§1#1## ΟΡΟΙ
Ἀίδιον τὸ κατὰ πάντα χρόνον καὶ πρότερον ὂν καὶ νῦν μὴ ἐφθαρμένον. Θεὸς ζῷον ἀθάνατον, αὔταρκες πρὸς εὐδαιμονίαν· οὐσία ἀίδιος, τῆς τἀγαθοῦ φύσεως αἰτία. Γένεσις κίνησις εἰς οὐσίαν· μετάληψις οὐσίας· πόρευσις εἰς τὸ εἶναι. Ἥλιος πῦρ οὐράνιον· ὃ μόνον ἀπʼ ἠοῦς μέχρι δείλης τοῖς αὐτοῖς ἔστιν ὁραθῆναι ἄστρον ἡμεροφανές· ζῷον ἀίδιον ἔμψυχον τὸ μέγιστον. Χρόνος ἡλίου κίνησις, μέτρον φορᾶς. Ἡμέρα ἡλίου πορεία ἀπʼ ἀνατολῶν ἐπὶ δυσμάς· φῶς τοὐναντίον νυκτί. Ἕως ἡμέρας ἀρχή·
\n\n## DEFINITIONS\n\nEternal: that which exists through all time, both having existed previously and not being destroyed now.\nGod: an immortal living being, self-sufficient for happiness; an eternal substance, the cause of the nature of the good.\nGeneration: a movement into substance; a participation in substance; a passage into being.\nSun: heavenly fire; the only star visible by day which can be seen by the same people from dawn till evening; the greatest eternal, animate living being.\nTime: the movement of the sun, the measure of motion.\nDay: the passage of the sun from east to west; light opposite to night.\nDawn: the beginning of day; the first light from the sun.
τὸ πρῶτον φῶς ἀπὸ τοῦ ἡλίου. Μεσημβρία χρόνος ἐν ᾧ τῶν σωμάτων αἱ σκιαὶ ἐλαχίστου μήκους κοινωνοῦσιν. Δείλη ἡμέρας τελευτή. Νὺξ σκότος τοὐναντίον ἡμέρᾳ· ἡλίου στέρησις. Τύχη φορὰ ἐξ ἀδήλου εἰς ἄδηλον, καὶ ἡ ἐκ τοῦ αὐτομάτου αἰτία δαιμονίας πράξεως. Γῆρας φθίσις ἐμψύχου ὑπὸ χρόνου γιγνομένη. Πνεῦμα κίνησις ἀέρος περὶ τὴν γῆν.
Midday: the time in which the shadows of bodies share in the shortest length.\nEvening: the end of day.\nNight: darkness opposite to day; deprivation of the sun.\n Fortune: a course from the unseen to the unseen, and the cause of a divine action arising from the spontaneous.\nOld age: the decay of an animate being brought about by time.\nWind: the movement of air around the earth.
Ἀὴρ στοιχεῖον οὖ πᾶσαι αἱ κατὰ τόπον κινήσεις κατὰ φύσιν εἰσίν. Οὐρανὸς σῶμα περιέχον πάντα τὰ αἰσθητὰ πλὴν αὐτοῦ τοῦ ἀνωτάτου ἀέρος. Ψυχὴ τὸ αὑτὸ κινοῦν· αἰτία κινήσεως ζωτικῆς ζῷων. Δύναμις τὸ καθʼ αὑτὸ ποιητικόν. Ὄψις ἕξις διακριτικὴ σωμάτων. Ὀστοῦν μυελὸς ὑπὸ θερμοῦ παγείς. Στοιχεῖον τὸ συνάγον καὶ διαλύον τὰ σύνθετα. Ἀρετὴ διάθεσις ἡ βελτίστη· ἕξις θνητοῦ ζῴου καθʼ αὑτὴν ἐπαινετή· ἕξις καθʼ ἣν τὸ ἔχον ἀγαθὸν λέγεται· κοινωνία νόμων δικαία· διάθεσις, καθʼ ἣν τὸ ἔχον διακείμενον τελείως σπουδαῖον λέγεται· ἕξις ποιητικὴ εὐνομίας. Φρόνησις δύναμις ποιητικὴ καθʼ αὑτὴν τῆς ἀνθρώπου εὐδαιμονίας· ἐπιστήμη ἀγαθῶν καὶ κακῶν· διάθεσις καθʼ ἣν κρίνομεν τί πρακτέον καὶ τί οὐ πρακτέον. Δικαιοσύνη ὁμόνοια τῆς ψυχῆς πρὸς αὑτήν, καὶ εὐταξία τῶν τῆς ψυχῆς μερῶν πρὸς ἄλληλά τε καὶ περὶ ἄλληλα· ἕξις διανεμητικὴ τοῦ κατʼ ἀξίαν ἑκάστῳ· ἕξις καθʼ ἣν ὁ ἔχων προαιρετικός ἐστιν τῶν φαινομένων αὐτῷ δικαίων· ἕξις ἐν βίῳ νόμου ὑπήκοος· ἰσότης κοινωνική· ἕξις ὑπηρετικὴ νόμων. Σωφροσύνη μετριότης τῆς ψυχῆς περὶ τὰς ἐν αὐτῇ κατὰ φύσιν γιγνομένας ἐπιθυμίας τε καὶ ἡδονάς· εὐαρμοστία καὶ εὐταξία ψυχῆς πρὸς τὰς κατὰ φύσιν ἡδονὰς καὶ λύπας· συμφωνία ψυχῆς πρὸς τὸ ἄρχειν καὶ ἄρχεσθαι· αὐτοπραγία κατὰ φύσιν· εὐταξία ψυχῆς· λογιστικὴ ὁμιλία ψυχῆς περὶ καλῶν καὶ αἰσχρῶν· ἕξις καθʼ ἣν ὁ ἔχων αἱρετικός ἐστι καὶ εὐλαβητικὸς ὧν χρή. Ἀνδρεία ἕξις ψυχῆς ἀκίνητος ὑπὸ φόβου· θάρσος πολεμικόν· ἐπιστήμη τῶν κατὰ πόλεμον πραγμάτων· ἐγκράτεια ψυχῆς πρὸς τὰ φοβερὰ καὶ δεινά· τόλμα ὑπηρετικὴ φρονήσεως· εὐθαρσία ἐπὶ θανάτου προσδοκίᾳ· ἕξις διαφυλακτικὴ λογισμῶν ὀρθῶν ἐν κινδύνοις· ῥώμη πρὸς κίνδυνον ἀντίρροπος· ῥώμη καρτερικὴ πρὸς ἀρετήν· ἠρεμία ψυχῆς περὶ τὰ δεινὰ καὶ θαρσαλέα κατὰ τὸν ὀρθὸν λόγον φαινόμενα· σωτηρία δογμάτων ἀδήλων περὶ τὰ δεινὰ καὶ ἐμπειρία πολέμου· ἕξις ἐμμενητικὴ νόμου. Ἐγκράτεια δύναμις ὑπομενητικὴ λύπης· ἀκολούθησις τῷ ὀρθῷ λογισμῷ· δύναμις ἀνυπέρβλητος τοῦ ὑποληφθέντος ὀρθῷ λογισμῷ. Αὐτάρκεια τελειότης κτήσεως ἀγαθῶν· ἕξις καθʼ ἣν οἱ ἔχοντες αὐτοὶ αὑτῶν ἄρχουσιν. Ἐπιείκεια δικαίων καὶ συμφερόντων ἐλάττωσις· μετριότης ἐν συμβολαίοις· εὐταξία ψυχῆς λογιστικῆς πρὸς τὰ καλὰ καὶ αἰσχρά. Καρτερία ὑπομονὴ λύπης ἕνεκα τοῦ καλοῦ· ὑπομονὴ πόνων ἕνεκα τοῦ καλοῦ. Θάρσος ἀπροσδοκία κακοῦ· ἀνεκπληξία διὰ κακοῦ παρουσίαν. Ἀλυπία ἕξις καθʼ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς λύπας. Φιλοπονία ἕξις ἀποτελεστικὴ οὗ ἂν προέληται· καρτερία ἑκούσιος· ἕξις ἀδιάβλητος πρὸς πόνον. Αἰδὼς τολμήσεως ὑποχώρησις ἑκουσία δικαίως καὶ πρὸς τὸ βέλτιστον φανέν· καταλαβὴ ἑκουσία τοῦ βελτίστου· εὐλάβεια ὀρθοῦ ψόγου. Ἐλευθερία ἡγεμονία βίου· αὐτοκράτεια ἐπὶ παντί· ἐξουσία τοῦ καθʼ ἑαυτὸν ἐν βίῳ· ἀφειδία ἐν χρήσει καὶ ἐν κτήσει οὐσίας. Ἐλευθεριότης ἕξις πρὸς τὸ χρηματίζεσθαι ὡς δεῖ· πρόσθεσις καὶ κτῆσις οὐσίας ὡς χρή. Πρᾳότης κατάστασις κινήσεως τῆς ὑπʼ ὀργῆς· κρᾶσις ψυχῆς σύμμετρος. Κοσμιότης ὕπειξις ἑκουσία πρὸς τὸ φανὲν βέλτιστον· εὐταξία περὶ κίνησιν σώματος. Εὐδαιμονία ἀγαθὸν ἐκ πάντων ἀγαθῶν συγκείμενον· δύναμις αὐτάρκης πρὸς τὸ εὖ ζῆν· τελειότης κατʼ ἀρετήν· ὠφελία αὐτάρκης ζῴου. Μεγαλοπρέπεια ἀξίωσις κατὰ λογισμὸν ὀρθὸν τὸν σεμνότατον.
Air: the element in which all movements according to place naturally occur.\n Heaven: the body enclosing all sensible things except the uppermost air itself.\nSoul: that which moves itself; the cause of vital movement in living beings.\nPower: that which is productive in itself.\nSight: a state capable of distinguishing bodies.\n Bone: marrow solidified by heat.\nElement: that which combines and dissolves composite things.\nVirtue: the best disposition; a state of a mortal living being praiseworthy in itself; a state by which that which possesses it is called good; a just community of laws; a disposition by which that which possesses it is said to be perfectly excellently disposed; a state productive of good order.\n Prudence: a power productive in itself of human happiness; knowledge of good and bad things; a disposition by which we judge what is to be done and what is not to be done.\nJustice: the agreement of the soul with itself, and the good order of the parts of the soul with respect to one another and about one another; a state distributive of what is according to desert to each; a state by which the possessor is choosing of what appears to him to be just; a state obedient to law in life; social equality; a state subservient to laws.\nTemperance: the moderation of the soul concerning the desires and pleasures that naturally arise in it; the harmony and good order of the soul in relation to natural pleasures and pains; the agreement of the soul as to ruling and being ruled; action according to nature; good order of the soul; rational converse of the soul concerning noble and base things; a state by which the possessor is choosing and avoiding what is proper.\nCourage: a state of the soul unmoved by fear; military boldness; knowledge of matters concerning war; self-control of the soul against fearful and terrible things; daring subservient to prudence; confidence in the expectation of death; a state safeguarding right reasoning in dangers; strength counterbalancing danger; strength enduring toward virtue; tranquility of the soul concerning terrible and daring things appearing according to right reason; preservation of unclear dogmas concerning terrible things, and experience of war; a state abiding by law.\nSelf-control: a power enduring pain; following right reasoning; a power insuperable from what has been assumed by right reason.\n Self-sufficiency: perfection of the acquisition of goods; a state by which those who possess it rule themselves.\nEquity: a reduction of what is just and advantageous; moderation in contracts; good order of the rational soul toward noble and base things.\n Endurance: bearing pain for the sake of the noble; bearing tolls for the sake of the noble.\nConfidence: expectation of no bad thing; being undismayed by the presence of a bad thing.\nFreedom from pain: a state by which we are not liable to fall into pains.\n Love of labor: a state accomplishing whatever one may choose; voluntary endurance; a state proof against toil.\nShame: a voluntary withdrawal from daring actions, done justly and toward what has appeared best; voluntary grasp of the best; caution against right censure.\n Freedom: directorship of life; self-determination over everything; authority over one's own affairs in life; unsparingness in the use and acquisition of property.\nLiberality: a state with respect to making money as one ought; addition and acquisition of property as is necessary.\n Gentleness: the calming of the movement caused by anger; a balanced mixture of the soul.\nDecorum: voluntary submission to what has appeared best; good order concerning the movement of the body.\n Happiness: a good composed of all goods; a power self-sufficient for living well; perfection according to virtue; self-sufficient utility for a living being.\nMagnificence: estimation according to right reason of what is most solemn.