§7.334ἐλθόντες δὲ εἰς Σικελίαν, ἐπειδὴ Δίωνα ᾔσθοντο διαβεβλημένον εἰς τοὺς ἐλευθερωθέντας ὑπʼ αὐτοῦ Σικελιώτας ὡς ἐπιβουλεύοντα γενέσθαι τύραννον, οὐ μόνον τὸν ἑταῖρον καὶ ξένον προύδοσαν, ἀλλʼ οἷον τοῦ φόνου αὐτόχειρες ἐγένοντο, ὅπλα ἔχοντες ἐν ταῖς χερσὶν αὐτοὶ τοῖς φονεῦσι παρεστῶτες ἐπίκουροι.
当他们来到西西里后,得知迪翁在那些被他解放的西西里人中遭到中伤,被指控图谋篡位成为僭主,他们不仅背叛了自己的同伴和宾客,而且简直成了谋杀的亲手执行者,自己手持武器,作为助手站在凶手身旁。
καὶ τὸ μὲν αἰσχρὸν καὶ ἀνόσιον οὔτε παρίεμαι ἔγωγε οὔτε τι λέγω—πολλοῖς γὰρ καὶ ἄλλοις ὑμνεῖν ταῦτα ἐπιμελὲς καὶ εἰς τὸν ἔπειτα μελήσει χρόνον—τὸ δὲ Ἀθηναίων πέρι λεγόμενον, ὡς αἰσχύνην οὗτοι περιῆψαν τῇ πόλει, ἐξαιροῦμαι· φημὶ γὰρ κἀκεῖνον Ἀθηναῖον εἶναι ὃς οὐ προύδωκεν τὸν αὐτὸν τοῦτον, ἐξὸν χρήματα καὶ ἄλλας τιμὰς πολλὰς λαμβάνειν.
至于这件可耻且不敬的事,我个人既不放过,也不想多说什么——因为许多其他人也乐于对此大加宣扬,且今后也仍会以此为务——但至于针对雅典人的议论,即这些人给城邦蒙受了羞辱,我予以否认;因为我主张,那个在可以获得金钱和许多其他荣誉的情况下、却没有背叛这同一个人的男子,同样也是雅典人。
οὐ γὰρ διὰ βαναύσου φιλότητος ἐγεγόνει φίλος, διὰ δὲ ἐλευθέρας παιδείας κοινωνίαν, ᾗ μόνῃ χρὴ πιστεύειν τὸν νοῦν κεκτημένον μᾶλλον ἢ συγγενείᾳ ψυχῶν καὶ σωμάτων·
因为他并非通过庸俗的交情成为朋友,而是通过自由人教育的共享;凡是拥有理性的人,比起灵魂与肉体的血亲关系,更应当唯独信任这种共享。
ὥστε οὐκ ἀξίω ὀνείδους γεγόνατον τῇ πόλει τὼ Δίωνα ἀποκτείναντε, ὡς ἐλλογίμω πώποτε ἄνδρε γενομένω.
因此,那两个杀死迪翁的人并不足以给城邦带来耻辱,因为他们从来就不是什么有名望的人物。
ταῦτα εἴρηται πάντα τῆς συμβουλῆς ἕνεκα τῶν Διωνείων φίλων καὶ συγγενῶν· συμβουλεύω δὲ δή τι πρὸς τούτοις τὴν αὐτὴν συμβουλὴν καὶ λόγον τὸν αὐτὸν λέγων ἤδη τρίτον τρίτοις ὑμῖν.
说这一切,全都是为了向迪翁的朋友和亲属提出建议;在此基础上,我还要提出一个建议,这已经是我第三次对作为第三批对象的你们,说出同样的建议和同样的话了。
μὴ δουλοῦσθαι Σικελίαν ὑπʼ ἀνθρώποις δεσπόταις, μηδὲ ἄλλην πόλιν, ὅ γʼ ἐμὸς λόγος, ἀλλʼ ὑπὸ νόμοις· οὔτε γὰρ τοῖς δουλουμένοις οὔτε τοῖς δουλωθεῖσιν ἄμεινον, αὐτοῖς καὶ παισὶ παίδων τε καὶ ἐκγόνοις, ἀλλʼ ὀλέθριος πάντως ἡ πεῖρα, σμικρὰ δὲ καὶ ἀνελεύθερα ψυχῶν ἤθη τὰ τοιαῦτα ἁρπάζειν κέρδη φιλεῖ, οὐδὲν τῶν εἰς τὸν ἔπειτα καὶ εἰς τὸν παρόντα καιρὸν ἀγαθῶν καὶ δικαίων εἰδότα θείων τε καὶ ἀνθρωπίνων.
不要让西西里屈服于作为主子的人类统治,也不要让任何其他城邦如此,至少照我的话来说是这样,而应当服从于法律;因为无论是对于实施奴役的人,还是对于遭受奴役的人,对于他们自身、他们的子子孙孙以及后代,这都没有任何好处,这种尝试完全是毁灭性的;只有那些狭隘和卑贱的灵魂品性,才喜欢攫取此类利益,它们对于未来和当下有关神和人的善行与公义一无所知。
ταῦτα πρῶτον μὲν Δίωνα ἐπεχείρησα ἐγὼ πείθειν, δεύτερον δὲ Διονύσιον, τρίτους δὲ ὑμᾶς νῦν.
这些道理,我首先曾试图说服迪翁,其次是狄奥尼修斯,现在第三次则是你们。
καὶ ἐμοὶ πείθεσθε Διὸς τρίτου σωτῆρος χάριν, εἶτα εἰς Διονύσιον βλέψαντες καὶ Δίωνα, ὧν ὁ μὲν μὴ πειθόμενος ζῇ τὰ νῦν οὐ καλῶς, ὁ δὲ πειθόμενος τέθνηκεν καλῶς· τὸ γὰρ τῶν καλλίστων ἐφιέμενον αὑτῷ τε καὶ πόλει πάσχειν ὅτι ἂν πάσχῃ πᾶν ὀρθὸν καὶ καλόν.
看在第三者救主宙斯的份上,请听从我的劝告,然后再看看狄奥尼修斯和迪翁:他们中那未听从劝告的人,如今活得并不体面;而那听从了劝告的人,却死得光荣;因为,为了自己和城邦去追求最美好的事物,在此过程中无论遭受什么,其所遭受的一切都是正确而高尚的。
§7.335οὔτε γὰρ πέφυκεν ἀθάνατος ἡμῶν οὐδείς, οὔτʼ εἴ τῳ συμβαίη, γένοιτο ἂν εὐδαίμων, ὡς δοκεῖ τοῖς πολλοῖς· κακὸν γὰρ καὶ ἀγαθὸν οὐδὲν λόγου ἄξιόν ἐστιν τοῖς ἀψύχοις, ἀλλʼ ἢ μετὰ σώματος οὔσῃ ψυχῇ τοῦτο συμβήσεται ἑκάστῃ ἢ κεχωρισμένῃ.
因为我们当中没有谁天生是不死的,而且,即使有人能长生不死,他也不会像大众所想的那样变得幸福;因为对于没有灵魂的事物来说,没有任何值得一提的恶或善,相反,这只会发生在每个或是与肉体结合、或是与肉体分离的灵魂身上。
πείθεσθαι δὲ ὄντως ἀεὶ χρὴ τοῖς παλαιοῖς τε καὶ ἱεροῖς λόγοις, οἳ δὴ μηνύουσιν ἡμῖν ἀθάνατον ψυχὴν εἶναι δικαστάς τε ἴσχειν καὶ τίνειν τὰς μεγίστας τιμωρίας, ὅταν τις ἀπαλλαχθῇ τοῦ σώματος· διὸ καὶ τὰ μεγάλα ἁμαρτήματα καὶ ἀδικήματα σμικρότερον εἶναι χρὴ νομίζειν κακὸν πάσχειν ἢ δρᾶσαι, ὧν ὁ φιλοχρήματος πένης τε ἀνὴρ τὴν ψυχὴν οὔτε ἀκούει, ἐάν τε ἀκούσῃ, καταγελῶν, ὡς οἴεται, πανταχόθεν ἀναιδῶς ἁρπάζει πᾶν ὅτιπερ ἂν οἴηται, καθάπερ θηρίον, φαγεῖν ἢ πιεῖν ἢ περὶ τὴν ἀνδραποδώδη καὶ ἀχάριστον, ἀφροδίσιον λεγομένην οὐκ ὀρθῶς, ἡδονὴν ποριεῖν αὑτῷ τοὐμπίμπλασθαι, τυφλὸς ὢν καὶ οὐχ ὁρῶν, οἷς συνέπεται τῶν ἁρπαγμάτων ἀνοσιουργία, κακὸν ἡλίκον ἀεὶ μετʼ ἀδικήματος ἑκάστου, ἣν ἀναγκαῖον τῷ ἀδικήσαντι συνεφέλκειν ἐπί τε γῇ στρεφομένῳ καὶ ὑπὸ γῆς νοστήσαντι πορείαν ἄτιμόν τε καὶ ἀθλίαν πάντως πανταχῇ.
我们应当始终真正信奉古老而神圣的教义,它们向我们昭示,灵魂是不死的,并且在人脱离肉体时,灵魂要面对审判官并付出最沉重的惩罚;因此,我们也应当认为,遭受重大的过错和不义,其危害要小于犯下这些过错和不义,而那些贪财且灵魂贫瘠的人对这些道理既不听从;即使听到了,也只会自以为是地加以嘲笑,像野兽一样,恬不知耻地从各处攫取任何他认为可以供其吃喝,或者能满足他那被错误地称为“爱欲快感”的、奴性且毫无优雅可言的享乐的东西。 他盲目而看不见:在这些强夺行为中伴随着不敬神的勾当,并且随着每一次不义,总是伴随着多么巨大的恶;而这种恶,是作恶者无论是在地上徘徊,还是在归于地下、经历那在任何地方、在一切方面都极其可耻且悲惨的旅程时,都不得不随身拖着的。
Δίωνα δὴ ἐγὼ λέγων ταῦτά τε καὶ ἄλλα τοιαῦτα ἔπειθον, καὶ τοῖς ἀποκτείνασιν ἐκεῖνον δικαιότατʼ ἂν ὀργιζοίμην ἐγὼ τρόπον τινὰ ὁμοιότατα καὶ Διονυσίῳ·
正是在讲述了这些以及其他类似道理的过程中,我劝服了迪翁;因而对于那些杀害他的人,我完全有最充分的理由感到愤怒,某种程度上,这与我对狄奥尼修斯的愤怒极为相似。
ἀμφότεροι γὰρ ἐμὲ καὶ τοὺς ἄλλους ὡς ἔπος εἰπεῖν ἅπαντας τὰ μέγιστα ἔβλαψαν ἀνθρώπους, οἱ μὲν τὸν βουλόμενον δικαιοσύνῃ χρῆσθαι διαφθείραντες, ὁ δὲ οὐδὲν ἐθελήσας χρήσασθαι δικαιοσύνῃ διὰ πάσης τῆς ἀρχῆς, μεγίστην δύναμιν ἔχων, ἐν ᾗ γενομένη φιλοσοφία τε καὶ δύναμις ὄντως ἐν ταὐτῷ διὰ πάντων ἀνθρώπων Ἑλλήνων τε καὶ βαρβάρων λάμψασʼ ἂν ἱκανῶς δόξαν παρέστησεν πᾶσιν τὴν ἀληθῆ, ὡς οὐκ ἄν ποτε γένοιτο εὐδαίμων οὔτε πόλις οὔτʼ ἀνὴρ οὐδείς, ὃς ἂν μὴ μετὰ φρονήσεως ὑπὸ δικαιοσύνῃ διαγάγῃ τὸν βίον, ἤτοι ἐν αὑτῷ κεκτημένος ἢ ὁσίων ἀνδρῶν ἀρχόντων ἐν ἤθεσιν τραφείς τε καὶ παιδευθεὶς ἐνδίκως.
因为这两者都对我、以及可以说对几乎所有其他人,造成了最大的伤害:一方毁灭了那个想要践行正义的人,而另一方虽握有极大的权力,却在其整个统治期间完全不愿践行正义。 在这一权力中,如果哲学与力量真正结合在同一处,它本可充分照亮所有的人,无论希腊人还是蛮族,并向所有人确立那真实的信念,即:如果不伴随着智慧并在正义之下度过一生,无论是城邦还是任何个人,都绝不可能获得幸福——无论他是自己内心拥有这种正义,还是在神圣的统治者的风尚中成长并受到合理的教育。
ταῦτα μὲν Διονύσιος ἔβλαψεν· τὰ δὲ ἄλλα σμικρὰ ἂν εἴη πρὸς ταῦτά μοι βλάβη.
在这些方面,狄奥尼修斯造成了伤害;至于其他的损害,与此相比对我而言根本微不足道。
ὁ δὲ Δίωνα ἀποκτείνας οὐκ οἶδεν ταὐτὸν ἐξειργασμένος τούτῳ.
而那个杀害了迪翁的人,并不知道自己干了和那个人完全一样的事。