Humanitext Reader

柏拉图 · 书信集 §6.322-6.323

劝告赫米亚斯等三人结盟与誓约要求

第 10 段,共 34 段 · 希腊语

内容简介

柏拉图致信统治者赫米亚斯和哲学家埃拉斯托斯、科里斯库斯,建议他们将各自的优势结合起来,建立互补而牢固的联盟,并指示他们定期在神圣的誓言下共同阅读此信。

§6.322Πλάτων Ἑρμείᾳ καὶ Ἐράστῳ καὶ Κορίσκῳ εὖ πράττειν.
柏拉图致赫米亚斯、埃拉斯托斯和科里斯库斯,问好。
ἐμοὶ φαίνεται θεῶν τις ὑμῖν τύχην ἀγαθήν, ἂν εὖ δέξησθε, εὐμενῶς καὶ ἱκανῶς παρασκευάζειν· οἰκεῖτε γὰρ δὴ γείτονές τε ὑμῖν αὐτοῖς καὶ χρείαν ἔχοντες ὥστε ἀλλήλους εἰς τὰ μέγιστα ὠφελεῖν.
在我看来,如果你们乐于接受,神明中的某一位正怀着好意、充分布置着好运来降临给你们;因为你们确实居住在一起,互为邻里,并且彼此之间有着在最重大事务上互相扶助的现实需要。
Ἑρμείᾳ μὲν γὰρ οὔτε ἵππων πλῆθος οὔτε ἄλλης πολεμικῆς συμμαχίας οὐδʼ αὖ χρυσοῦ προσγενομένου γένοιτʼ ἂν μείζων εἰς τὰ πάντα δύναμις, ἢ φίλων βεβαίων τε καὶ ἦθος ἐχόντων ὑγιές· Ἐράστῳ δὲ καὶ Κορίσκῳ, πρὸς τῇ τῶν εἰδῶν σοφίᾳ τῇ καλῇ ταύτῃ, φήμʼ ἐγώ, καίπερ γέρων ὤν, προσδεῖν σοφίας τῆς περὶ τοὺς πονηροὺς καὶ ἀδίκους φυλακτικῆς καί τινος ἀμυντικῆς δυνάμεως.
因为对于赫米亚斯而言,无论是一群骏马,还是其他的军事同盟,抑或是在加上黄金,都无法在所有事情上带给他比获得几位既坚定、又拥有健全品格的朋友更大的力量;而对于埃拉斯托斯和科里斯库斯,我虽已年迈但仍要说,在他们所拥有的这门关于形相的美妙智慧之外,还需要加上对邪恶和不义之徒保持警惕的智慧,以及某种防卫的力量。
ἄπειροι γάρ εἰσι διὰ τὸ μεθʼ ἡμῶν μετρίων ὄντων καὶ οὐ κακῶν συχνὸν διατετριφέναι τοῦ βίου· διὸ δὴ τούτων προσδεῖν εἶπον, ἵνα μὴ ἀναγκάζωνται τῆς ἀληθινῆς μὲν ἀμελεῖν σοφίας, τῆς δὲ ἀνθρωπίνης τε καὶ ἀναγκαίας ἐπιμελεῖσθαι μειζόνως ἢ δεῖ.
因为他们大半生都与我们这些温和、并非恶人的人生活在一起,所以缺乏经验;因此我才说他们还需要这些,以免他们被迫忽略那真实的智慧,而对那属于人间、出于迫不得已的智慧给予超出应有的关注。
§6.323ταύτην δʼ αὖ τὴν δύναμιν Ἑρμείας μοι φαίνεται φύσει τε, ὅσα μήπω συγγεγονότι, καὶ τέχνῃ διʼ ἐμπειρίας εἰληφέναι.
而另一方面,在我看来,赫米亚斯无论凭其天资(就我这尚未与其谋面的人所能判断的而言),还是凭其由经验获得的技能,都已掌握了这种力量。
τί οὖν δὴ λέγω;
那么我究竟想说什么呢?
σοὶ μέν, Ἑρμεία, πεπειραμένος Ἐράστου καὶ Κορίσκου πλέονα ἢ σύ, φημὶ καὶ μηνύω καὶ μαρτυρῶ μὴ ῥᾳδίως εὑρήσειν σε ἀξιοπιστότερα ἤθη τούτων τῶν γειτόνων· ἔχεσθαι δὴ παντὶ συμβουλεύω δικαίῳ τρόπῳ τούτων τῶν ἀνδρῶν, μὴ πάρεργον ἡγουμένῳ.
赫米亚斯,对你,作为一个比你更了解埃拉斯托斯和科里斯库斯的人,我声称、晓谕并证实:你绝不容易在别处找到比这些邻居更值得信赖的品格;我建议你必须以一切正当的方式紧密维系这些贤士,切莫将其视为无足轻重的事。
Κορίσκῳ δὲ καὶ Ἐράστῳ πάλιν Ἑρμείου ἀντέχεσθαι σύμβουλός εἰμι καὶ πειρᾶσθαι ταῖς ἀνθέξεσιν ἀλλήλων εἰς μίαν ἀφικέσθαι φιλίας συμπλοκήν.
反过来,对于科里斯库斯和埃拉斯托斯,我建议他们要紧密依附于赫米亚斯,并力图通过这种彼此的坚守,达成一个融为一体的、交织在一起的友谊纽带。
ἂν δέ τις ὑμῶν ἄρα ταύτην πῃ λύειν δοκῇ—τὸ γὰρ ἀνθρώπινον οὐ παντάπασιν βέβαιον—δεῦρο παρʼ ἐμὲ καὶ τοὺς ἐμοὺς πέμπετε μομφῆς κατήγορον ἐπιστολήν· οἶμαι γὰρ δίκῃ τε καὶ αἰδοῖ τοὺς παρʼ ἡμῶν ἐντεῦθεν ἐλθόντας λόγους, εἰ μή τι τὸ λυθὲν μέγα τύχοι γενόμενον, ἐπῳδῆς ἡστινοσοῦν μᾶλλον ἂν συμφῦσαι καὶ συνδῆσαι πάλιν εἰς τὴν προϋπάρχουσαν φιλότητά τε καὶ κοινωνίαν, ἣν ἂν μὲν φιλοσοφῶμεν ἅπαντες ἡμεῖς τε καὶ ὑμεῖς, ὅσον ἂν δυνώμεθα καὶ ἑκάστῳ παρείκῃ, κύρια τὰ νῦν κεχρησμῳδημένα ἔσται.
如果你们当中有人似乎在某处动摇了这种联系(因为人性的事物总非绝对稳固),那么请往我以及我身边的人这里,送来一封申诉抱怨的信件;因为我认为,除非出现的裂痕偶然间极其重大,否则,我们从这里发出的言论凭借着公正与敬意,将比任何咒语都更能使你们重新结合,并再次牢牢维系在那先前已存在的友好与共同体关系之中;只要我们所有人——无论我们还是你们——在尽可能的范围内,在每个人被允许的限度内,都致力于哲学研究,那么如今这些如同神谕般被预言的事,都将保持有效。
τὸ δὲ ἂν μὴ δρῶμεν ταῦτα οὐκ ἐρῶ· φήμην γὰρ ἀγαθὴν μαντεύομαι, καὶ φημὶ δὴ ταῦθʼ ἡμᾶς πάντʼ ἀγαθὰ ποιήσειν, ἂν θεὸς ἐθέλῃ.
至于如果我们不这么做会如何,我就不说了;因为我预言的是吉兆,而且我断言,若神明愿意,我们定能使这一切都有圆满的结果。
ταύτην τὴν ἐπιστολὴν πάντας ὑμᾶς τρεῖς ὄντας ἀναγνῶναι χρή, μάλιστα μὲν ἁθρόους, εἰ δὲ μή, κατὰ δύο, κοινῇ κατὰ δύναμιν ὡς οἷόν τʼ ἐστὶν πλειστάκις, καὶ χρῆσθαι συνθήκῃ καὶ νόμῳ κυρίῳ, ὅ ἐστιν δίκαιον, ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδιᾷ, καὶ τὸν τῶν πάντων θεὸν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων, τοῦ τε ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομνύντας, ὅν, ἂν ὄντως φιλοσοφῶμεν, εἰσόμεθα πάντες σαφῶς εἰς δύναμιν ἀνθρώπων εὐδαιμόνων.
这封信,你们三人必须阅读,最好是全员聚齐,若不然就两人一起,共同在能力的范围内尽可能多次地阅读,并将其作为一项合议和具有约束力的律法来加以对待,这是理所当然的;起誓时要伴随着非凡俗的严肃,并伴随着那作为严肃之姊妹的嬉戏;要向万物之神,即存在与将存之物的统治者起誓,也要向该统治者与原因的父和主宰起誓。 如果我们确实在真诚地追求哲学,那么我们所有人都将在幸福之人的能力范围内,清晰地认知这位神明。

词汇与语法注释

  1. 323aὅσα μήπω συγγεγονότι — 与格分词 `συγγεγονότι`(源自动词 `συγγίγνομαι`“与之交往、面会”的完成时)修饰主句非人称动词 `φαίνεται` 的逻辑主语 `μοι`(“对我而言”)。其与表示限制的副词性关系代词 `ὅσα`(“在……的范围内”)连用,意为“对于(与他)尚未谋面的我而言,在所能作出的判断范围内”。
  2. 323cἣν ἂν μὲν φιλοσοφῶμεν — 关系代词 `ἣν` 的先行词是前文的 `φιλότητά τε καὶ κοινωνίαν`(友好与共同体关系)。该 `ἣν` 在主句 `κύρια τὰ νῦν κεχρησμῳδημένα ἔσται`(如今如神谕般宣告的事物将具有效力)中并没有直接的文法格位置,而是作为“关系词连接”或话题标记起作用,并嵌套了条件从句 `ἂν μὲν φιλοσοφῶμεν`(如果我们致力于哲学的话)。
  3. 323dτὸν τῶν πάντων θεὸν ἡγεμόνα... πατέρα κύριον ἐπομνύντας — 分词 `ἐπομνύντας`(源自 `ἐπόμνυμι`“凭……起誓”,阳性复数宾格,与不定式 `ἀναγνῶνα` 和 `χρῆσθαι` 的逻辑主语一致)直接带宾格对象。在此,誓言指向两个不同的宾格对象:(1) `τὸν τῶν πάντων θεὸν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων`(作为存在之物与将存之物的统治者的万物之神)和 (2) `τοῦ τε ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον`(该统治者与原因的父和主宰)。这体现了形而上学中宇宙理智与更高之超越性第一原理之间的双重区分。

引用这一段

柏拉图, 书信集 §6.322-6.323. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:6.322-6.323

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。