Humanitext Reader

柏拉图 · 书信集 §9.357-9.358

劝告阿尔库塔斯承担公职与报效祖国

第 28 段,共 34 段 · 希腊语

内容简介

柏拉图从阿尔基普斯等人处得知阿尔库塔斯因公职繁忙而苦恼,便劝勉他:人并非只为自己而生,同时告诫他不要将国家政务让渡给那些缺乏好动机的卑劣之人。

§9.357Πλάτων Ἀρχύτᾳ Ταραντίνῳ εὖ πράττειν.
柏拉图致塔兰托的阿尔库塔斯,祝好。
ἀφίκοντο πρὸς ἡμᾶς οἱ περὶ Ἄρχιππον καὶ Φιλωνίδην, τήν τε ἐπιστολὴν φέροντες ἣν σὺ αὐτοῖς ἔδωκας, καὶ ἀπαγγέλλοντες τὰ παρὰ σοῦ.
阿尔基普斯和菲洛尼德斯一行人来到了我们这里,他们带来了你给他们的信,并转达了你的口信。
τὰ μὲν οὖν πρὸς τὴν πόλιν οὐ χαλεπῶς διεπράξαντο—καὶ γὰρ οὐδὲ παντελῶς ἦν ἐργώδη —τὰ δὲ παρὰ σοῦ διῆλθον ἡμῖν, λέγοντες ὑποδυσφορεῖν σε ὅτι οὐ δύνασαι τῆς περὶ τὰ κοινὰ ἀσχολίας ἀπολυθῆναι.
一方面,他们毫不费力地办妥了与城邦有关的事务——因为这些事务确实一点也不繁重——另一方面,他们向我们详述了关于你的事情,说你因为无法从公共事务的繁忙中解脱出来而感到苦恼。
§9.358ὅτι μὲν οὖν ἥδιστόν ἐστιν ἐν τῷ βίῳ τὸ τὰ αὑτοῦ πράττειν, ἄλλως τε καὶ εἴ τις ἕλοιτο τοιαῦτα πράττειν οἷα καὶ σύ, σχεδὸν παντὶ δῆλον· ἀλλὰ κἀκεῖνο δεῖ σε ἐνθυμεῖσθαι, ὅτι ἕκαστος ἡμῶν οὐχ αὑτῷ μόνον γέγονεν, ἀλλὰ τῆς γενέσεως ἡμῶν τὸ μέν τι ἡ πατρὶς μερίζεται, τὸ δέ τι οἱ γεννήσαντες, τὸ δὲ οἱ λοιποὶ φίλοι, πολλὰ δὲ καὶ τοῖς καιροῖς δίδοται τοῖς τὸν βίον ἡμῶν καταλαμβάνουσι.
因此,一方面,在生活中做自己的事情是最令人愉快的事,特别是如果有人选择去做像你所做的那样的事情,这几乎对每个人来说都是显而易见的;但另一方面,你必须记住这一点,即我们每个人不仅是为自己而生的,在我们的生命中,一部分归于祖国,一部分归于父母,一部分归于其余的朋友,还有许多部分要献给那些降临在我们生活中的时机。
καλούσης δὲ τῆς πατρίδος αὐτῆς πρὸς τὰ κοινά, ἄτοπον ἴσως τὸ μὴ ὑπακούειν· ἅμα γὰρ συμβαίνει καὶ χώραν καταλιμπάνειν φαύλοις ἀνθρώποις, οἳ οὐκ ἀπὸ τοῦ βελτίστου πρὸς τὰ κοινὰ προσέρχονται.
当祖国自身召唤我们参与公共事务时,不予服从也许是荒谬的;因为这同时意味着把位置留给卑劣的人,他们并非出于最好的动机来参与公共事务。
περὶ τούτων μὲν οὖν ἱκανῶς, Ἐχεκράτους δὲ καὶ νῦν ἐπιμέλειαν ἔχομεν καὶ εἰς τὸν λοιπὸν χρόνον ἕξομεν καὶ διὰ σὲ καὶ διὰ τὸν πατέρα αὐτοῦ Φρυνίωνα καὶ διʼ αὐτὸν τὸν νεανίσκον.
关于这些事就说这么多吧。 至于埃克克拉底,我们现在正予以关照,未来也仍将关照,这既是为了你,也是为了他的父亲弗里尼翁,并且也是为了这个年轻人自己。

词汇与语法注释

  1. 357dοἱ περὶ Ἄρχιππον — “οἱ περί + 宾格”的结构是一种惯用表达,指代中心人物(此处为阿尔基普斯和菲洛尼德斯)及其随从或同行者,亦可仅指他们自身。
  2. 358aτῆς γενέσεως — 部分属格,修饰并限制后文中作为主语的代词性短语 `τὸ μέν τι`(某一部分)和 `τὸ δέ τι`(另一部分)。
  3. 358aκαλούσης δὲ τῆς πατρίδος — 伴随现在分词 `καλούσης` 的属格独立结构,在句中充当状语,表示时间或让步(“当祖国自身召唤时 / 尽管祖国自身在召唤”)。
  4. 358bσυμβαίνει — 此处作为非人称动词使用,以其后跟随的不定式短语 `χώραν καταλιμπάνειν` 作为实际主语,意为“同时发生(某事)/ 随之导致(某事)”。

引用这一段

柏拉图, 书信集 §9.357-9.358. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:9.357-9.358

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。