Humanitext Reader

柏拉图 · 书信集 §3.315-3.316

问候语的含义与阻碍建城指控的辩白

第 5 段,共 34 段 · 希腊语

内容简介

柏拉图向迪奥尼修斯阐述了问候语背后的哲学差异,否认了自己曾阻碍其重建城市计划的传言,并开始为自己在迪翁被驱逐后的政治行为进行辩护。

§3.315Πλάτων Διονυσίῳ χαίρειν ἐπιστείλας ἆρʼ ὀρθῶς ἂν τυγχάνοιμι τῆς βελτίστης προσρήσεως;
柏拉图致迪奥尼修斯:问候。 在寄出这封信时,我若这样写,是否恰好能用上最妥当的称呼?
ἢ μᾶλλον κατὰ τὴν ἐμὴν συνήθειαν γράφων εὖ πράττειν, ὥσπερ εἴωθα ἐν ταῖς ἐπιστολαῖς τοὺς φίλους προσαγορεύειν;
或者,我更应该按照自己的习惯,写下“祝安好”,正如我平时在信中问候朋友们那样?
σὺ μὲν γὰρ δὴ καὶ τὸν θεόν, ὡς ἤγγειλαν οἱ τότε θεωροῦντες, προσεῖπες ἐν Δελφοῖς αὐτῷ τούτῳ θωπεύσας τῷ ῥήματι, καὶ γέγραφας, ὡς φασί, " χαῖρε καὶ ἡδόμενον βίοτον διάσῳζε τυράννου·
因为据当时的使节们报告,你在德尔斐对神明也正是用这个词(即“喜乐”)来称呼,以此向神谄媚,并且正如人们所说,你写道:“喜乐吧,请保全僭主那令人愉悦的生活!
" ἐγὼ δὲ οὐδὲ ἀνθρώπῳ κλήσει, μήτι δὴ θεῷ, παρακελευσαίμην ἂν δρᾶν τοῦτο, θεῷ μέν, ὅτι παρὰ φύσιν προστάττοιμʼ ἄν, πόρρω γὰρ ἡδονῆς ἵδρυται καὶ λύπης τὸ θεῖον, ἀνθρώπῳ δέ, ὅτι τὰ πολλὰ βλάβην ἡδονὴ καὶ λύπη γεννᾷ, δυσμάθειαν καὶ λήθην καὶ ἀφροσύνην καὶ ὕβριν τίκτουσα ἐν τῇ ψυχῇ.
” 但我绝不会以此劝勉任何人,更不用说神明了。 对神明,因为这样做是下达违背自然本性的命令(因为神圣之物远离快乐与痛苦);对凡人,因为快乐与痛苦在大多数情况下会带来伤害,在灵魂中滋生迟钝、遗忘、愚昧和傲慢。
καὶ ταῦτα μὲν οὕτως εἰρήσθω παρʼ ἐμοῦ περὶ τῆς προσρήσεως· σὺ δʼ ἀναγνοὺς αὐτά, ὅπῃ βούλει δέξασθαι, ταύτῃ δέχου.
关于称呼,我就说这么多;你读完后,愿意如何接受,就如何接受吧。
φασὶν δʼ οὐκ ὀλίγοι λέγειν σε πρός τινας τῶν παρὰ σὲ πρεσβευόντων ὡς ἄρα σοῦ ποτε λέγοντος ἀκούσας ἐγὼ μέλλοντος τάς τε Ἑλληνίδας πόλεις ἐν Σικελίᾳ οἰκίζειν καὶ Συρακουσίους ἐπικουφίσαι, τὴν ἀρχὴν ἀντὶ τυραννίδος εἰς βασιλείαν μεταστήσαντα, ταῦτʼ ἄρα σὲ μὲν τότε διεκώλυσα, ὡς σὺ φῄς, σοῦ σφόδρα προθυμουμένου, νῦν δὲ Δίωνα διδάσκοιμι δρᾶν αὐτὰ ταῦτα, καὶ τοῖς διανοήμασιν τοῖς σοῖς τὴν σὴν ἀρχὴν ἀφαιρούμεθά σε.
然而,不少人说,你对一些到你那里晋见的使节说,你曾听我说过,当你打算在西西里重建希腊人城市,并通过将僭主制转变为君主制来减轻叙拉古人的负担时,是我当时阻止了你,正如你所声称的那样,尽管你当时非常热心;而现在,我却在教导迪翁去做这些完全相同的事情,并且利用你的想法来夺取你的统治权。
σὺ δʼ εἰ μέν τι διὰ τοὺς λόγους τούτους ὠφελῇ, γιγνώσκεις αὐτός, ἀδικεῖς δʼ οὖν ἐμὲ τἀναντία τῶν γενομένων λέγων.
如果你能从这些话中获得什么益处,你自己心里明白;但无论如何,你言说与事实相反的话,是在冤枉我。
ἅδην γὰρ ὑπὸ Φιλιστίδου καὶ ἄλλων πολλῶν πρὸς τοὺς μισθοφόρους καὶ εἰς τὸ Συρακουσίων πλῆθος διεβλήθην διὰ τὸ μένειν ἐν ἀκροπόλει, τοὺς δʼ ἔξωθεν, εἴ τι γίγνοιτο ἁμάρτημα, πᾶν εἰς ἐμὲ τρέπειν, σὲ φάσκοντας πάντα ἐμοὶ πείθεσθαι.
因为我由于留在阿克罗波利斯,已经被菲利斯提德和其他许多人在雇佣兵和叙拉古大众面前大加中伤;而外面的人一旦发生任何差错,就全归咎于我,声称你一切都听从我。
§3.316σὺ δʼ αὐτὸς οἶσθα σαφέστατα τῶν πολιτικῶν ἐμὲ σοὶ κοινῇ πραγματευσάμενον ἑκόντα ὀλίγα δὴ κατʼ ἀρχάς, ὅτε τι πλέον ποιεῖν ἂν ᾠήθην, ἄλλα τε βραχέα ἄττα καὶ τὰ περὶ τῶν νόμων προοίμια σπουδάσαντα μετρίως, χωρὶς ὧν σὺ προσέγραψας ἤ τις ἕτερος·
但你自己最清楚,在政治事务上,我自愿与你共同参与的,起初只有极少数的事情,那时我还以为能多做些成效。 除了你或其他人后来添加的部分之外,我只是适度地参与了其他一些简短的事务以及法律的“前奏”。
ἀκούω γὰρ ὕστερον ὑμῶν τινας αὐτὰ διασκευωρεῖν, δῆλα μὴν ἑκάτερα ἔσται τοῖς τὸ ἐμὸν ἦθος δυναμένοις κρίνειν.
因为我后来听说你们中的一些人对这些进行了改动,不过这两者对于能够评判我品格的人来说都是显而易见的。
ἀλλʼ οὖν, ὅπερ ἀρτίως εἶπον, οὐ διαβολῆς προσδέομαι πρός τε Συρακουσίους καὶ εἰ δή τινας ἑτέρους πείθεις λέγων αὐτά, ἀλλὰ πολὺ μᾶλλον ἀπολογίας πρός τε τὴν προτέραν γενομένην διαβολὴν καὶ τὴν νῦν μετʼ ἐκείνην μείζω φυομένην καὶ σφοδροτέραν.
但无论如何,正如我刚才所说,我不需要向叙拉古人,以及你通过说这些话所说服的其他人进行什么中伤,而是更需要针对此前发生的中伤,以及在那之后现在变得更大、更猛烈的中伤进行辩护。
πρὸς δύο δή μοι διττὰς ἀναγκαῖον ποιήσασθαι τὰς ἀπολογίας, πρῶτον μὲν ὡς εἰκότως σοι ἔφυγον κοινωνεῖν περὶ τὰ τῆς πόλεως πράγματα, τὸ δὲ δεύτερον ὡς οὐκ ἐμὴν ταύτην εἴρηκας συμβουλὴν οὐδὲ διακώλυσιν, μέλλοντί σοι κατοικίζειν Ἑλληνίδας πόλεις ἐμποδὼν ἐμὲ γεγενῆσθαι.
我有必要针对这两项指控做出双重辩护:第一,我理所当然地避免了与你共同参与城邦的事务;第二,你所说的是我的建议或阻碍,即在你将要重建希腊人城市时我成了绊脚石,这并非事实。
τὴν οὖν ἀρχὴν ὧν εἶπον περὶ προτέρων ἄκουε πρότερον.
因此,请先听一听我所说的关于前者事情的起因。
ἦλθον καλούμενος εἰς Συρακούσας ὑπό τε σοῦ καὶ Δίωνος, τοῦ μὲν δεδοκιμασμένου παρʼ ἐμοὶ καὶ ξένου πάλαι γεγονότος, ἐν ἡλικίᾳ δὲ ὄντος μέσῃ τε καὶ καθεστηκυίᾳ, ὧν δὴ παντάπασιν χρεία τοῖς νοῦν καὶ σμικρὸν κεκτημένοις, μέλλουσιν περὶ τοσούτων ὅσα ἦν τότε τὰ σὰ βουλεύεσθαι, σοῦ δὲ ὄντος μὲν σφόδρα νέου, πολλῆς δὲ ἀπειρίας οὔσης περὶ σὲ τούτων ὧν ἔμπειρον ἔδει γεγονέναι, καὶ σφόδρα ἀγνῶτος ἐμοί.
我来到叙拉古,是应你和迪翁的邀请。 迪翁是我所器重且结交已久的客人,正处于沉稳的中年,这对于凡有一点理智、将要对你当时那样重大的事务进行商讨的人来说,是绝对不可或缺的。 而你当时非常年轻,在你本该拥有经验的事情上极度缺乏经验,且对我而言完全是个陌生人。
τὸ μετὰ τοῦτο εἴτʼ ἄνθρωπος εἴτε θεὸς εἴτε τύχη τις μετὰ σοῦ Δίωνα ἐξέβαλεν, καὶ ἐλείφθης μόνος.
在这之后,不知是人、是神、还是某种命运与你配合,将迪翁驱逐了出去,只留下你一人。
ἆρʼ οὖν οἴει μοι τότε πολιτικῶν εἶναι κοινωνίαν πρὸς σέ, τὸν μὲν ἔμφρονα κοινωνὸν ἀπολωλεκότι, τὸν δὲ ἄφρονα ὁρῶντι μετὰ πονηρῶν καὶ πολλῶν ἀνθρώπων καταλελειμμένον, οὐκ ἄρχοντα, οἰόμενον δʼ ἄρχειν, ὑπὸ δὲ τοιούτων ἀνθρώπων ἀρχόμενον;
那么,你认为当时我还能与你在政治上合作吗? 我失去了一个明智的合作伙伴,却看到一个不明智的人与许多恶人留在一起,他不是在统治,却自以为在统治,实际上反被那些人所统治。
ἐν οἷς τί χρῆν ποιεῖν ἐμέ;
在那种情况下,我该怎么做?
μῶν οὐχ ὅπερ ἐποίουν ἀναγκαῖον, ἐκ τῶν λοιπῶν τὰ μὲν πολιτικὰ χαίρειν ἐᾶν, εὐλαβούμενον τὰς ἐκ τῶν φθόνων διαβολάς, ὑμᾶς δὲ πάντως, καίπερ ἀλλήλων χωρὶς γεγονότας καὶ διαφόρους ὄντας, πειρᾶσθαι φίλους ἀλλήλοις ὅτι μάλιστα ποιεῖν;
难道不应该做我实际上所做的事吗——也就是无可奈何地把政治事务搁置一旁,防范因嫉妒而产生的中伤,并且尽一切努力,尽管你们彼此分离、心存隔阂,也尽量让你们彼此和好吗?

词汇与语法注释

  1. 315bἐπιστείλας — 表示条件的分词(“如果寄信写道……”),与主句中表示潜在可能的祈愿语气 ἂν τυγχάνοιμι 相呼应。
  2. 315cθεῷ μέν... ἀνθρώπῳ δέ — 取决于前文 παρακελευσαίμην ἂν(“劝勉”)的与格。用 ὅτι 从句平行地解释了为什么他不劝勉神(θεῷ)或人(ἀνθρώπῳ)去追求“喜乐”。
  3. 315dὡς ἄρα σοῦ ποτε λέγοντος ἀκούσας ἐγὼ — 由 ὡς 引导的间接引语中的分词结构。主格的 ἐγὼ 是分词 ἀκούσας 的逻辑主语,其直接宾语是属格名词短语 σοῦ λέγοντος(“听见你诉说”),整句意为“我曾听见你诉说”。
  4. 316aτῶν πολιτικῶν — 部分属格,修饰后文的 ὀλίγα(“极少数的事情”),意为“政治事务中的极少数”。
  5. 316dἀπολωλεκότι... ὁρῶντι — 与格分词,与前句 ἆρʼ οὖν οἴει μοι...(“那么你认为我当时……”)中的与格代名词 μοι 一致,用以描述柏拉图当时的处境和态度。

引用这一段

柏拉图, 书信集 §3.315-3.316. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg036.humanitext-grc2:3.315-3.316

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。