Humanitext Reader

柏拉图 · 书信集 §5.321-5.322

致佩尔迪卡斯:政体的原则与推荐欧弗莱厄斯

第 9 段,共 34 段 · 希腊语

内容简介

柏拉图建议马其顿国王佩尔迪卡斯理解每种政体的独有原则,推荐欧弗莱厄斯作为其政治顾问,并解释了自己当年为何从未在雅典民会中发言发言。

§5.321Πλάτων Περδίκκᾳ εὖ πράττειν.
柏拉图致佩尔迪卡斯,问好。
Εὐφραίῳ μὲν συνεβούλευσα, καθάπερ ἐπέστελλες, τῶν σῶν ἐπιμελούμενον περὶ ταῦτα διατρίβειν· δίκαιος δʼ εἰμὶ καὶ σοὶ ξενικὴν καὶ ἱερὰν συμβουλὴν λεγομένην συμβουλεύειν περί τε τῶν ἄλλων ὧν ἂν φράζῃς καὶ ὡς Εὐφραίῳ δεῖ τὰ νῦν χρῆσθαι.
我确实曾建议欧弗莱厄斯,正如你在信中所嘱咐的那样,在关照你的事务的同时,专心于这些事情;但对我而言,向你提出那被称为“宾客与神圣之友的建言”也是理所当然的,无论是关于你所谈及的其他事情,还是关于目前应当如何起用欧弗莱厄斯。
πολλὰ μὲν γὰρ ὁ ἀνὴρ χρήσιμος, μέγιστον δὲ οὗ καὶ σὺ νῦν ἐνδεὴς εἶ διά τε τὴν ἡλικίαν καὶ διὰ τὸ μὴ πολλοὺς αὐτοῦ πέρι συμβούλους εἶναι τοῖς νέοις.
因为此人在许多方面都大有益处,而最重要的是在这一点上,这正是你如今因年轻以及因在年轻人身边缺少关于此事的顾问而所匮乏的。
ἔστιν γὰρ δή τις φωνὴ τῶν πολιτειῶν ἑκάστης καθαπερεί τινων ζῴων, ἄλλη μὲν δημοκρατίας, ἄλλη δʼ ὀλιγαρχίας, ἡ δʼ αὖ μοναρχίας· ταύτας φαῖεν μὲν ἂν ἐπίστασθαι πάμπολλοι, πλεῖστον δʼ ἀπολείπονται τοῦ κατανοεῖν αὐτὰς πλὴν ὀλίγων δή τινων.
因为确实,每一种政体都有其特有的声音,就像某些活物一样,一种属于民主制,另一种属于寡头制,还有一种则属于君主制;极多的人会声称自己懂得这些声音,但除了极少数人之外,他们距离真正领会这些声音还相差甚远。
ἥτις μὲν ἂν οὖν τῶν πολιτειῶν τὴν αὑτῆς φθέγγηται φωνὴν πρός τε θεοὺς καὶ πρὸς ἀνθρώπους, καὶ τῇ φωνῇ τὰς πράξεις ἑπομένας ἀποδιδῷ, θάλλει τε ἀεὶ καὶ σῴζεται, μιμουμένη δʼ ἄλλην φθείρεται.
因此,任何政体,只要它向神明和人类发出属于它自己的声音,并展现出与该声音相符的行动,它就会永远繁荣并得以保存;而模仿别种声音的政体则会走向毁灭。
§5.322πρὸς ταῦτʼ οὖν Εὐφραῖός σοι γίγνοιτʼ οὐχ ἥκιστα ἂν χρήσιμος, καίπερ καὶ πρὸς ἄλλα ὢν ἀνδρεῖος· τοὺς γὰρ τῆς μοναρχίας λόγους οὐχ ἥκιστʼ αὐτὸν ἐλπίζω συνεξευρήσειν τῶν περὶ τὴν σὴν διατριβὴν ὄντων·
因此,针对这些事情,欧弗莱厄斯对你来说将是极有帮助的,尽管他在其他事情上也同样是个能干的人;因为我期望,在围绕你身边的那些人中,正是他最能与你共同探索出君主制的理路。
εἰς ταῦτʼ οὖν αὐτῷ χρώμενος ὀνήσῃ τε αὐτὸς καὶ ἐκεῖνον πλεῖστα ὠφελήσεις.
因此,在这方面起用他,你不仅自己能获得裨益,也最能给他的才干提供帮助。
ἐὰν δέ τις ἀκούσας ταῦτα εἴπῃ· Πλάτων, ὡς ἔοικεν, προσποιεῖται μὲν τὰ δημοκρατίᾳ συμφέροντα εἰδέναι, ἐξὸν δʼ ἐν τῷ δήμῳ λέγειν καὶ συμβουλεύειν αὐτῷ τὰ βέλτιστα οὐ πώποτε ἀναστὰς ἐφθέγξατο, πρὸς ταῦτʼ εἰπεῖν ὅτι Πλάτων ὀψὲ ἐν τῇ πατρίδι γέγονεν καὶ τὸν δῆμον κατέλαβεν ἤδη πρεσβύτερον καὶ εἰθισμένον ὑπὸ τῶν ἔμπροσθεν πολλὰ καὶ ἀνόμοια τῇ ἐκείνου συμβουλῇ πράττειν·
而如果有人听了这些话之后说: “柏拉图显然自称懂得什么对民主制有益,但尽管他本可以在民会中发言并向民众提出最善的建议,他却从未站起来说过一句话,” 对此应当回答说,柏拉图在祖国出生得太晚,他发现民众已经年迈,并且习惯于在前辈引导下做出许多与他的建议背道而驰的事情。
ἐπεὶ πάντων ἂν ἥδιστα καθάπερ πατρὶ συνεβούλευεν αὐτῷ, εἰ μὴ μάτην μὲν κινδυνεύσειν ᾤετο, πλέον δʼ οὐδὲν ποιήσειν.
否则,如果他不是认为自己将白白冒险且毫无成效的话,他一定会极其乐意地像对待自己的父亲一样向民众提出建言。
ταὐτὸν δὴ οἶμαι δρᾶσαι ἂν καὶ τὴν ἐμὴν συμβουλήν.
事实上,我认为我的建言也会做出完全相同的事。
εἰ γὰρ δόξαιμεν ἀνιάτως ἔχειν, πολλὰ ἂν χαίρειν ἡμῖν εἰπὼν ἐκτὸς ἂν γίγνοιτο τῆς περὶ ἐμὲ καὶ τὰ ἐμὰ συμβουλῆς.
因为,如果我们被认为已经不可救药,他就会在向我们道别之后,退出对我及我之事务的建言。
εὐτύχει.
祝好。

词汇与语法注释

  1. 321cδίκαιός εἰμι — 带有形容词 `δίκαιος` 的亲自句式(接不定式),等同于无人称表达 `δίκαιόν ἐστιν` 加对格与不定式(“对我而言……是理所当然的”),表示某种权利或义务。
  2. 322aἐξὸν — 无人称动词 `ἔξεστι`(可能)的现在分词中性单数对格形成的对格绝对构式,在此处具有让步意味,译为“尽管本可以”。
  3. 322bεἰ μὴ μάτην μὲν κινδυνεύσειν ᾤετο, πλέον δʼ οὐδὲν ποιήσειν — 使用未完成过去直陈式 `ᾤετο`(“如果他没有认为”)的过去违背事实条件从句,其主句结论为前文的 `ἂν ... συνεβούλευεν`(“他本来会建议”)。将来时不定式 `κινδυνεύσειν` 和 `ποιήσειν` 隶属于 `ᾤετο`,表示其对未来结果的预期。
  4. 322cπολλὰ ἂν χαίρειν ἡμῖν εἰπὼν — 惯用表达 `χαίρειν λέγω`(道别、断绝关系)的分词形式。助词 `ἂν` 语法上修饰主句动词 `γίγνοιτο`(构成潜在希求式),但也使分词 `εἰπών` 带上了假设或潜在的语气。

引用这一段

柏拉图, 书信集 §5.321-5.322. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:5.321-5.322

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。