§2.314θαρροῦντες οὖν ποιεῖτε οὕτως·
因此,请充满信心地这样做。
οὐ μὴ γάρ ποτε τῆς ἐμπορίας ταύτης οὔτε σὺ στείλῃς οὔτε Ἀρχέδημος ἐμπορεύσεται καλλίω καὶ θεοφιλεστέραν.
因为无论是你启程,还是阿凯德穆斯经商,你们都绝不可能从事比这更美好、更蒙神喜爱的交易。
εὐλαβοῦ μέντοι μή ποτε ἐκπέσῃ ταῦτα εἰς ἀνθρώπους ἀπαιδεύτους·
然而,要当心这些东西千万不要流传到没有受过教育的人当中。
σχεδὸν γάρ, ὡς ἐμοὶ δοκεῖ, οὐκ ἔστιν τούτων πρὸς τοὺς πολλοὺς καταγελαστότερα ἀκούσματα, οὐδʼ αὖ πρὸς τοὺς εὐφυεῖς θαυμαστότερά τε καὶ ἐνθουσιαστικώτερα.
因为在我看来,对于大众而言,几乎没有比这更令人发笑的传闻了;反之,对于天资聪颖的人来说,也没有比这更令人惊叹和神往的了。
πολλάκις δὲ λεγόμενα καὶ ἀεὶ ἀκουόμενα καὶ πολλὰ ἔτη, μόγις ὥσπερ χρυσὸς ἐκκαθαίρεται μετὰ πολλῆς πραγματείας.
在经过多年的反复讨论和不断聆听之后,它们才像黄金一样,在付出巨大的努力后,好不容易得以净化纯化。
ὃ δὲ θαυμαστὸν αὐτοῦ γέγονεν, ἄκουσον.
关于这一点,请听一听所发生的奇妙之事。
εἰσὶν γὰρ ἄνθρωποι ταῦτα ἀκηκοότες καὶ πλείους, δυνατοὶ μὲν μαθεῖν, δυνατοὶ δὲ μνημονεῦσαι καὶ βασανίσαντες πάντῃ πάντως κρῖναι, γέροντες ἤδη καὶ οὐκ ἐλάττω τριάκοντα ἐτῶν ἀκηκοότες, οἳ νῦν ἄρτι σφίσι φασὶν τὰ μὲν τότε ἀπιστότατα δόξαντα εἶναι νῦν πιστότατα καὶ ἐναργέστατα φαίνεσθαι, ἃ δὲ τότε πιστότατα, νῦν τοὐναντίον.
因为有许多人听过这些话,他们既有能力学习,又有能力记忆,并且能够在进行全面彻底的审视后做出判断。 他们如今已是老人,听闻这些话不少于三十年,而他们现在才对彼此说:当时显得最不可信的事,现在显得最可信、最清晰;而当时显得最可信的事,现在恰恰相反。
πρὸς ταῦτʼ οὖν σκοπῶν εὐλαβοῦ μή ποτέ σοι μεταμελήσῃ τῶν νῦν ἀναξίως ἐκπεσόντων.
因此,考虑到这些,你要当心,切莫因为如今这些话以不体面的方式泄露出去,而使你日后后悔。
μεγίστη δὲ φυλακὴ τὸ μὴ γράφειν ἀλλʼ ἐκμανθάνειν· οὐ γὰρ ἔστιν τὰ γραφέντα μὴ οὐκ ἐκπεσεῖν.
而最大的防范就是不要写下来,而是要默记于心;因为写下来的东西是不可能不泄露出去的。
διὰ ταῦτα οὐδὲν πώποτʼ ἐγὼ περὶ τούτων γέγραφα, οὐδʼ ἔστιν σύγγραμμα Πλάτωνος οὐδὲν οὐδʼ ἔσται, τὰ δὲ νῦν λεγόμενα Σωκράτους ἐστὶν καλοῦ καὶ νέου γεγονότος.
因此,我从未写过关于这些事的任何东西,也不存在任何柏拉图的著作,将来也不会有;现在所谓的柏拉图著作,其实是属于变得年轻而美好的苏格拉底的。
ἔρρωσο καὶ πείθου, καὶ τὴν ἐπιστολὴν ταύτην νῦν πρῶτον πολλάκις ἀναγνοὺς κατάκαυσον.
祝你安康,并听从我的劝告。 现在先将这封信读上许多遍,然后将它烧毁。
ταῦτα μὲν ταύτῃ.
这些事便如此。
περὶ δὲ Πολυξένου ἐθαύμασας ὅτι πέμψαιμί σοι· ἐγὼ δὲ καὶ περὶ Λυκόφρονος καὶ τῶν ἄλλων τῶν παρὰ σοὶ ὄντων λέγω καὶ πάλαι καὶ νῦν τὸν αὐτὸν λόγον, ὅτι πρὸς τὸ διαλεχθῆναι καὶ φύσει καὶ τῇ μεθόδῳ τῶν λόγων πάμπολυ διαφέρεις αὐτῶν, καὶ οὐδεὶς αὐτῶν ἑκὼν ἐξελέγχεται, ὥς τινες ὑπολαμβάνουσιν, ἀλλʼ ἄκοντες.
至于波吕克塞诺斯,你对我将他派去你那里感到奇怪;但我对吕科弗隆以及在你那里的其他人,无论是过去还是现在,都持同样的看法:在进行辩论方面,无论是在天资还是在论证方法上,你都远胜于他们,而且他们没有一个是像某些人所认为的那样自愿被驳倒的,而是迫不得已。
καὶ δοκεῖς μέντοι πάνυ μετρίως κεχρῆσθαί τε αὐτοῖς καὶ δεδωρῆσθαι.
不过,你似乎对待他们十分宽厚,并且给他们赠送了礼物。
ταῦτα μὲν περὶ τούτων, πολλὰ ὡς περὶ τοιούτων·
关于这些事就说这么多,对于此类事情来说,已经说得够多了。
Φιλιστίωνι δέ, εἰ μὲν αὐτὸς χρῇ, σφόδρα χρῶ, εἰ δὲ οἷόν τε, Σπευσίππῳ χρῆσον καὶ ἀπόπεμψον.
至于菲利斯提翁,如果你自己正需要他,那就尽管使用他;但如果可能的话,请将他借给斯珀西波斯并送他回来。
δεῖται δὲ σοῦ καὶ Σπεύσιππος· ὑπέσχετο δέ μοι καὶ Φιλιστίων, εἰ σὺ ἀφείης αὐτόν, ἥξειν προθύμως Ἀθήναζε.
斯珀西波斯也对你有所请求;菲利斯提翁也曾向我许诺,如果你放他走,他会非常乐意来到雅典。
§2.315τὸν ἐκ τῶν λατομιῶν εὖ ἐποίησας ἀφείς, ἐλαφρὰ δὲ ἡ δέησις καὶ περὶ τῶν οἰκετῶν αὐτοῦ καὶ περὶ Ἡγησίππου τοῦ Ἀρίστωνος· ἐπέστειλας γάρ μοι, ἄν τις ἀδικῇ ἢ τοῦτον ἢ ἐκείνους καὶ σὺ αἴσθῃ, μὴ ἐπιτρέψειν.
你释放了采石场里的那个人,做得很好。 关于他的仆人们以及阿里斯顿之子黑格西波斯,我的请求也微不足道;因为你已写信给我,说如果有人亏待他或他们而你察觉到了,你决不允许这种事发生。
καὶ περὶ Λυσικλείδου τἀληθὲς εἰπεῖν ἄξιον·
关于吕西克莱德斯,说出实话是值得的。
μόνος γὰρ τῶν ἐκ Σικελίας Ἀθήναζε ἀφικομένων οὐδὲν μετεβάλετο περὶ τῆς σῆς καὶ ἐμῆς συνουσίας, ἀλλʼ ἀεί τι ἀγαθὸν καὶ ἐπὶ τὰ βελτίω λέγων περὶ τῶν γεγονότων διατελεῖ.
因为在从西西里来到雅典的人当中,唯独他对于你我之间的交往未曾发生任何改变,反而始终对发生过的事说着好话,并往更好的方向去解释。