Humanitext Reader

柏拉图 · 书信集 §4.320-4.321

告诫迪翁追求美德并争取民心

第 8 段,共 34 段 · 希腊语

内容简介

柏拉图在叙拉古政变初步成功之际,敦促迪翁必须在真理与正义上展现出卓越的领导力,并告诫他要克服独断以争取人望,消除人们的忧虑。

§4.320Πλάτων Δίωνι Συρακοσίῳ εὖ πράττειν.
柏拉图致叙拉古人迪翁,问好。
οἶμαι μὲν φανερὰν εἶναι διὰ παντὸς τοῦ χρόνου τὴν ἐμὴν προθυμίαν περὶ τὰς συμβεβηκυίας πράξεις, καὶ ὅτι πολλὴν εἶχον περὶ αὐτῶν σπουδὴν εἰς τὸ συμπερανθῆναι, οὐκ ἄλλου τινὸς ἕνεκα μᾶλλον ἢ τῆς ἐπὶ τοῖς καλοῖς φιλοτιμίας· νομίζω γὰρ δίκαιον εἶναι τοὺς ὄντας τῇ ἀληθείᾳ ἐπιεικεῖς καὶ πράττοντας τοιαῦτα τυγχάνειν δόξης τῆς προσηκούσης.
我认为,在过去的所有时间里,我对已发生的那些事业的热忱是显而易见的,并且我曾为了它们的完成而倾注了极大的心力,这不为别的,而主要是出于对崇高事业的荣誉感;因为我认为,那些在真理中优秀并践行此类事业的人获得应有的名望是合乎正义的。
τὰ μὲν οὖν εἰς τὸ παρόν, σὺν θεῷ εἰπεῖν, ἔχει καλῶς, τὰ δὲ περὶ τῶν μελλόντων ὁ μέγιστός ἐστιν ἀγών.
如今的情况,伴随着神恩来说,一切安好;但关于未来的发展,才是最大的考验。
ἀνδρείᾳ μὲν γὰρ καὶ τάχει καὶ ῥώμῃ διενεγκεῖν δόξειεν ἂν καὶ ἑτέρων εἶναί τινων, ἀληθείᾳ δὲ καὶ δικαιοσύνῃ καὶ μεγαλοπρεπείᾳ καὶ τῇ περὶ πάντα ταῦτα εὐσχημοσύνῃ, συμφαίη τις ἂν τοὺς ἀντιποιουμένους τὰ τοιαῦτα τιμᾶν εἰκότως τῶν ἄλλων διαφέρειν.
因为在勇气、速度和力量上杰出,似乎也可能是其他一些人的长处;但在真理、正义、宽宏,以及在这一切事上的体面方面,人们都会同意,追求这些价值的人理所当然地应当超越常人。
νῦν οὖν δῆλον μέν ἐστιν ὃ λέγω, ἀναμιμνῄσκειν δὲ ὅμως δεῖ ἡμᾶς αὐτοὺς ὅτι προσήκει πλέον ἢ παίδων τῶν ἄλλων ἀνθρώπων διαφέρειν τοὺς οἶσθα δήπου.
因此,现在我所说的话虽然显而易见,但我们仍须提醒自己,你所知道的那些人,理当超越其他人,甚至超过大人超越孩童的程度。
φανεροὺς οὖν δεῖ ἡμᾶς γενέσθαι ὅτι ἐσμὲν τοιοῦτοι οἷοίπερ φαμέν, ἄλλως τε καὶ ἐπειδή, σὺν θεῷ εἰπεῖν, ῥᾴδιον ἔσται.
所以我们必须表明我们正是我们所声称的那种人,特别是由于在神的帮助下,这将是容易的。
τοῖς μὲν γὰρ ἄλλοις συμβέβηκεν ἀναγκαῖον εἶναι πλανηθῆναι πολὺν τόπον, εἰ μέλλουσιν γνωσθῆναι· τὸ δὲ νῦν ὑπάρχον περὶ σὲ τοιοῦτόν ἐστιν, ὡς τοὺς ἐξ ἁπάσης τῆς οἰκουμένης, εἰ καὶ νεανικώτερόν ἐστιν εἰπεῖν, εἰς ἕνα τόπον ἀποβλέπειν, καὶ ἐν τούτῳ μάλιστα πρὸς σέ.
因为对其他人而言,如果他们想要为人所知,就不得不漫游许多地方;但目前围绕着你的局势却是,全世界的人——尽管这样说显得有些夸大——都注视着同一个地方,而在这一地方,他们主要注视着你。
ὡς οὖν ὑπὸ πάντων ὁρώμενος παρασκευάζου τόν τε Λυκοῦργον ἐκεῖνον ἀρχαῖον ἀποδείξων καὶ τὸν Κῦρον, καὶ εἴ τις ἄλλος πώποτε ἔδοξεν ἤθει καὶ πολιτείᾳ διενεγκεῖν, ἄλλως τε καὶ ἐπειδὴ πολλοὶ καὶ σχεδὸν ἅπαντες οἱ τῇδε λέγουσιν ὡς πολλή ἐστιν ἐλπὶς ἀναιρεθέντος Διονυσίου διαφθαρῆναι τὰ πράγματα διὰ τὴν σήν τε καὶ Ἡρακλείδου καὶ Θεοδότου καὶ τῶν ἄλλων γνωρίμων φιλοτιμίαν.
因此,作为一个被所有人瞩目的人,请做好准备,去展现出古代的吕库古和居鲁士的样貌,以及任何其他曾被认为在品德和建制上出类拔萃的人;特别是由于这里的许多人,甚至几乎所有人都在说,一旦狄奥尼西奥斯被清除,由于你、赫拉克雷德斯、狄奥多托斯以及其他知名人士的荣誉心,局势极有可能陷入破灭。
§4.321μάλιστα μὲν οὖν μηδεὶς εἴη τοιοῦτος· ἐὰν δʼ ἄρα καὶ γίγνηταί τις, σὺ φαίνου ἰατρεύων, καὶ πρὸς τὸ βέλτιστον ἔλθοιτʼ ἄν.
因此,最希望的是不要有这样的人出现;但如果万一真的出现了这样的人,你要表现出医治者的姿态,这样事情便会朝着最好的方向发展。
ταῦτα δὲ ἴσως γελοῖόν σοι φαίνεται εἶναι τὸ ἐμὲ λέγειν, διότι καὶ αὐτὸς οὐκ ἀγνοεῖς· ἐγὼ δὲ καὶ ἐν τοῖς θεάτροις ὁρῶ τοὺς ἀγωνιστὰς ὑπὸ τῶν παίδων παροξυνομένους, μήτι δὴ ὑπό γε τῶν φίλων, οὓς ἄν τις οἴηται μετὰ σπουδῆς κατʼ εὔνοιαν παρακελεύεσθαι.
我来说这些话,在你看来也许显得有些荒谬,因为你自己也并非不知道这些;但我看到即使在剧场里,竞技者也会受到孩童的激励,更不用说那些人们认为出于好意而热心鼓励他们的朋友了。
νῦν οὖν αὐτοί τε ἀγωνίζεσθε καὶ ἡμῖν εἴ του δεῖ ἐπιστέλλετε· τὰ δʼ ἐνθάδε παραπλησίως ἔχει καθάπερ καὶ ὑμῶν παρόντων.
因此,现在你们自己要去奋斗,如果需要我们做什么,请写信告知;这里的情况和你们在场时差不多。
ἐπιστέλλετε δὲ καὶ ὅτι πέπρακται ὑμῖν ἢ πράττοντες τυγχάνετε, ὡς ἡμεῖς πολλὰ ἀκούοντες οὐδὲν ἴσμεν· καὶ νῦν ἐπιστολαὶ παρὰ μὲν Θεοδότου καὶ Ἡρακλείδου ἥκουσιν εἰς Λακεδαίμονα καὶ Αἴγιναν, ἡμεῖς δέ, καθάπερ εἴρηται, πολλὰ ἀκούοντες περὶ τῶν τῇδε οὐδὲν ἴσμεν.
还要写信告诉我们你们已经做成了什么,或者正在做什么,因为我们听到了很多传闻,却一无所知;现今狄奥多托斯和赫拉克雷德斯也已有信件送达拉刻代蒙和埃吉纳,而我们正如所说的那样,听到了很多关于那里的传闻,却一无所知。
ἐνθυμοῦ δὲ καὶ ὅτι δοκεῖς τισιν ἐνδεεστέρως τοῦ προσήκοντος θεραπευτικὸς εἶναι· μὴ οὖν λανθανέτω σε ὅτι διὰ τοῦ ἀρέσκειν τοῖς ἀνθρώποις καὶ τὸ πράττειν ἐστίν, ἡ δʼ αὐθάδεια ἐρημίᾳ σύνοικος.
另外,你也要记住,在某些人看来,你在待人接物上比起应有的程度显得有些不够周到;因此,不要忘记,只有通过取悦人们,才能办成事情,而独断则是与孤独同居的。
εὐτύχει.
祝好。

词汇与语法注释

  1. 320cπλέον ἢ παίδων τῶν ἄλλων ἀνθρώπων διαφέρειν — 这是一个复杂的比较结构,结合了比较级 `πλέον` 和支配属格的动词 `διαφέρειν`(优于、超越,其宾语为 `τῶν ἄλλων ἀνθρώπων`)。短语 `πλέον ἢ παίδων` 意为“比(大人超越)孩童还要多”。整句意为“超越其他人,甚至超过大人超越孩童的程度”。
  2. 320eἀναιρεθέντος Διονυσίου — 属格独立结构,由动词 `ἀναιρέω`(除掉、推翻)的被动过去分词属格形式与专有名词 `Διονυσίου` 构成,在此处表示时间或原因:“既然狄奥尼西奥斯已被推翻”。
  3. 321cἡ δʼ αὐθάδεια ἐρημίᾳ σύνοικος — 省略了系动词 `ἐστίν` 的格言式表达。名词 `αὐθάδεια`(独断、固执)与支配与格 `ἐρημίᾳ`(孤独、荒凉)的形容词 `σύνοικος`(同住的、伴随的)相结合,简练地表达了“独断与孤独同居”(即固执己见者必将陷入孤立)这一心理与政治真理。

引用这一段

柏拉图, 书信集 §4.320-4.321. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:4.320-4.321

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。