 自発的なもの:それ自体の働きかけによるもの。思考に従って達成される、それ自体として選択されるべきもの。 自由なもの:自分自身を支配するもの。 適度なもの:過度と不足の中間であり、技術にしたがっても十分なもの。 尺度:過度と不足の中間。 褒賞:徳の報いであり、それ自体のために選択されるべきもの。 不死:魂を持った実体、そして永遠の持続。 神聖なこと:神に喜ばれる、神への奉仕。 祝祭:法律に従った聖なる時間。 人間:羽のない、二本足の、平らな爪を持つ動物。存在するもののうちで、言論にかなう知識を受け入れうる唯一のもの。 犠牲:神への生贄の贈り物。 祈り:神々からの、人間による善きもの、またはそのように思われるものの請願。 王:法律に従った責任を問われない支配者。ポリスの体制の支配者。 支配:全体に対する配慮。 権限:法律の委任。 立法者:それに従って市民生活を営むべき法律の制定者。 法律:ある特定の期間に限定されていない、多数者のポリス的な決定。 前提:証明されない原理。議論の要約。 民会決議:ある特定の期間に限定された、ポリス的な決定。 政治家:ポリスの体制について知識を持つ者。 ポリス:共通の決定を用いる人間の多数者の居住。同一の法律の下にある人間の多数。 ポリスの徳:正しい国制の確立。 戦争術:戦争の経験。 同盟:戦争における共同関係。 救済:害のない状態の維持。 僭主:自分自身の考えに従ってポリスを支配する者。 ソフィスト:富裕で名声のある若者たちを、報酬を得て追い求める狩人。 富:幸福に適した所有。幸福に寄与する財産の余剰。 寄託:信頼を伴う贈り物。 浄化:より優れたものからの、より劣ったものの分離。 勝利すること:争うものを制すること。 善い人:人間に対して善きことを成し遂げられるような、そのような者。 節制ある人:適度な欲望を持つ者。 自制心のある人:魂の諸部分が正しい理性に抵抗しているときに、それらを支配する者。 優れた人:完全に善い者。自分自身の徳を持っている者。 物思い:理性のない、苦痛を伴う思考。 物覚えの悪さ:学習における遅さ。 専制:責任を問われない、正しい支配。 非哲学:それを持つ者が言論を嫌う者であるような状態。 恐怖:悪の予期に基づく、魂の驚愕。 怒り:理性のない、非理性的な魂の暴力的な衝動†心の秩序†。 驚愕:悪の予期に基づく恐怖。 阿諛:最善を伴わない、快楽のための交際。適度を超えて快楽を追求する、交際上手な状態。 憤怒:復讐への、気概の駆り立て。 傲慢:不名誉をもたらす不義。 無自制:正しい理性に反して、快いと思われるものへと強いる状態。 躊躇:骨折りの回避。衝動を抑える臆病さ。 始まり:存在することの第一の原因。 中傷:言論による友人たちの離間。 好機:個々の事柄を、受けあるいはなすのに適したとき。 不義:法律を軽視する状態。 欠乏:善きものの減少。 恥:不名誉の予期に基づく恐怖。 虚飾:存在しない善、あるいは諸々の善が存在するように装う状態。 過ち:正しい理性に反する行為。 嫉妬:友人たちの、現在あるか、または過去に生じた善いことに対する苦痛。 恥知らず:利益のために不名誉を耐え忍ぶ、魂の状態。 蛮勇:恐れるべきでないものに対する、大胆さの過度。 名誉欲:理性のない、あらゆる出費を差し出す魂の状態。 生まれつきの悪さ:自然における悪徳であり、自然にかなうものの誤り。自然にかなうものの病。 希望:善の予期。 狂気:真なる判断を損なう状態。 おしゃべり:言論の、理性のない無自制。 対立:同一の類の下にあって、何らかの種差に従って分類されるものの間の、最大の隔たり。 不本意なもの:思考に反して達成されるもの。 教育:魂を癒す能力。 教授:教育の伝達。 立法術:優れたポリスを生み出す知識。 諫言:意見に基づく非難の言論。過ちを回避させるための言論。 救助:存在している、または生じつつある悪の阻止。 懲治:生じた過ちに対する魂の治療。 能力:行為あるいは言論における卓越。それを持つ者が可能であるような状態。自然にかなう強さ。 救うこと:害のない状態に維持すること。
- 1τοῦ φωνὰς εἶναι
定冠詞付き不定詞 τοῦ ... εἶναι が原因を表す名詞 αἰτία の補語(属格)として機能している。対格の φωνάς は、存在動詞 εἶναι の意味上の主語(「諸々の音が音として存在すること」)を表している。
- 1τοῦ πρὸς αὑτό
定冠詞 τοῦ は中性属格で、παντός(あらゆるもの)を修飾する前置詞句 πρὸς αὑτό(それ自体に向かう)を名詞化している。
- 1ἀντιτεινόντων τῶν τῆς ψυχῆς μορίων
現在分詞 ἀντιτεινόντων とその意味上の主語 τῶν τῆς ψυχῆς μορίων は属格独立構文を形成しており、主節の分詞 ὁ κρατῶν に対する時間的または随伴的な状況(「魂の諸部分が正しい理性に抵抗しているときに」)を表している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 訳文 1 件
