← プラトン

定義集

§1#1

神や宇宙から徳と幸福に至る諸概念の定義

永遠や神、自然の基本要素に加え、思慮、正義、勇敢、幸福など、古典的な主要哲学概念について短文による定義を並べたリストである。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1#1

​ΟΡΟΙ Ἀίδιον τὸ κατὰ πάντα χρόνον καὶ πρότερον ὂν καὶ νῦν μὴ ἐφθαρμένον. Θεὸς ζῷον ἀθάνατον, αὔταρκες πρὸς εὐδαιμονίαν· οὐσία ἀίδιος, τῆς τἀγαθοῦ φύσεως αἰτία. Γένεσις κίνησις εἰς οὐσίαν· μετάληψις οὐσίας· πόρευσις εἰς τὸ εἶναι. Ἥλιος πῦρ οὐράνιον· ὃ μόνον ἀπʼ ἠοῦς μέχρι δείλης τοῖς αὐτοῖς1 ἔστιν ὁραθῆναι ἄστρον ἡμεροφανές· ζῷον ἀίδιον ἔμψυχον τὸ μέγιστον. Χρόνος ἡλίου κίνησις, μέτρον φορᾶς. Ἡμέρα ἡλίου πορεία ἀπʼ ἀνατολῶν ἐπὶ δυσμάς· φῶς τοὐναντίον νυκτί. Ἕως ἡμέρας ἀρχή· τὸ πρῶτον φῶς ἀπὸ τοῦ ἡλίου. Μεσημβρία χρόνος ἐν ᾧ τῶν σωμάτων αἱ σκιαὶ ἐλαχίστου μήκους κοινωνοῦσιν. Δείλη ἡμέρας τελευτή. Νὺξ σκότος τοὐναντίον ἡμέρᾳ· ἡλίου στέρησις. Τύχη φορὰ ἐξ ἀδήλου εἰς ἄδηλον, καὶ ἡ ἐκ τοῦ αὐτομάτου αἰτία δαιμονίας πράξεως. Γῆρας φθίσις ἐμψύχου ὑπὸ χρόνου γιγνομένη. Πνεῦμα κίνησις ἀέρος περὶ τὴν γῆν. Ἀὴρ στοιχεῖον οὖ πᾶσαι αἱ κατὰ τόπον κινήσεις κατὰ φύσιν εἰσίν. Οὐρανὸς σῶμα περιέχον πάντα τὰ αἰσθητὰ πλὴν αὐτοῦ τοῦ ἀνωτάτου ἀέρος. Ψυχὴ τὸ αὑτὸ κινοῦν· αἰτία κινήσεως ζωτικῆς ζῷων. Δύναμις τὸ καθʼ αὑτὸ ποιητικόν. Ὄψις ἕξις διακριτικὴ σωμάτων. Ὀστοῦν μυελὸς ὑπὸ θερμοῦ παγείς. Στοιχεῖον τὸ συνάγον καὶ διαλύον τὰ σύνθετα. Ἀρετὴ διάθεσις ἡ βελτίστη· ἕξις θνητοῦ ζῴου καθʼ αὑτὴν ἐπαινετή· ἕξις καθʼ ἣν τὸ ἔχον ἀγαθὸν λέγεται· κοινωνία νόμων δικαία· διάθεσις, καθʼ ἣν τὸ ἔχον διακείμενον2 τελείως σπουδαῖον λέγεται· ἕξις ποιητικὴ εὐνομίας. Φρόνησις δύναμις ποιητικὴ καθʼ αὑτὴν τῆς ἀνθρώπου εὐδαιμονίας· ἐπιστήμη ἀγαθῶν καὶ κακῶν· διάθεσις καθʼ ἣν κρίνομεν τί πρακτέον καὶ τί οὐ πρακτέον. Δικαιοσύνη ὁμόνοια τῆς ψυχῆς πρὸς αὑτήν, καὶ εὐταξία τῶν τῆς ψυχῆς μερῶν πρὸς ἄλληλά τε καὶ περὶ ἄλληλα· ἕξις διανεμητικὴ τοῦ κατʼ ἀξίαν ἑκάστῳ· ἕξις καθʼ ἣν ὁ ἔχων προαιρετικός ἐστιν τῶν φαινομένων αὐτῷ δικαίων· ἕξις ἐν βίῳ νόμου ὑπήκοος· ἰσότης κοινωνική· ἕξις ὑπηρετικὴ νόμων. Σωφροσύνη μετριότης τῆς ψυχῆς περὶ τὰς ἐν αὐτῇ κατὰ φύσιν γιγνομένας ἐπιθυμίας τε καὶ ἡδονάς· εὐαρμοστία καὶ εὐταξία ψυχῆς πρὸς τὰς κατὰ φύσιν ἡδονὰς καὶ λύπας· συμφωνία ψυχῆς πρὸς τὸ ἄρχειν καὶ ἄρχεσθαι· αὐτοπραγία κατὰ φύσιν· εὐταξία ψυχῆς· λογιστικὴ ὁμιλία ψυχῆς περὶ καλῶν καὶ αἰσχρῶν· ἕξις καθʼ ἣν ὁ ἔχων αἱρετικός ἐστι καὶ εὐλαβητικὸς ὧν χρή. Ἀνδρεία ἕξις ψυχῆς ἀκίνητος ὑπὸ φόβου· θάρσος πολεμικόν· ἐπιστήμη τῶν κατὰ πόλεμον πραγμάτων· ἐγκράτεια ψυχῆς πρὸς τὰ φοβερὰ καὶ δεινά· τόλμα ὑπηρετικὴ φρονήσεως· εὐθαρσία ἐπὶ θανάτου προσδοκίᾳ· ἕξις διαφυλακτικὴ λογισμῶν ὀρθῶν ἐν κινδύνοις· ῥώμη πρὸς κίνδυνον ἀντίρροπος· ῥώμη καρτερικὴ πρὸς ἀρετήν· ἠρεμία ψυχῆς περὶ τὰ δεινὰ καὶ θαρσαλέα κατὰ τὸν ὀρθὸν λόγον φαινόμενα· σωτηρία δογμάτων ἀδήλων3 περὶ τὰ δεινὰ καὶ ἐμπειρία πολέμου· ἕξις ἐμμενητικὴ νόμου. Ἐγκράτεια δύναμις ὑπομενητικὴ λύπης· ἀκολούθησις τῷ ὀρθῷ λογισμῷ· δύναμις ἀνυπέρβλητος τοῦ ὑποληφθέντος ὀρθῷ λογισμῷ. Αὐτάρκεια τελειότης κτήσεως ἀγαθῶν· ἕξις καθʼ ἣν οἱ ἔχοντες αὐτοὶ αὑτῶν ἄρχουσιν. Ἐπιείκεια δικαίων καὶ συμφερόντων ἐλάττωσις· μετριότης ἐν συμβολαίοις· εὐταξία ψυχῆς λογιστικῆς πρὸς τὰ καλὰ καὶ αἰσχρά. Καρτερία ὑπομονὴ λύπης ἕνεκα τοῦ καλοῦ· ὑπομονὴ πόνων ἕνεκα τοῦ καλοῦ. Θάρσος ἀπροσδοκία κακοῦ· ἀνεκπληξία διὰ κακοῦ παρουσίαν. Ἀλυπία ἕξις καθʼ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς λύπας. Φιλοπονία ἕξις ἀποτελεστικὴ οὗ4 ἂν προέληται· καρτερία ἑκούσιος· ἕξις ἀδιάβλητος πρὸς πόνον. Αἰδὼς τολμήσεως ὑποχώρησις ἑκουσία δικαίως καὶ πρὸς τὸ βέλτιστον φανέν· καταλαβὴ ἑκουσία τοῦ βελτίστου· εὐλάβεια ὀρθοῦ ψόγου. Ἐλευθερία ἡγεμονία βίου· αὐτοκράτεια ἐπὶ παντί· ἐξουσία τοῦ καθʼ ἑαυτὸν ἐν βίῳ· ἀφειδία ἐν χρήσει καὶ ἐν κτήσει οὐσίας. Ἐλευθεριότης ἕξις πρὸς τὸ χρηματίζεσθαι ὡς δεῖ· πρόσθεσις καὶ κτῆσις οὐσίας ὡς χρή. Πρᾳότης κατάστασις κινήσεως τῆς ὑπʼ ὀργῆς· κρᾶσις ψυχῆς σύμμετρος. Κοσμιότης ὕπειξις ἑκουσία πρὸς τὸ φανὲν βέλτιστον· εὐταξία περὶ κίνησιν σώματος. Εὐδαιμονία ἀγαθὸν ἐκ πάντων ἀγαθῶν συγκείμενον· δύναμις αὐτάρκης πρὸς τὸ εὖ ζῆν· τελειότης κατʼ ἀρετήν· ὠφελία αὐτάρκης ζῴου. Μεγαλοπρέπεια ἀξίωσις κατὰ λογισμὸν ὀρθὸν τὸν σεμνότατον.

定義集 Ἀίδιον τὸ κατὰ πάντα χρόνον καὶ πρότερον ὂν καὶ νῦν μὴ ἐφθαρμένον. 永遠なるもの:あらゆる時間において存在し、かつ以前にも存在し、今も滅びていないもの。 神:不死の生き物であり、幸福に対して自足しているもの。永遠の実体であり、善なる本性の原因。 生成:実体への運動。実体の分有。存在への歩み。 太陽:天上の火。夜明けから夕暮れまで同じ人々によって見られることが可能である、唯一の昼に現れる星。最大にして永遠なる、魂をもつ生き物。 時間:太陽の運動、移動の尺度。 昼(一日):東から西への太陽の運行。夜とは反対の光。 夜明け:一日の始まり。太陽からの最初の光。正午:物体の影が最も短い長さを分有する時間。 夕暮れ:一日の終わり。 夜:昼とは反対の暗闇。太陽の喪失。 運命(偶然):不分明なものから不分明なものへの推移、また、神的(超自然受動的)な活動の、偶発事による原因。 老い:時間によって生じる、魂をもつものの衰退。 風(息):地球の周りにおける空気の運動。空気:場所に関するあらゆる運動が自然にその中で生じる元素。 天:最上部の空気それ自体を除く、すべての感覚可能なものを包み込む物体。 魂:自己を動かすもの。生き物の生命運動の原因。 能力:それ自体において制作的なもの。 視覚:物体を区別する状態。 骨:熱によって固められた髄。 元素:合成されたものを結合させ、また分解するもの。 徳:最善の状態。死すべき生き物の、それ自体において称賛に値する状態。それを持つものが善いと言われるような状態。法の正しい共有。それを備えているものが完全に優れたあり方をしていると言われるような状態。良好な秩序を生み出す状態。 思慮:それ自体において人間の幸福を生み出す能力。善きものと悪しきものに関する知識。何をなすべきであり、何をなすべきでないかを私たちが判断する状態。 正義:魂のそれ自体に対する調和、および魂の諸部分の、互いに対する、また互いに関する秩序正しさ。各自に対して価値に応じたものを分配する状態。それを持つ者が、自分にとって正しいと思われるものを選択するようになる状態。生活において法に従う状態。共同体における平等。法に仕える状態。 節制:魂の中に自然に生じる欲望や快楽に関する、魂の適度さ。自然な快楽や苦痛に対する、魂の調和と秩序正しさ。支配することと支配されることに関する、魂の合意。自然に従った自己本来の働き。魂の秩序正しさ。美しきものと醜きものに関する、魂の理性的な交渉。それを持つ者が、なすべきことを選択し、かつ避けるべきことを用心深く避ける状態。 勇気:恐れによって動じない魂の状態。戦いにおける大胆さ。戦争に関する事柄の知識。恐るべきものや恐ろしいものに対する魂の自制。思慮に仕える大胆さ。死を予期することにおける不屈さ。危険の中で正しい理性を維持し守る状態。危険に対して拮抗する強さ。徳に向かって堪え忍ぶ強さ。正しい理性に従って現れる、恐るべきものや大胆さを起こさせるものに関する魂の静けさ。恐るべきものに関する不確かな教えの保存、および戦争の経験。法にとどまり続ける状態。 自制:苦痛を堪え忍ぶ能力。正しい理性に従うこと。正しい理性によって受け入れられたものを凌駕されない能力。 自足:善きものの獲得における完全さ。それを持つ者たちが、自分自身を自分で支配するようになる状態。 公平:正しいことや有益なことの減免。契約における適度さ。美しきものと醜きものに対する、理性的魂の秩序正しさ。 忍耐:美のための苦痛の忍受。美のための労苦の忍受。 大胆:悪しきものを予期しないこと。悪しきものの現前によっても動揺しないこと。 無憂:私たちが苦痛に陥ることがないような状態。 勤勉:選択したものを成し遂げる状態。自発的な忍耐。労苦に対して非難されることのない状態。 羞恥心:正しく、かつ最善と思われたものに向かうための、不遜な振る舞いからの自発的な後退。最善のものの自発的な把握。正しい非難に対する用心。 自由:生活の主導権。すべてに関する自己決定。生活において自分自身に属することへの権能。財産の使用と獲得における惜しみのなさ。 気前の良さ:なすべきように金銭を扱うことに関する状態。必要なように財産を増やし、また獲得すること。 温厚:怒りによる運動の鎮静。魂の調和のとれた混合。 端正:最善と思われたものに対する自発的な従属。身体の運動に関する秩序正しさ。 幸福:すべての善いものから構成される善。よく生きることに対して自足した能力。徳に従った完全さ。生き物にとって自足した有益性。 気高さ:最も厳かなものに対する、正しい理性に従った評価。

構文注4 件
  1. 1τοῖς αὐτοῖς

    「同じ人々によって」という行為の主体を表す与格(行為者の与格)、あるいは「同じ人々にとって」という関係の与格。ここでは前者の解釈を採り、太陽が同じ観測者たちによって朝から夕方まで見られ続けることを意味する。

  2. 1διακείμενον

    分詞 διακείμενον は、先行する主語としての名詞化された分詞 τὸ ἔχον(それを持つもの)を修飾(またはその補語として機能)し、「〜の状態にある」を意味する。τελείως σπουδαῖον(完全に優れた)と結びついて、「完全に優れた状態にある(と称される)」という構造を成す。

  3. 1δογμάτων ἀδήλων

    「恐るべきものに関する不確かな教えの保存」における δογμάτων ἀδήλων(不確かな信念/評判)は、理性による絶対的な知識(学知)のレベルには達していないものの、危険な状況においてしっかりと保持されるべき、正しくかつ確固たる信念を指している。

  4. 1οὗ

    関係代名詞 ὅς の属格。前置詞を伴わずに場所・領域を表す属格(またはその所有・帰属)として機能しており、あらゆる空間的運動が空気という元素の領域内において自然に行われることを示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0059.tlg037.humanitext-grc1:1#1