§7.336Δίωνα γὰρ ἐγὼ σαφῶς οἶδα, ὡς οἷόν τε περὶ ἀνθρώπων ἄνθρωπον διισχυρίζεσθαι, ὅτι, τὴν ἀρχὴν εἰ κατέσχεν, ὡς οὐκ ἄν ποτε ἐπʼ ἄλλο γε σχῆμα ἀρχῆς ἐτράπετο ἢ ἐπὶ τὸ Συρακούσας μὲν πρῶτον, τὴν πατρίδα τὴν ἑαυτοῦ, ἐπεὶ τὴν δουλείαν αὐτῆς ἀπήλλαξεν φαιδρύνας ἐλευθέρας δʼ ἐν σχήματι κατέστησεν, τὸ μετὰ τοῦτʼ ἂν πάσῃ μηχανῇ ἐκόσμησεν νόμοις τοῖς προσήκουσίν τε καὶ ἀρίστοις τοὺς πολίτας, τό τε ἐφεξῆς τούτοις προυθυμεῖτʼ ἂν πρᾶξαι, πᾶσαν Σικελίαν κατοικίζειν καὶ ἐλευθέραν ἀπὸ τῶν βαρβάρων ποιεῖν, τοὺς μὲν ἐκβάλλων, τοὺς δὲ χειρούμενος ῥᾷον Ἱέρωνος·
因为我非常清楚地了解迪翁,正如一个人对另一个人所能断言的那样,如果他掌握了统治权,他绝不会转向任何其他统治形式,而是:第一,在将他的祖国叙拉古从奴役中解放出来、使其焕发光彩并置于自由的政体下之后,在这之后,他将尽一切办法以合适且最优秀的法律来整顿公民,并渴望继而实行接下来的计划,即对整个西西里进行殖民重建,并使其免受蛮族的侵害而获得自由,将一些人驱逐,而将另一些人征服,这比希伦做起来更容易。
τούτων δʼ αὖ γενομένων διʼ ἀνδρὸς δικαίου τε καὶ ἀνδρείου καὶ σώφρονος καὶ φιλοσόφου, τὴν αὐτὴν ἀρετῆς ἂν πέρι γενέσθαι δόξαν τοῖς πολλοῖς, ἥπερ ἄν, εἰ Διονύσιος ἐπείσθη, παρὰ πᾶσιν ἂν ὡς ἔπος εἰπεῖν ἀνθρώποις ἀπέσωσεν γενομένη.
如果这些事情继而通过一个正义、勇敢、节制且有哲学思想的男子得以实现,那么在普通人中也会产生对于德行的同样美誉,正如如果狄奥尼修斯被说服,这美誉本可在所有人(可以说全人类)中产生并保存下来一样。
νῦν δὲ ἤ πού τις δαίμων ἤ τις ἀλιτήριος ἐμπεσὼν ἀνομίᾳ καὶ ἀθεότητι καὶ τὸ μέγιστον τόλμαις ἀμαθίας, ἐξ ἧς πάντα κακὰ πᾶσιν ἐρρίζωται καὶ βλαστάνει καὶ εἰς ὕστερον ἀποτελεῖ καρπὸν τοῖς γεννήσασιν πικρότατον, αὕτη πάντα τὸ δεύτερον ἀνέτρεψέν τε καὶ ἀπώλεσεν.
但如今,或许是某个神灵或某个毁灭者陷入了无法无天、不敬神明以及最严重的无知的大胆之中——正是从这种无知中,所有对所有人的恶行都生根发芽,并最终给其制造者带来最苦涩的果实——正是这种无知第二次推翻了并毁灭了一切。
νῦν δὲ δὴ εὐφημῶμεν χάριν οἰωνοῦ τὸ τρίτον.
但如今,为了吉兆,让我们第三次保持缄默(不说不吉之言)。
ὅμως δὲ μιμεῖσθαι μὲν συμβουλεύω Δίωνα ὑμῖν τοῖς φίλοις τήν τε τῆς πατρίδος εὔνοιαν καὶ τὴν τῆς τροφῆς σώφρονα δίαιταν, ἐπὶ λῳόνων δὲ ὀρνίθων τὰς ἐκείνου βουλήσεις πειρᾶσθαι ἀποτελεῖν—αἳ δὲ ἦσαν, ἀκηκόατε παρʼ ἐμοῦ σαφῶς—τὸν δὲ μὴ δυνάμενον ὑμῶν Δωριστὶ ζῆν κατὰ τὰ πάτρια, διώκοντα δὲ τόν τε τῶν Δίωνος σφαγέων καὶ τὸν Σικελικὸν βίον, μήτε παρακαλεῖν μήτε οἴεσθαι πιστὸν ἄν τι καὶ ὑγιὲς πρᾶξαί ποτε, τοὺς δὲ ἄλλους παρακαλεῖν ἐπὶ πάσης Σικελίας κατοικισμόν τε καὶ ἰσονομίαν ἔκ τε αὐτῆς Σικελίας καὶ ἐκ Πελοποννήσου συμπάσης, φοβεῖσθαι δὲ μηδὲ Ἀθήνας·
然而,我建议你们这些朋友效仿迪翁对祖国的热爱和他在成长中节制的生活方式,并在更好的预兆下尝试实现他的遗愿——至于这些遗愿是什么,你们已经从我这里听得很清楚了。 而你们当中,凡是不能按照祖辈习惯过那多利亚式生活,反而追求杀害迪翁之人的生活和西西里式生活的人,你们既不要邀请他,也不要认为他会做出任何可靠且健康的事情;而对其他的人,你们应当邀请他们参与整个西西里的重建和法律的平等,既从西西里自身,也从整个伯罗奔尼撒,而且不要害怕雅典。
εἰσὶ γὰρ καὶ ἐκεῖ πάντων ἀνθρώπων διαφέροντες πρὸς ἀρετήν, ξενοφόνων τε ἀνδρῶν μισοῦντες τόλμας.
因为在那里也有在德行上超越所有人的人,他们憎恨杀害宾客之人的无耻行径。
εἰ δʼ οὖν ταῦτα μὲν ὕστερα γένοιτʼ ἄν, κατεπείγουσιν δὲ ὑμᾶς αἱ τῶν στάσεων πολλαὶ καὶ παντοδαπαὶ φυόμεναι ἑκάστης ἡμέρας διαφοραί, εἰδέναι μέν που χρὴ πάντα τινὰ ἄνδρα, ᾧ καὶ βραχὺ δόξης ὀρθῆς μετέδωκεν θεία τις τύχη, ὡς οὐκ ἔστιν παῦλα κακῶν τοῖς στασιάσασιν, πρὶν ἂν οἱ κρατήσαντες μάχαις καὶ ἐκβολαῖς ἀνθρώπων καὶ σφαγαῖς μνησικακοῦντες καὶ ἐπὶ τιμωρίας παύσωνται τρεπόμενοι τῶν ἐχθρῶν,
但如果这些事情终究要在以后发生,而每天产生的许多且各种各样的内讧分歧正在驱迫着你们,那么每个被神圣的运气赋予了哪怕是一点点正确意见的人,都确实应当知道:在战役、驱逐和屠杀中获胜的人由于怀恨在心并致力于对敌人实行报复而无法停止之前,内讧者是没有灾祸的终结之日的。
§7.337ἐγκρατεῖς δὲ ὄντες αὑτῶν, θέμενοι νόμους κοινοὺς μηδὲν μᾶλλον πρὸς ἡδονὴν αὑτοῖς ἢ τοῖς ἡττηθεῖσιν κειμένους, ἀναγκάσωσιν αὐτοὺς χρῆσθαι τοῖς νόμοις διτταῖς οὔσαις ἀνάγκαις, αἰδοῖ καὶ φόβῳ, φόβῳ μὲν διὰ τὸ κρείττους αὐτῶν εἶναι δεικνύντες τὴν βίαν, αἰδοῖ δὲ αὖ διὰ τὸ κρείττους φαίνεσθαι περί τε τὰς ἡδονὰς καὶ τοῖς νόμοις μᾶλλον ἐθέλοντές τε καὶ δυνάμενοι δουλεύειν.
而当他们克制自己,制定出既不偏向自己也不偏向被击败者的共同法律,并以双重的强制——即敬畏与恐惧——强迫他们遵守法律时,恐惧是通过展示他们的力量高于对方,敬畏则是通过表明自己在面对享乐时更为强大,且更愿意、也更有能力服从法律。
ἄλλως δὲ οὐκ ἔστιν ὡς ἄν ποτε κακῶν λήξαι πόλις ἐν αὑτῇ στασιάσασα, ἀλλὰ στάσεις καὶ ἔχθραι καὶ μίση καὶ ἀπιστίαι ταῖς οὕτω διατεθείσαις πόλεσιν αὐταῖς πρὸς αὑτὰς ἀεὶ γίγνεσθαι φιλεῖ.
否则,一个陷入内讧的城邦绝不可能停息灾祸,相反,内讧、敌意、仇恨和不信任总是喜欢在如此处境的城邦中互相对立地产生。
τοὺς δὴ κρατήσαντας ἀεὶ χρή, ὅτανπερ ἐπιθυμήσωσιν σωτηρίας, αὐτοὺς ἐν αὑτοῖς ἄνδρας προκρῖναι τῶν Ἑλλήνων οὓς ἂν πυνθάνωνται ἀρίστους ὄντας, πρῶτον μὲν γέροντας, καὶ παῖδας καὶ γυναῖκας κεκτημένους οἴκοι καὶ προγόνους αὑτῶν ὅτι μάλιστα πολλούς τε καὶ ἀγαθοὺς καὶ ὀνομαστοὺς καὶ κτῆσιν κεκτημένους πάντας ἱκανήν—ἀριθμὸν δὲ εἶναι μυριάνδρῳ πόλει πεντήκοντα ἱκανοὶ τοιοῦτοι—τούτους δὴ δεήσεσιν καὶ τιμαῖς ὅτι μεγίσταις οἴκοθεν μεταπέμψασθαι, μεταπεμψαμένους δὲ ὀμόσαντας δεῖσθαι καὶ κελεύειν θεῖναι νόμους, μήτε νικήσασιν μήτε νικηθεῖσιν νέμειν πλέον, τὸ δὲ ἴσον καὶ κοινὸν πάσῃ τῇ πόλει.
因此,获胜者们在渴望拯救时,必须始终在他们自己人中,挑选出他们所知最优秀的希腊人:首先是老人,在国内有子女和妻子,且其祖先尽可能多、优秀且著名,并且所有人都拥有足够的财产——对于一个拥有一万公民的城邦来说,五十个这样的优秀者就足够了。 必须以最大程度的恳求和荣誉从他们的家中召来他们,召来之后,必须让他们宣誓,恳求并命令他们制定法律,既不给获胜者也不给被征服者更多的特权,而是对整个城邦一律平等。
τεθέντων δὲ τῶν νόμων ἐν τούτῳ δὴ τὰ πάντα ἐστίν.
而当法律被制定之后,一切确实就取决于此了。
ἂν μὲν γὰρ οἱ νενικηκότες ἥττους αὑτοὺς τῶν νόμων μᾶλλον τῶν νενικημένων παρέχωνται, πάντʼ ἔσται σωτηρίας τε καὶ εὐδαιμονίας μεστὰ καὶ πάντων κακῶν ἀποφυγή·
因为如果获胜者向人们表明自己比被征服者更服从于法律,那么一切都将充满拯救和幸福,并能避开一切灾祸。
εἰ δὲ μή, μήτʼ ἐμὲ μήτʼ ἄλλον κοινωνὸν παρακαλεῖν ἐπὶ τὸν μὴ πειθόμενον τοῖς νῦν ἐπεσταλμένοις.
但如果不是这样,无论是对我还是对其他人,都不要邀请他们作为不服从现在所下达指令之人的合作者。
ταῦτα γάρ ἐστιν ἀδελφὰ ὧν τε δίων ὧν τʼ ἐγὼ ἐπεχειρήσαμεν Συρακούσαις εὖ φρονοῦντες συμπρᾶξαι, δεύτερα μήν· πρῶτα δʼ ἦν ἃ τὸ πρῶτον ἐπεχειρήθη μετʼ αὐτοῦ Διονυσίου πραχθῆναι πᾶσιν κοινὰ ἀγαθά, τύχη δέ τις ἀνθρώπων κρείττων διεφόρησεν.
因为这些指令与迪翁和我曾怀着善意试图为叙拉古共同实现的那些计划是同类的(姊妹的),虽然它们是第二位的;而第一位的,是最初试图与狄奥尼修斯本人一起为所有人共同实现的利益,但某种超越人类的命运将其击碎了。
τὰ δὲ νῦν ὑμεῖς πειρᾶσθε εὐτυχέστερον αὐτὰ ἀγαθῇ πρᾶξαι μοίρᾳ καὶ θείᾳ τινὶ τύχῃ.
而现在,你们应当尝试凭借良好的分分和某种神圣的运气,更幸运地实现它们。
συμβουλὴ μὲν δὴ καὶ ἐπιστολὴ εἰρήσθω καὶ ἡ παρὰ Διονύσιον ἐμὴ προτέρα ἄφιξις·
关于建议和信件,以及我之前对狄奥尼修斯的访问,就说到这里吧。
ἡ δὲ δὴ ὑστέρα πορεία τε καὶ πλοῦς ὡς εἰκότως τε ἅμα καὶ ἐμμελῶς γέγονεν, ᾧ μέλει ἀκούειν ἔξεστι τὸ μετὰ τοῦτο.
至于后来的旅程和航行是如何既合理又合拍地发生的,凡是有心听的人,在此之后都可以听到。