§7.342ἀλλʼ οὔτε ἀνθρώποις ἡγοῦμαι τὴν ἐπιχείρησιν περὶ αὐτῶν λεγομένην ἀγαθόν, εἰ μή τισιν ὀλίγοις ὁπόσοι δυνατοὶ ἀνευρεῖν αὐτοὶ διὰ σμικρᾶς ἐνδείξεως, τῶν τε δὴ ἄλλων τοὺς μὲν καταφρονήσεως οὐκ ὀρθῆς ἐμπλήσειεν ἂν οὐδαμῇ ἐμμελῶς, τοὺς δὲ ὑψηλῆς καὶ χαύνης ἐλπίδος, ὡς σέμνʼ ἄττα μεμαθηκότας.
但我认为,关于这些事物的尝试(形诸言语)对人类来说并不是一件好事,除非是对极少数能够通过微小的暗示自己去发现它们的人;至于其余的人,它要么会在某些人心中充满极其不妥当的轻蔑,要么会给另一些人带来高傲而虚幻的期望,仿佛他们已经学到了什么了不起的东西。
ἔτι δὲ μακρότερα περὶ αὐτῶν ἐν νῷ μοι γέγονεν εἰπεῖν· τάχα γὰρ ἂν περὶ ὧν λέγω σαφέστερον ἂν εἴη λεχθέντων αὐτῶν.
此外,我心中也想过要对这些事物做更长篇幅的讨论;因为如果把这些事物本身说清楚,我所说的话也许就会变得更加明确。
ἔστι γάρ τις λόγος ἀληθής, ἐναντίος τῷ τολμήσαντι γράφειν τῶν τοιούτων καὶ ὁτιοῦν, πολλάκις μὲν ὑπʼ ἐμοῦ καὶ πρόσθεν ῥηθείς, ἔοικεν δʼ οὖν εἶναι καὶ νῦν λεκτέος.
因为存在着一条真实的道理,它反对任何人试图对这类事物进行任何书写,这条道理我以前曾多次说过,现在看来也必须再说一次。
ἔστιν τῶν ὄντων ἑκάστῳ, διʼ ὧν τὴν ἐπιστήμην ἀνάγκη παραγίγνεσθαι, τρία, τέταρτον δʼ αὐτή—πέμπτον δʼ αὐτὸ τιθέναι δεῖ ὃ δὴ γνωστόν τε καὶ ἀληθῶς ἐστιν ὄν—ἓν μὲν ὄνομα, δεύτερον δὲ λόγος, τὸ δὲ τρίτον εἴδωλον, τέταρτον δὲ ἐπιστήμη.
对于每一个存在着的事物,都有三个要素,知识必须通过它们才能产生,第四个要素是知识本身,而第五个要素必须设定为认识的对象以及真正存在的东西:第一是名称,第二是定义,第三是摹本,第四是知识。
περὶ ἓν οὖν λαβὲ βουλόμενος μαθεῖν τὸ νῦν λεγόμενον, καὶ πάντων οὕτω πέρι νόησον.
为了理解现在所说的话,请以一个事物为例,并对所有其他事物作同样的理解。
κύκλος ἐστίν τι λεγόμενον, ᾧ τοῦτʼ αὐτό ἐστιν ὄνομα ὃ νῦν ἐφθέγμεθα.
有所谓的“圆”,我们现在所说出的这个词就是它的名称。
λόγος δʼ αὐτοῦ τὸ δεύτερον, ἐξ ὀνομάτων καὶ ῥημάτων συγκείμενος· τὸ γὰρ ἐκ τῶν ἐσχάτων ἐπὶ τὸ μέσον ἴσον ἀπέχον πάντῃ, λόγος ἂν εἴη ἐκείνου ᾧπερ στρογγύλον καὶ περιφερὲς ὄνομα καὶ κύκλος.
第二是它的定义,由名词和动词组成:即“从边缘到中心的距离在各处都相等的东西”,这就会是那个被称为“圆”、“圆形”和“周”的同一事物的定义。
τρίτον δὲ τὸ ζωγραφούμενόν τε καὶ ἐξαλειφόμενον καὶ τορνευόμενον καὶ ἀπολλύμενον· ὧν αὐτὸς ὁ κύκλος, ὃν πέρι πάντʼ ἐστὶν ταῦτα, οὐδὲν πάσχει, τούτων ὡς ἕτερον ὄν.
第三是那被画出来又被擦掉、在车床上车削又被毁灭的东西;而作为所有这些过程之对象的圆本身,却完全不受其影响,因为它是与它们不同的东西。
τέταρτον δὲ ἐπιστήμη καὶ νοῦς ἀληθής τε δόξα περὶ ταῦτʼ ἐστίν· ὡς δὲ ἓν τοῦτο αὖ πᾶν θετέον, οὐκ ἐν φωναῖς οὐδʼ ἐν σωμάτων σχήμασιν ἀλλʼ ἐν ψυχαῖς ἐνόν, ᾧ δῆλον ἕτερόν τε ὂν αὐτοῦ τοῦ κύκλου τῆς φύσεως τῶν τε ἔμπροσθεν λεχθέντων τριῶν.
第四是关于这些事物的知识、理智和真实意见;这整个一类必须再被设定为一个整体,它不存在于声音中,也不存在于物体的形状中,而是存在于灵魂中,因此显然它既不同于圆本身,也不同于前面所说的三个要素。
τούτων δὲ ἐγγύτατα μὲν συγγενείᾳ καὶ ὁμοιότητι τοῦ πέμπτου νοῦς πεπλησίακεν, τἆλλα δὲ πλέον ἀπέχει.
在这些要素中,理智在亲缘关系和相似性上最接近第五个要素,而其他三个则相距较远。
ταὐτὸν δὴ περί τε εὐθέος ἅμα καὶ περιφεροῦς σχήματος καὶ χρόας, περί τε ἀγαθοῦ καὶ καλοῦ καὶ δικαίου, καὶ περὶ σώματος ἅπαντος σκευαστοῦ τε καὶ κατὰ φύσιν γεγονότος, πυρὸς ὕδατός τε καὶ τῶν τοιούτων πάντων, καὶ ζῴου σύμπαντος πέρι καὶ ἐν ψυχαῖς ἤθους, καὶ περὶ ποιήματα καὶ παθήματα σύμπαντα·
同样的道理也适用于直线和曲线、颜色,适用于善、美和正义,适用于所有制造出来的物体以及自然生成的物体(如火、水及所有此类事物),适用于所有的生物,适用于灵魂中的品格,以及所有的作为和受动。
οὐ γὰρ ἂν τούτων μή τις τὰ τέτταρα λάβῃ ἁμῶς γέ πως, οὔποτε τελέως ἐπιστήμης τοῦ πέμπτου μέτοχος ἔσται.
因为如果有人不能在某种程度上掌握这四个要素,就永远无法完全分享对第五个要素的知识。
§7.343πρὸς γὰρ τούτοις ταῦτα οὐχ ἧττον ἐπιχειρεῖ τὸ ποῖόν τι περὶ ἕκαστον δηλοῦν ἢ τὸ ὂν ἑκάστου διὰ τὸ τῶν λόγων ἀσθενές·
因为除了这些之外,由于言辞的软弱,这四个要素同样在试图表明每个事物的“性质如何”,而不亚于在表明每个事物的“存在”。
ὧν ἕνεκα νοῦν ἔχων οὐδεὶς τολμήσει ποτὲ εἰς αὐτὸ τιθέναι τὰ νενοημένα ὑπʼ αὐτοῦ, καὶ ταῦτα εἰς ἀμετακίνητον, ὃ δὴ πάσχει τὰ γεγραμμένα τύποις.
鉴于这些原因,任何有理智的人都绝不敢将自己的思想诉诸言辞,更不用说将其诉诸文字这种不可改变的媒介了,而用符号书写下来的东西正是面临这样的境遇。
τοῦτο δὲ πάλιν αὖ τὸ νῦν λεγόμενον δεῖ μαθεῖν.
这一点必须在刚才所说的话中重新予以理解。
κύκλος ἕκαστος τῶν ἐν ταῖς πράξεσι γραφομένων ἢ καὶ τορνευθέντων μεστὸς τοῦ ἐναντίου ἐστὶν τῷ πέμπτῳ—τοῦ γὰρ εὐθέος ἐφάπτεται πάντῃ—αὐτὸς δέ, φαμέν, ὁ κύκλος οὔτε τι σμικρότερον οὔτε μεῖζον τῆς ἐναντίας ἔχει ἐν αὑτῷ φύσεως.
在实际行动中被画出来或被车削出来的每一个圆,都充满了与第五个要素相反的性质——因为它在各处都与直线接触——但我们说,圆本身并不包含任何或多或少的相反本性。
ὄνομά τε αὐτῶν φαμεν οὐδὲν οὐδενὶ βέβαιον εἶναι, κωλύειν δʼ οὐδὲν τὰ νῦν στρογγύλα καλούμενα εὐθέα κεκλῆσθαι τά τε εὐθέα δὴ στρογγύλα, καὶ οὐδὲν ἧττον βεβαίως ἕξειν τοῖς μεταθεμένοις καὶ ἐναντίως καλοῦσιν.
我们还说,它们的名称对任何事物来说都不是固定不变的,没有什么能阻止现在被称为“圆”的东西被称作“直”,或者把“直”的东西称作“圆”,而对于那些交换名称并作相反称呼的人来说,这些名称的确定性并不会因此减少。
καὶ μὴν περὶ λόγου γε ὁ αὐτὸς λόγος, εἴπερ ἐξ ὀνομάτων καὶ ῥημάτων σύγκειται, μηδὲν ἱκανῶς βεβαίως εἶναι βέβαιον·
同样,关于定义,同样的道理也适用:既然它是由名词和动词组成的,那么在它之中就没有什么东西是足够巩固和确定的。
μυρίος δὲ λόγος αὖ περὶ ἑκάστου τῶν τεττάρων ὡς ἀσαφές, τὸ δὲ μέγιστον, ὅπερ εἴπομεν ὀλίγον ἔμπροσθεν, ὅτι δυοῖν ὄντοιν, τοῦ τε ὄντος καὶ τοῦ ποιοῦ τινος, οὐ τὸ ποιόν τι, τὸ δὲ τί, ζητούσης εἰδέναι τῆς ψυχῆς, τὸ μὴ ζητούμενον ἕκαστον τῶν τεττάρων προτεῖνον τῇ ψυχῇ λόγῳ τε καὶ κατʼ ἔργα, αἰσθήσεσιν εὐέλεγκτον τό τε λεγόμενον καὶ δεικνύμενον ἀεὶ παρεχόμενον ἕκαστον, ἀπορίας τε καὶ ἀσαφείας ἐμπίμπλησι πάσης ὡς ἔπος εἰπεῖν πάντʼ ἄνδρα.
关于这四个要素中的每一个是如何不清晰的,又有无数的道理可说;但最重要的一点,正如我们刚才所说,是因为存在着两个东西,即“存在”和“某种性质”,灵魂探求的不是“性质如何”,而是“是什么”,而这四个要素中的每一个,无论是在言语中还是在具体事物中,都把未被探求的东西呈献给灵魂,并且总是提供在感官上容易被推翻的言词和展示,使几乎每个人都陷入所有的困惑和不清晰之中。
ἐν οἷσι μὲν οὖν μηδʼ εἰθισμένοι τὸ ἀληθὲς ζητεῖν ἐσμεν ὑπὸ πονηρᾶς τροφῆς, ἐξαρκεῖ δὲ τὸ προταθὲν τῶν εἰδώλων, οὐ καταγέλαστοι γιγνόμεθα ὑπʼ ἀλλήλων, οἱ ἐρωτώμενοι ὑπὸ τῶν ἐρωτώντων, δυναμένων δὲ τὰ τέτταρα διαρρίπτειν τε καὶ ἐλέγχειν·
因此,在那些由于糟糕的培养而使我们甚至不习惯于探求真理、而只满足于呈献在我们面前的摹本的事情上,我们被那些提问的人提问时,我们彼此之间并不会显得荒谬,因为他们有能力去剖析和驳斥这四个要素。
ἐν οἷς δʼ ἂν τὸ πέμπτον ἀποκρίνασθαι καὶ δηλοῦν ἀναγκάζωμεν, ὁ βουλόμενος τῶν δυναμένων ἀνατρέπειν κρατεῖ.
但是,在那些我们被迫去回答和展示第五个要素的事情上,任何一个想要并且有能力推翻论点的人都会占上风。
καὶ ποιεῖ τὸν ἐξηγούμενον ἐν λόγοις ἢ γράμμασιν ἢ ἀποκρίσεσιν τοῖς πολλοῖς τῶν ἀκουόντων δοκεῖν μηδὲν γιγνώσκειν ὧν ἂν ἐπιχειρῇ γράφειν ἢ λέγειν, ἀγνοούντων ἐνίοτε ὡς οὐχ ἡ ψυχὴ τοῦ γράψαντος ἢ λέξαντος ἐλέγχεται, ἀλλʼ ἡ τῶν τεττάρων φύσις ἑκάστου, πεφυκυῖα φαύλως.
他会使那些用言语、文字或回答来阐释的人在大多数听众面前显得对自己试图书写或谈论的事情一无所知;因为听众们有时不知道,被驳斥的并不是著作者或说话者的灵魂,而是这四个要素中每一个的本性,因为它们本性上就是不完善的。
ἡ δὲ διὰ πάντων αὐτῶν διαγωγή, ἄνω καὶ κάτω μεταβαίνουσα ἐφʼ ἕκαστον, μόγις ἐπιστήμην ἐνέτεκεν εὖ πεφυκότος εὖ πεφυκότι·
然而,通过所有这些要素的历练,并在它们之间上下求索,才能在具有良好天赋的灵魂中,勉强产生对具有良好本质的事物的知识。