Humanitext Reader

柏拉图 · 书信集 §7.348-7.349

赫拉克莱德斯流亡与柏拉图被逐出卫城

第 23 段,共 34 段 · 希腊语

内容简介

狄奥尼修斯因削减佣兵军饷引发骚乱,并怀疑赫拉克莱德斯是主谋;狄奥多特和柏拉图试图调停,但狄奥尼修斯背弃诺言追捕赫拉克莱德斯。此事导致狄奥尼修斯与柏拉图彻底决裂,柏拉图被逐出卫城,双方关系完全破裂。

§7.348μέχρι μὲν δὴ τούτων ταύτῃ μοι βεβοηθημένον ἐγεγόνει φιλοσοφίᾳ καὶ φίλοις·
因此,到此为止,我对哲学和朋友们的援助已经以这种方式完成了。
τὸ δὲ μετὰ ταῦτα ἐζῶμεν ἐγὼ καὶ Διονύσιος, ἐγὼ μὲν βλέπων ἔξω, καθάπερ ὄρνις ποθῶν ποθεν ἀναπτέσθαι, ὁ δὲ διαμηχανώμενος τίνα τρόπον ἀνασοβήσοι με μηδὲν ἀποδοὺς τῶν Δίωνος· ὅμως δὲ ἔφαμεν ἑταῖροί γε εἶναι πρὸς πᾶσαν Σικελίαν.
但此后,我和狄奥尼修斯一起生活,我向外张望,就像一只渴望从某处飞走的鸟,而他则盘算着如何在不归还迪翁任何财产的情况下把我打发走;但对整个西西里岛,我们仍然声称至少还是朋友。
τῶν δὴ μισθοφόρων τοὺς πρεσβυτέρους Διονύσιος ἐπεχείρησεν ὀλιγομισθοτέρους ποιεῖν παρὰ τὰ τοῦ πατρὸς ἔθη, θυμωθέντες δὲ οἱ στρατιῶται συνελέγησαν ἁθρόοι καὶ οὐκ ἔφασαν ἐπιτρέψειν.
那时,狄奥尼修斯企图违反他父亲的惯例,减少年长雇佣兵的军饷;士兵们被激怒了,聚集在一起,声称绝不容许这样做。
ὁ δʼ ἐπεχείρει βιάζεσθαι κλείσας τὰς τῆς ἀκροπόλεως πύλας, οἱ δʼ ἐφέροντο εὐθὺς πρὸς τὰ τείχη, παιῶνά τινα ἀναβοήσαντες βάρβαρον καὶ πολεμικόν· οὗ δὴ περιδεὴς Διονύσιος γενόμενος ἅπαντα συνεχώρησεν καὶ ἔτι πλείω τοῖς τότε συλλεχθεῖσι τῶν πελταστῶν.
他企图通过关闭卫城的城门来施加暴力,但他们立刻冲向城墙,高唱着某种野蛮而好战的凯歌;对此感到极度恐惧的狄奥尼修斯,向当时聚集起来的轻盾兵妥协了一切,甚至给予了更多。
λόγος δή τις ταχὺ διῆλθεν ὡς Ἡρακλείδης αἴτιος εἴη γεγονὼς πάντων τούτων· ὃν ἀκούσας ὁ μὲν Ἡρακλείδης ἐκποδὼν αὑτὸν ἔσχεν ἀφανῆ, Διονύσιος δὲ ἐζήτει λαβεῖν, ἀπορῶν δέ, Θεοδότην μεταπεμψάμενος εἰς τὸν κῆπον—ἔτυχον δʼ ἐν τῷ κήπῳ καὶ ἐγὼ τότε περιπατῶν—τὰ μὲν οὖν ἄλλα οὔτʼ οἶδα οὔτʼ ἤκουον διαλεγομένων, ἃ δὲ ἐναντίον εἶπεν Θεοδότης ἐμοῦ πρὸς Διονύσιον, οἶδά τε καὶ μέμνημαι.
于是,一个谣言迅速流传开来,称赫拉克莱德斯是这一切的始作俑者;赫拉克莱德斯听说后,便躲藏起来,不见踪影,而狄奥尼修斯企图抓住他,在无计可施之下,便召见狄奥多特到园子里来——当时我刚好也在园子里散步——至于他们谈话的其他内容,我既不知道也没听见,但狄奥多特当着我的面对狄奥尼修斯所说的话,我是既知道又记得的。
Πλάτων γάρ, ἔφη, Διονύσιον ἐγὼ πείθω τουτονί, ἐὰν ἐγὼ γένωμαι δεῦρο Ἡρακλείδην κομίσαι δυνατὸς ἡμῖν εἰς λόγους περὶ τῶν ἐγκλημάτων αὐτῷ τῶν νῦν γεγονότων, ἂν ἄρα μὴ δόξῃ δεῖν αὐτὸν οἰκεῖν ἐν Σικελίᾳ, τόν τε ὑὸν λαβόντα καὶ τὴν γυναῖκα ἀξιῶ εἰς Πελοπόννησον ἀποπλεῖν, οἰκεῖν τε βλάπτοντα μηδὲν Διονύσιον ἐκεῖ, καρπούμενον δὲ τὰ ἑαυτοῦ.
“‘柏拉图啊,’他说,‘我正在说服眼前的这位狄奥尼修斯:如果我能把赫拉克莱德斯带到这里来,和我们当面澄清最近对他提出的指控,如果最终认为他不应该住在西西里,我要求他带着儿子和妻子启航前往伯罗奔尼撒,并在那里居住,不对狄奥尼修斯造成任何伤害,同时享受他自己的财产。
μετεπεμψάμην μὲν οὖν καὶ πρότερον αὐτόν, μεταπέμψομαι δὲ καὶ νῦν, ἄντʼ οὖν ἀπὸ τῆς προτέρας μεταπομπῆς ἄντε καὶ ἀπὸ τῆς νῦν ὑπακούσῃ μοι· Διονύσιον δὲ ἀξιῶ καὶ δέομαι, ἄν τις ἐντυγχάνῃ Ἡρακλείδῃ ἐάντʼ ἐν ἀγρῷ ἐάντʼ ἐνθάδε, μηδὲν ἄλλο αὐτῷ φλαῦρον γίγνεσθαι, μεταστῆναι δʼ ἐκ τῆς χώρας, ἕως ἂν ἄλλο τι Διονυσίῳ δόξῃ.
因此,我以前召见过他,现在也将再次召见他,无论他是服从先前的召见还是这一次的召见;我要求并请求狄奥尼修斯:如果有人遇见赫拉克莱德斯,无论是在乡间还是在这里,都不要对他施加任何其他伤害,而是让他离开这个国家,直到狄奥尼修斯做出其他决定。
ταῦτα, ἔφη, συγχωρεῖς;
你同意这些吗?
λέγων πρὸς τὸν Διονύσιον.
’他看着狄奥尼修斯说。
συγχωρῶ· μηδʼ ἂν πρὸς τῇ σῇ, ἔφη, φανῇ οἰκίᾳ, πείσεσθαι φλαῦρον μηδὲν παρὰ τὰ νῦν εἰρημένα.
‘我同意,’他说,‘即使他出现在你的房子附近,他也绝不会遭受任何违背刚才所说之话的伤害。
§7.349τῇ δὴ μετὰ ταύτην τὴν ἡμέραν δείλης Εὐρύβιος καὶ Θεοδότης προσηλθέτην μοι σπουδῇ τεθορυβημένω θαυμαστῶς, καὶ Θεοδότης λέγει, Πλάτων, ἔφη, παρῆσθα χθὲς οἷς περὶ Ἡρακλείδου Διονύσιος ὡμολόγει πρὸς ἐμὲ καὶ σέ;
’ 就在那一天之后的第二天傍晚,欧律比奥斯和狄奥多特急匆匆地来到我这里,神神色异常慌张,狄奥多特说: “‘柏拉图,’他说,‘昨天狄奥尼修斯就赫拉克莱德斯的事情向我和你做出承诺时,你在场吗?
πῶς δὲ οὔκ; ἔφην.
’ ‘当然在场,’我说。
νῦν τοίνυν, ἦ δʼ ὅς, περιθέουσιν πελτασταὶ λαβεῖν Ἡρακλείδην ζητοῦντες, ὁ δὲ εἶναί πῃ ταύτῃ κινδυνεύει·
‘既然如此,’他说,‘现在轻盾兵正到处乱跑,企图抓住赫拉克莱德斯,而他很有可能就躲在这附近的某个地方。
ἀλλʼ ἡμῖν, ἔφη, συνακολούθησον πρὸς Διονύσιον ἁπάσῃ μηχανῇ.
但是,’他说,‘请务必想尽一切办法同我们一起去见狄奥尼修斯。
ᾠχόμεθα οὖν καὶ εἰσήλθομεν παρʼ αὐτόν, καὶ τὼ μὲν ἑστάτην σιγῇ δακρύοντε, ἐγὼ δὲ εἶπον· οἵδε πεφόβηνται μή τι σὺ παρὰ τὰ χθὲς ὡμολογημένα ποιήσῃς περὶ Ἡρακλείδην νεώτερον· δοκεῖ γάρ μοι ταύτῃ πῃ γεγονέναι φανερὸς ἀποτετραμμένος.
’ 于是我们动身进到他那里,他们两人默默地流泪站着,而我则说: ‘这些人害怕你会违背昨天的承诺,对赫拉克莱德斯做出什么异常的举动;因为他似乎在这附近的某个地方露了面,并且躲避了起来。
ὁ δὲ ἀκούσας ἀνεφλέχθη τε καὶ παντοδαπὰ χρώματα ἧκεν, οἷʼ ἂν θυμούμενος ἀφείη· προσπεσὼν δʼ αὐτῷ ὁ Θεοδότης, λαβόμενος τῆς χειρὸς ἐδάκρυσέν τε καὶ ἱκέτευεν μηδὲν τοιοῦτον ποιεῖν, ὑπολαβὼν δʼ ἐγὼ παραμυθούμενος, θάρρει, Θεοδότα, ἔφην· οὐ γὰρ τολμήσει Διονύσιος παρὰ τὰ χθὲς ὡμολογημένα ἄλλα ποτὲ δρᾶν.
’ 他听了这话,勃然大怒,脸上红一阵白一阵,呈现出愤怒之人特有的各种神色;狄奥多特扑到他面前,拉住他的手,流着泪恳求他不要做出这种事;我则插话安慰他说: ‘放心吧,狄奥多特;因为狄奥尼修斯绝对不敢做出任何违背昨天承诺的其他事情。
καὶ ὃς ἐμβλέψας μοι καὶ μάλα τυραννικῶς, σοί, ἔφη, ἐγὼ οὔτε τι σμικρὸν οὔτε μέγα ὡμολόγησα.
’ 他盯着我,带着极其蛮横专制的态度说: ‘对你,我既没有做出任何微小的承诺,也没有做出任何重大的承诺。
νὴ τοὺς θεούς, ἦν δʼ ἐγώ, σύ γε, ταῦτα ἃ σοῦ νῦν οὗτος δεῖται μὴ ποιεῖν·
’ ‘誓以诸神,’我说,‘你确实答应过,正是这个人现在求你不要做的这些事。
καὶ εἰπὼν ταῦτα ἀποστρεφόμενος ᾠχόμην ἔξω.
’ 说罢,我便转身走了出去。
τὸ μετὰ ταῦτα ὁ μὲν ἐκυνήγει τὸν Ἡρακλείδην, Θεοδότης δὲ ἀγγέλους πέμπων Ἡρακλείδῃ φεύγειν διεκελεύετο.
此后,他继续追捕赫拉克莱德斯,而狄奥多特派人送信,催促赫拉克莱德斯逃跑。
ὁ δὲ ἐκπέμψας Τεισίαν καὶ πελταστὰς διώκειν ἐκέλευε· φθάνει δέ, ὡς ἐλέγετο, Ἡρακλείδης εἰς τὴν Καρχηδονίων ἐπικράτειαν ἐκφυγὼν ἡμέρας σμικρῷ τινι μέρει.
狄奥尼修斯派出泰西亚斯和轻盾兵命令他们追击;但据人们所说,赫拉克莱德斯抢先一步,只差了极短的一天中的一部分时间,便成功逃到了迦太基人的管辖领地。
τὸ δὴ μετὰ τοῦτο ἡ πάλαι ἐπιβουλὴ Διονυσίῳ τοῦ μὴ ἀποδοῦναι τὰ Δίωνος χρήματα ἔδοξεν ἔχθρας λόγον ἔχειν ἂν πρός με πιθανόν, καὶ πρῶτον μὲν ἐκ τῆς ἀκροπόλεως ἐκπέμπει με, εὑρὼν πρόφασιν ὡς τὰς γυναῖκας ἐν τῷ κήπῳ, ἐν ᾧ κατῴκουν ἐγώ, δέοι θῦσαι θυσίαν τινὰ δεχήμερον· ἔξω δή με παρʼ Ἀρχεδήμῳ προσέταττεν τὸν χρόνον τοῦτον μεῖναι.
在此之后,狄奥尼修斯长期以来不愿归还迪翁财产的阴谋,似乎成了一个向我发难的合理借口;他首先把我从卫城打发走,寻找的借口是在我所居住的庭院里,女人们需要举行一次为期十天的某种祭祀;并命令我在这段时间里住在外面的阿尔克德穆斯家。
ὄντος δʼ ἐμοῦ ἐκεῖ, Θεοδότης μεταπεμψάμενός με πολλὰ περὶ τῶν τότε πραχθέντων ἠγανάκτει καὶ ἐμέμφετο Διονυσίῳ· ὁ δʼ ἀκούσας ὅτι παρὰ Θεοδότην εἴην εἰσεληλυθώς, πρόφασιν αὖ ταύτην ἄλλην τῆς πρὸς ἐμὲ διαφορᾶς ποιούμενος, ἀδελφὴν τῆς πρόσθεν, πέμψας τινὰ ἠρώτα με εἰ συγγιγνοίμην ὄντως μεταπεμψαμένου με Θεοδότου.
当我住在那里时,狄奥多特派人请我去,并对当时发生的事情大加指责,抱怨狄奥尼修斯;而狄奥尼修斯听说我去了狄奥多特那里,便把这作为与我产生争执的另一个新借口,这与之前的借口如出一辙,他派人来问我,是否真的因为狄奥多特的召请而与他会面。
κἀγώ, παντάπασιν, ἔφην·
我回答:‘完全属实。
ὁ δέ, ἐκέλευε τοίνυν, ἔφη, σοὶ φράζειν ὅτι καλῶς οὐδαμῇ ποιεῖς Δίωνα καὶ τοὺς Δίωνος φίλους ἀεὶ περὶ πλείονος αὐτοῦ ποιούμενος.
’那人便说:‘那么,他让我转告你:你总是把迪翁以及迪翁的朋友看得比他更重,这绝非明智之举。
ταῦτʼ ἐρρήθη, καὶ οὐκέτι μετεπέμψατό με εἰς τὴν οἴκησιν πάλιν, ὡς ἤδη σαφῶς Θεοδότου μὲν ὄντος μου καὶ Ἡρακλείδου φίλου, αὐτοῦ δʼ ἐχθροῦ, καὶ οὐκ εὐνοεῖν ᾤετό με, ὅτι Δίωνι τὰ χρήματα ἔρρει παντελῶς.
’ 这些话都说过了,他再也没有召我回到他的住处,因为显然我已经成了狄奥多特和赫拉克莱德斯的朋友,以及他自己的敌人;而且他认为我对他也毫无善意,因为迪翁的财产已经被剥夺得一干二净了。

词汇与语法注释

  1. 348βεβοηθημένον ἐγεγόνει — 无人称过去完成时被动结构(“已提供援助”)。施动者由与格 `μοι`(“由我”)表示,而 `φιλοσοφίᾳ καὶ φίλοις` 则是自动词 `βοηθέω`(“援助”)所支配的与格。
  2. 348ἑταῖροί γε εἶναι — 由于不定式 `εἶναι` 的逻辑主语与主句动词 `ἔφαμεν`(“我们说”)的主语一致,因此表语 `ἑταῖροι` 采用了主格。
  3. 348cἂν ἄρα μὴ δόξῃ δεῖν αὐτὸν οἰκεῖν — 条件从句中的 `ἂν ἄρα μὴ δόξῃ` 是表示未来假设的虚拟语气。不定式 `οἰκεῖν`(“居住”)作为无人称动词 `δεῖν`(“需要”)的主语,而对格 `αὐτόν`(“他”)是不定式 `οἰκεῖν` 的逻辑主语。
  4. 349bσοί — 与格 `σοί`(“对你”)被置于句首以示强调,旨在将柏拉图与狄奥多特进行对比,以此否认曾与柏拉图本人达成过任何协议。
  5. 349cἔχθρας λόγον ἔχειν ἂν — 与不定式 `ἔχειν` 连用的助词 `ἄν` 表示在 `ἔδοξεν`(“似乎”)支配下的间接引语中的某种潜在或虚拟语气结构(“似乎会成为敌对的合理解释”)。

引用这一段

柏拉图, 书信集 §7.348-7.349. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:7.348-7.349

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。