§3.317τούτων δὴ καὶ σὺ μάρτυς, ὅτι τοῦτο αὐτὸ συντείνων οὐκ ἀνῆκα πώποτε·
关于这些事,你也是见证人,那就是我为促成此事从未松懈过。
καὶ μόγις μέν, ὅμως δʼ, ὡμολογήθη νῷν πλεῦσαι μὲν οἴκαδε ἐμέ, ἐπειδὴ πόλεμος ὑμᾶς κατεῖχεν, εἰρήνης δʼ αὖ γενομένης ἐλθεῖν ἐμέ τε καὶ Δίωνα εἰς Συρακούσας, σὲ δὲ καλεῖν ἡμᾶς.
虽然极为艰难,但我们两人之间最终还是达成了协议:由于战争困扰着你们,我先乘船回家;而当和平再度降临时,我和迪翁都将前往叙拉古,而你则应当召集我们。
καὶ ταῦτα μὲν οὕτως ἐγένετο τῆς ἐμῆς εἰς Συρακούσας ἀποδημίας πέρι τῆς πρώτης καὶ τῆς πάλιν οἴκαδε σωτηρίας·
关于我第一次前往叙拉古的旅程以及平安返回家园,事情确实是这样发生的。
τὸ δὲ δεύτερον εἰρήνης γενομένης ἐκάλεις με οὐ κατὰ τὰς ὁμολογίας, ἀλλὰ μόνον ἥκειν ἐπέστειλας, Δίωνα δʼ εἰς αὖθις ἔφησθα μεταπέμψεσθαι.
但在第二次,当和平降临时,你召集我却未按照协议,而是仅写信要求我一人前往,并说你以后会再召集迪翁。
διὰ ταῦτα οὐκ ἦλθον, ἀλλὰ καὶ Δίωνι τότʼ ἀπηχθόμην· ᾤετο γὰρ εἶναι βέλτιον ἐλθεῖν ἐμὲ καὶ ὑπακοῦσαί σοι.
因为这些原因,我没有去,但当时我也因此招致了迪翁的怨恨,因为他认为我前去并听从你是更好的选择。
τὸ δὲ μετὰ ταῦτα ὕστερον ἐνιαυτῷ τριήρης ἀφίκετο καὶ ἐπιστολαὶ παρὰ σοῦ, τῶν δʼ ἐν ταῖς ἐπιστολαῖς γραμμάτων ἦρχεν ὡς, ἂν ἀφίκωμαι, τὰ Δίωνός μοι γενήσοιτο πράγματα πάντα κατὰ νοῦν τὸν ἐμόν, μὴ ἀφικομένου δέ, τἀναντία.
此后一年,一艘三列桨战船送来了你写给我的信。 信中内容的主旨是:如果我前去,迪翁的所有事务都将如我所愿地处理,但如果我不去,结果将完全相反。
αἰσχύνομαι δὴ λέγειν ὅσαι τότε ἐπιστολαὶ παρὰ σοῦ καὶ παρʼ ἄλλων ἦλθον διὰ σὲ ἐξ Ἰταλίας καὶ Σικελίας, καὶ παρʼ ὅσους τῶν ἐμῶν οἰκείων καὶ τῶν γνωρίμων, καὶ πᾶσαι διακελευόμεναί μοι ἰέναι καὶ δεόμεναι σοὶ πάντως ἐμὲ πείθεσθαι.
我实在羞于提及当时由于你的缘故,有多少信件从意大利和西西里寄给我的亲属和熟人,而且所有信件都在催促我前往,恳求我无论如何要听从你。
ἐδόκει δὴ πᾶσιν, ἀρξαμένοις ἀπὸ Δίωνος, δεῖν ἐμὲ πλεῦσαι καὶ μὴ μαλθακίζεσθαι.
从迪翁开始的所有人,都认为我应当启航,不该表现得软弱。
καίτοι τήν θʼ ἡλικίαν αὐτοῖς προυτεινόμην καὶ περὶ σοῦ διισχυριζόμην ὡς οὐχ οἷός τʼ ἔσοιο ἀνταρκέσαι τοῖς διαβάλλουσιν ἡμᾶς καὶ βουλομένοις εἰς ἔχθραν ἐλθεῖν—ἑώρων γὰρ καὶ τότε καὶ νῦν ὁρῶ τὰς μεγάλας οὐσίας καὶ ὑπερόγκους τῶν τε ἰδιωτῶν καὶ τῶν μονάρχων σχεδόν, ὅσῳπερ ἂν μείζους ὦσιν, τοσούτῳ πλείους καὶ μείζους τοὺς διαβάλλοντας καὶ πρὸς ἡδονὴν μετὰ αἰσχρᾶς βλάβης ὁμιλοῦντας τρεφούσας, οὗ κακὸν οὐδὲν μεῖζον γεννᾷ πλοῦτός τε καὶ ἡ τῆς ἄλλης ἐξουσίας δύναμις—ὅμως δʼ οὖν πάντα ταῦτα χαίρειν ἐάσας ἦλθον, διανοηθεὶς ὡς οὐδένα δεῖ τῶν ἐμῶν φίλων ἐμὲ αἰτιᾶσθαι ὡς διὰ τὴν ἐμὴν ῥᾳθυμίαν τὰ σφέτερα πάντα ἐξὸν μὴ ἀπολέσθαι διώλετο·
然而,我向他们推托我的年纪,并极力坚称你无法抵挡那些诽谤我们、企图使我们陷入敌对的人——因为我当时看到,且现在依然看到,私人和君主们的巨大且过剩的财富,越是庞大,就越会滋养更多、更强悍的、为着可耻危害而迎合享乐的谄媚中伤者,而财富以及其他统治权力的力量所产生的恶果,没有比这更大的了——但无论如何,我把这一切都置之脑后,最终去了。 因为我想着,我的任何朋友都不应当指责我,说由于我的懈怠,他们本可以不被毁灭的一切事务最终却毁灭了。
ἐλθὼν δέ—οἶσθα γὰρ δὴ σὺ πάντα τἀντεῦθεν ἤδη γενόμενα—ἐγὼ μὲν ἠξίουν δήπου κατὰ τὴν ὁμολογίαν τῶν ἐπιστολῶν πρῶτον μὲν κατάγειν Δίωνα οἰκειωσάμενον, φράζων τὴν οἰκειότητα, ἣν εἰ ἐμοὶ τότε ἐπείθου, τάχʼ ἂν βέλτιον τῶν νῦν γεγονότων ἔσχεν καὶ σοὶ καὶ Συρακούσαις καὶ τοῖς ἄλλοις Ἕλλησιν, ὡς ἡ ἐμὴ δόξα μαντεύεται·
我去了之后——因为你确实知道此后发生的一切——我确实首先要求按照信中的协议,让你在建立亲密关系后将迪翁召回,并向你陈述这种亲密关系的益处。 如果你当时听从了我的话,或许无论是对你,对叙拉古,还是对其他希腊人,结果都会比现在发生的情况要好得多,正如我的直觉所预言的那样。