Humanitext Reader

柏拉图 · 书信集 §7.323-7.325

致迪翁同志信与青年时期的政治幻灭

第 11 段,共 34 段 · 希腊语

内容简介

柏拉图致信迪翁的亲友和同志,表示若其志向与迪翁一致便愿与之合作。随后,他回顾了自己年轻时渴望投身政治,却因亲历“三十人僭主”的暴政以及民主制下索克拉底被处死等现实,最终对政治的混乱感到彻底失望的历程。

§7.323Πλάτων τοῖς Δίωνος οἰκείοις τε καὶ ἑταίροις εὖ πράττειν.
柏拉图致迪翁的亲友及同志们,问好。
ἐπεστείλατέ μοι νομίζειν δεῖν τὴν διάνοιαν ὑμῶν εἶναι τὴν αὐτὴν ἣν εἶχεν καὶ δίων, καὶ δὴ καὶ κοινωνεῖν διεκελεύεσθέ μοι, καθʼ ὅσον οἷός τέ εἰμι ἔργῳ καὶ λόγῳ.
你们致信于我,称我应当认为你们的意图与迪翁生前所抱持的完全一致,并且你们还敦促我在言行上尽我所能地与你们共意。
§7.324ἐγὼ δέ, εἰ μὲν δόξαν καὶ ἐπιθυμίαν τὴν αὐτὴν ἔχετε ἐκείνῳ, σύμφημι κοινωνήσειν, εἰ δὲ μή, βουλεύσεσθαι πολλάκις.
而我则认为,如果你们拥有与他相同的信念和愿望,我同意与你们共事;但若不然,我将反复考虑。
τίς δʼ ἦν ἡ ἐκείνου διάνοια καὶ ἐπιθυμία, σχεδὸν οὐκ εἰκάζων ἀλλʼ ὡς εἰδὼς σαφῶς εἴποιμʼ ἄν.
至于他生前的意图和愿望究竟是什么,我并非凭空推测,而是作为确凿知晓的人来谈论它。
ὅτε γὰρ κατʼ ἀρχὰς εἰς Συρακούσας ἐγὼ ἀφικόμην, σχεδὸν ἔτη τετταράκοντα γεγονώς, δίων εἶχε τὴν ἡλικίαν ἣν τὰ νῦν Ἱππαρῖνος γέγονεν, καὶ ἣν ἔσχεν τότε δόξαν, ταύτην καὶ διετέλεσεν ἔχων, Συρακοσίους οἴεσθαι δεῖν ἐλευθέρους εἶναι, κατὰ νόμους τοὺς ἀρίστους οἰκοῦντας·
因为当我最初到达叙拉古时,大约四十岁,当时迪翁的年龄正和现在的希帕里诺斯相同;而他当时所抱持的信念,他也一直坚持到了最后,即认为叙拉古人应当是自由的,并生活在最优秀的法律之下。
ὥστε οὐδὲν θαυμαστὸν εἴ τις θεῶν καὶ τοῦτον εἰς τὴν αὐτὴν δόξαν περὶ πολιτείας ἐκείνῳ γενέσθαι σύμφρονα ποιήσειεν.
因此,如果有神明使这位也与他在关于政体的信念上达成一致,那也绝非不可思议之事。
τίς δʼ ἦν ὁ τρόπος τῆς γενέσεως αὐτῆς, οὐκ ἀπάξιον ἀκοῦσαι νέῳ καὶ μὴ νέῳ, πειράσομαι δὲ ἐξ ἀρχῆς αὐτὴν ἐγὼ πρὸς ὑμᾶς διεξελθεῖν·
而这种信念是如何产生的,其过程对于年轻和不年轻的人来说,都绝非不值得一听。
ἔχει γὰρ καιρὸν τὰ νῦν.
我将尝试从头开始向你们阐明它;因为这在当下正合时宜。
νέος ἐγώ ποτε ὢν πολλοῖς δὴ ταὐτὸν ἔπαθον·
当我年轻的时候,我经历了大凡许多人都经历过的事:我想,一旦我自己能做主,我就要立刻投身于城邦的公共事务中去。
ᾠήθην, εἰ θᾶττον ἐμαυτοῦ γενοίμην κύριος, ἐπὶ τὰ κοινὰ τῆς πόλεως εὐθὺς ἰέναι.
而在城邦的事务中,有这样一些命运的变故临到了我。
καί μοι τύχαι τινὲς τῶν τῆς πόλεως πραγμάτων τοιαίδε παρέπεσον.
当时,在许多人对那时的政体进行斥责之下,发生了一场变革。
ὑπὸ πολλῶν γὰρ τῆς τότε πολιτείας λοιδορουμένης μεταβολὴ γίγνεται, καὶ τῆς μεταβολῆς εἷς καὶ πεντήκοντά τινες ἄνδρες προύστησαν ἄρχοντες, ἕνδεκα μὲν ἐν ἄστει, δέκα δʼ ἐν Πειραεῖ—περί τε ἀγορὰν ἑκάτεροι τούτων ὅσα τʼ ἐν τοῖς ἄστεσι διοικεῖν ἔδει—τριάκοντα δὲ πάντων ἄρχοντες κατέστησαν αὐτοκράτορες.
在这场变革中,有五十一个人作为掌权者站出来领导:十一人留在城内,十人留在比雷埃夫斯——这两批人各自负责掌管市场以及各城市中需要管理的事物——而另外三十人则被确立为统治者,拥有绝对的权力。
τούτων δή τινες οἰκεῖοί τε ὄντες καὶ γνώριμοι ἐτύγχανον ἐμοί, καὶ δὴ καὶ παρεκάλουν εὐθὺς ὡς ἐπὶ προσήκοντα πράγματά με.
在这群人中,恰巧有几位是我的亲友和熟人,他们立刻邀请我加入,仿佛那是适合我的工作。
καὶ ἐγὼ θαυμαστὸν οὐδὲν ἔπαθον ὑπὸ νεότητος· ᾠήθην γὰρ αὐτοὺς ἔκ τινος ἀδίκου βίου ἐπὶ δίκαιον τρόπον ἄγοντας διοικήσειν δὴ τὴν πόλιν, ὥστε αὐτοῖς σφόδρα προσεῖχον τὸν νοῦν, τί πράξοιεν.
而我也因为年轻而经历了一件毫不奇怪的事:因为我以为他们会把城邦从一种不义的生活引向正义的道路来加以治理,所以我十分专注地注视着他们,看他们会做些什么。
καὶ ὁρῶν δήπου τοὺς ἄνδρας ἐν χρόνῳ ὀλίγῳ χρυσὸν ἀποδείξαντας τὴν ἔμπροσθεν πολιτείαν—τά τε ἄλλα καὶ φίλον ἄνδρα ἐμοὶ πρεσβύτερον Σωκράτη, ὃν ἐγὼ σχεδὸν οὐκ ἂν αἰσχυνοίμην εἰπὼν δικαιότατον εἶναι τῶν τότε, ἐπί τινα τῶν πολιτῶν μεθʼ ἑτέρων ἔπεμπον, βίᾳ ἄξοντα ὡς ἀποθανούμενον, ἵνα δὴ μετέχοι τῶν πραγμάτων αὐτοῖς, εἴτε βούλοιτο εἴτε μή· §7.325ὁ δʼ οὐκ ἐπείθετο, πᾶν δὲ παρεκινδύνευσεν παθεῖν πρὶν ἀνοσίων αὐτοῖς ἔργων γενέσθαι κοινωνός—ἃ δὴ πάντα καθορῶν καὶ εἴ τινʼ ἄλλα τοιαῦτα οὐ σμικρά, ἐδυσχέρανά τε καὶ ἐμαυτὸν ἐπανήγαγον ἀπὸ τῶν τότε κακῶν.
然而,我看到这些人在很短的时间内,就使之前的政体显得像黄金一般;除其他事情外,他们还将我的一位年长朋友索克拉底——我几乎可以毫无愧色地称他是当时最公正的人——与其他人一起派往某位市民那里,强行将其带走处死,目的是为了让他不管愿意与否,都必须参与他们的事务;然而他并未听从,宁可冒着遭受一切惩罚的危险,也绝不成为他们不敬神之行径的合伙人。 在目睹了这一切以及其他同样性质的重大事件后,我感到十分厌恶,并使自己退出了当时的邪恶行径。
χρόνῳ δὲ οὐ πολλῷ μετέπεσε τὰ τῶν τριάκοντά τε καὶ πᾶσα ἡ τότε πολιτεία· πάλιν δὲ βραδύτερον μέν, εἷλκεν δέ με ὅμως ἡ περὶ τὸ πράττειν τὰ κοινὰ καὶ πολιτικὰ ἐπιθυμία.
不久之后,三十人的统治和那时的整个政体都崩溃了;此后,虽然比以前更加迟疑,但投身于城邦公共与政治事务的愿望,却依然吸引着我。
ἦν οὖν καὶ ἐν ἐκείνοις ἅτε τεταραγμένοις πολλὰ γιγνόμενα ἅ τις ἂν δυσχεράνειεν, καὶ οὐδέν τι θαυμαστὸν ἦν τιμωρίας ἐχθρῶν γίγνεσθαί τινών τισιν μείζους ἐν μεταβολαῖς· καίτοι πολλῇ γε ἐχρήσαντο οἱ τότε κατελθόντες ἐπιεικείᾳ.
因此,即使在那个混乱的时期,也发生了许多令人厌恶的事情;在政权更迭中,某些人对仇敌进行过度的报复,这绝非意料之外的事;尽管当时重返城邦的人们表现出了极大的宽容。
κατὰ δέ τινα τύχην αὖ τὸν ἑταῖρον ἡμῶν Σωκράτη τοῦτον δυναστεύοντές τινες εἰσάγουσιν εἰς δικαστήριον, ἀνοσιωτάτην αἰτίαν ἐπιβαλόντες καὶ πάντων ἥκιστα Σωκράτει προσήκουσαν· ὡς ἀσεβῆ γὰρ οἱ μὲν εἰσήγαγον, οἱ δὲ κατεψηφίσαντο καὶ ἀπέκτειναν τὸν τότε τῆς ἀνοσίου ἀγωγῆς οὐκ ἐθελήσαντα μετασχεῖν περὶ ἕνα τῶν τότε φευγόντων φίλων, ὅτε φεύγοντες ἐδυστύχουν αὐτοί.
然而,由于某种不幸,一些掌权的人将我们的这位朋友索克拉底控告至法庭,强加给他一项极不敬神、且最不适合索克拉底的罪名:一些人以不敬神之罪起诉他,另一些人则判决并处死了这位在他们自己流亡且遭遇不幸时、曾拒绝参与强行拘捕他们当时流亡友人之一的那个人。
σκοποῦντι δή μοι ταῦτά τε καὶ τοὺς ἀνθρώπους τοὺς πράττοντας τὰ πολιτικά, καὶ τοὺς νόμους γε καὶ ἔθη, ὅσῳ μᾶλλον διεσκόπουν ἡλικίας τε εἰς τὸ πρόσθε προύβαινον, τοσούτῳ χαλεπώτερον ἐφαίνετο ὀρθῶς εἶναί μοι τὰ πολιτικὰ διοικεῖν· οὔτε γὰρ ἄνευ φίλων ἀνδρῶν καὶ ἑταίρων πιστῶν οἷόν τʼ εἶναι πράττειν—οὓς οὔθʼ ὑπάρχοντας ἦν εὑρεῖν εὐπετές, οὐ γὰρ ἔτι ἐν τοῖς τῶν πατέρων ἤθεσιν καὶ ἐπιτηδεύμασιν ἡ πόλις ἡμῶν διῳκεῖτο, καινούς τε ἄλλους ἀδύνατον ἦν κτᾶσθαι μετά τινος ῥᾳστώνης—τά τε τῶν νόμων γράμματα καὶ ἔθη διεφθείρετο καὶ ἐπεδίδου θαυμαστὸν ὅσον, ὥστε με, τὸ πρῶτον πολλῆς μεστὸν ὄντα ὁρμῆς ἐπὶ τὸ πράττειν τὰ κοινά, βλέποντα εἰς ταῦτα καὶ φερόμενα ὁρῶντα πάντῃ πάντως, τελευτῶντα ἰλιγγιᾶν,
当我审视这些事情、那些从事政治的人,以及法律和习俗时,我研究得越深、年龄越增长,在我看来,正确地管理政治事务就变得越发困难;因为一方面,没有忠实的朋友和同志是不可能行事的——而要在现成的人中找到这样的人并不容易,因为我们的城邦已经不再按照父辈的习俗和规矩来治理了,而且要轻易获得其他新的朋友也是不可能的——另一方面,成文法律和习俗正在败坏,且败坏的速度惊人,以至于我,虽然起初满怀投身公共事务的极大热忱,但看到这些情况,看到一切都在被彻底抛入混乱,最后竟然感到目眩神迷,

词汇与语法注释

  1. 323dΠλάτων τοῖς Δίωνος οἰκείοις τε καὶ ἑταίροις εὖ πράττειν — 希腊书信的标准开头问候语,用与格表示收信人,以不定式 εὖ πράττειν(“祝安好、愿行事顺利”)表示祝愿。此处的不定式独立使用,带有命令或祝愿的语气。
  2. 324aσχεδὸν οὐκ εἰκάζων ἀλλʼ ὡς εἰδῶς — 现在分词 εἰκάζων(推测)与完成分词 εἰδώς(知道)形成对比。ὡς 连同分词一起,增添了说话者带有确信或主张的主观语气(“作为……、自认为……”)。
  3. 324bὥστε οὐδὲν θαυμαστὸν εἴ τις θεῶν καὶ τοῦτον εἰς τὴν αὐτὴν δόξαν... ποιήσειεν — 条件词 εἰ 与希求法动词(ποιήσειεν)连用,表示可能性较低或较为委婉的假设(潜在语气)。此外,指示代名词 τοῦτον(这个人)指代前文刚刚提及的希帕里诺斯(Ἱππαρῖνος)。
  4. 324cεἰ θᾶττον ἐμαυτοῦ γενοίμην κύριος — 意为“成为自己的主人”,即“独立成年、自立门户”的惯用表达。连接词 εἰ 在此处配合希求法(γενοίμην),委婉地表达了过去想法中的假设条件(“一旦我能自立……”)。
  5. 324eὃν ἐγὼ σχεδὸν οὐκ ἂν αἰσχυνοίμην εἰπὼν — 表示情感或态度的动词 αἰσχύ闹μαι 此处接分词 εἰπών(而非不定式)作补足语,表示对当前说话这一行为本身“并无愧色”(“即使说出来也绝不感到羞愧”)。这与潜在希求法 ἂν αἰσχυνοίμην 相结合,构成了委婉的断定。
  6. 325cτὸν τότε τῆς ἀνοσίου ἀγωγῆς οὐκ ἐθελήσαντα μετασχεῖν περὶ ἕνα τῶν τότε φευγόντων φίλων — 动词 μετασχεῖν(参与、分享)支配属格对象 τῆς ἀνοσίου ἀγωγῆς(不敬神的拘捕)。介词短语 περὶ ἕνα...(关于其中一人……)修饰该拘捕行为,限定了其具体针对的对象。

引用这一段

柏拉图, 书信集 §7.323-7.325. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:7.323-7.325

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。