§3.315Πλάτων Διονυσίῳ χαίρειν
ἐπιστείλας ἆρʼ ὀρθῶς ἂν τυγχάνοιμι τῆς βελτίστης προσρήσεως;
プラトンからディオニュシオスへ、挨拶を送る。 このような挨拶を書き送ることで、果たして私は最善の呼びかけを成し遂げているだろうか。
ἢ μᾶλλον κατὰ τὴν ἐμὴν συνήθειαν γράφων
εὖ πράττειν,
ὥσπερ εἴωθα ἐν ταῖς ἐπιστολαῖς τοὺς φίλους προσαγορεύειν;
それとも、私の習慣に従って、手紙で友人たちに呼びかけるのに慣れているように「健やかであれ」と書くべきだろうか。
σὺ μὲν γὰρ δὴ καὶ τὸν θεόν, ὡς ἤγγειλαν οἱ τότε θεωροῦντες, προσεῖπες ἐν Δελφοῖς αὐτῷ τούτῳ θωπεύσας τῷ ῥήματι, καὶ γέγραφας, ὡς φασί,
"
χαῖρε καὶ ἡδόμενον βίοτον διάσῳζε τυράννου·
というのも、あなた自身、当時の使節たちが報告したところによれば、デルポイにおいて神に対しても、まさにこの「喜びあれ」という言葉でおもねるように呼びかけ、噂によれば、次のように書きさえしたからである。 「喜びあれ、そして僭主の愉しき生を全うさせ給え」と。
"
ἐγὼ δὲ οὐδὲ ἀνθρώπῳ κλήσει, μήτι δὴ θεῷ, παρακελευσαίμην ἂν δρᾶν τοῦτο, θεῷ μέν, ὅτι παρὰ φύσιν προστάττοιμʼ ἄν, πόρρω γὰρ ἡδονῆς ἵδρυται καὶ λύπης τὸ θεῖον, ἀνθρώπῳ δέ, ὅτι τὰ πολλὰ βλάβην ἡδονὴ καὶ λύπη γεννᾷ, δυσμάθειαν καὶ λήθην καὶ ἀφροσύνην καὶ ὕβριν τίκτουσα ἐν τῇ ψυχῇ.
しかし私は、人間に対してさえそのような行為を促す呼びかけはしない。 神に対してはなおさらである。 神に対してしないのは、それが自然に反する命令となるからである(神的なものは快楽からも苦痛からも遠く離れたところに位置している)。 また人間に対してしないのは、快楽と苦痛は多くの場合に害悪を生み出し、魂の中に物分かりの悪さ、忘却、愚かさ、そして傲慢を生み出すからである。
καὶ ταῦτα μὲν οὕτως εἰρήσθω παρʼ ἐμοῦ περὶ τῆς προσρήσεως·
挨拶については私からこのように言っておく。
σὺ δʼ ἀναγνοὺς αὐτά, ὅπῃ βούλει δέξασθαι, ταύτῃ δέχου.
あなたはこれを読んで、どのように受け止めたいにせよ、そのように受け止めるがよい。
φασὶν δʼ οὐκ ὀλίγοι λέγειν σε πρός τινας τῶν παρὰ σὲ πρεσβευόντων ὡς ἄρα σοῦ ποτε λέγοντος ἀκούσας ἐγὼ μέλλοντος τάς τε Ἑλληνίδας πόλεις ἐν Σικελίᾳ οἰκίζειν καὶ Συρακουσίους ἐπικουφίσαι, τὴν ἀρχὴν ἀντὶ τυραννίδος εἰς βασιλείαν μεταστήσαντα, ταῦτʼ ἄρα σὲ μὲν τότε διεκώλυσα, ὡς σὺ φῄς, σοῦ σφόδρα προθυμουμένου, νῦν δὲ Δίωνα διδάσκοιμι δρᾶν αὐτὰ ταῦτα, καὶ τοῖς διανοήμασιν τοῖς σοῖς τὴν σὴν ἀρχὴν ἀφαιρούμεθά σε.
ところで少なからぬ人々が言うには、あなたは、あなたのもとへ派遣された使節たちの一部に対して、次のように語っているとのことだ。 すなわち、あなたがかつてシケリアのギリシア人都市を再建し、僭主制の代わりに王政へと体制を移行させることでシュラクサイ市民の負担を軽減しようと計画していたのを私が聞き、当時、あなたが強く望んでいたにもかかわらず私があなたを妨げた、と。 そして今や私はディオンにまさにこれと同じことを行うよう教えており、あなたの考えを利用してあなたから支配権を奪おうとしている、と。
σὺ δʼ εἰ μέν τι διὰ τοὺς λόγους τούτους ὠφελῇ, γιγνώσκεις αὐτός, ἀδικεῖς δʼ οὖν ἐμὲ τἀναντία τῶν γενομένων λέγων.
もしあなたがこのような話によって何らかの益を得ているなら、それはあなた自身が知っていることだ。 だが、いずれにせよ、あなたは起きた事柄とは反対のことを語ることで、私を不当に扱っている。
ἅδην γὰρ ὑπὸ Φιλιστίδου καὶ ἄλλων πολλῶν πρὸς τοὺς μισθοφόρους καὶ εἰς τὸ Συρακουσίων πλῆθος διεβλήθην διὰ τὸ μένειν ἐν ἀκροπόλει, τοὺς δʼ ἔξωθεν, εἴ τι γίγνοιτο ἁμάρτημα, πᾶν εἰς ἐμὲ τρέπειν, σὲ φάσκοντας πάντα ἐμοὶ πείθεσθαι.
というのも、私はアクロポリスに留まっていたために、ピリスティデスや他の多くの者たちによって、雇い兵たちやシュラクサイの民衆に対して十分に中傷されていたからである。 アクロポリスの外の人々は、何か過ちが起こるたびに、あなたがすべてにおいて私に従っていると主張して、すべての責任を私に帰していたのだ。
§3.316σὺ δʼ αὐτὸς οἶσθα σαφέστατα τῶν πολιτικῶν ἐμὲ σοὶ κοινῇ πραγματευσάμενον ἑκόντα ὀλίγα δὴ κατʼ ἀρχάς, ὅτε τι πλέον ποιεῖν ἂν ᾠήθην, ἄλλα τε βραχέα ἄττα καὶ τὰ περὶ τῶν νόμων προοίμια σπουδάσαντα μετρίως, χωρὶς ὧν σὺ προσέγραψας ἤ τις ἕτερος·
あなた自身、最もよく知っているはずだ。 私が自発的にあなたと共同で政治的な事柄に携わったのは、初めの頃、何かより大きな成果を上げられると考えていた時期に、ほんのわずかな事柄だけであったことを。 それは他の一部の些細なことや、あなたが、あるいは誰か他の人が後から書き加えたものを除いて、法律の「前奏」についていくらか熱心に取り組んだことにすぎない。
ἀκούω γὰρ ὕστερον ὑμῶν τινας αὐτὰ διασκευωρεῖν, δῆλα μὴν ἑκάτερα ἔσται τοῖς τὸ ἐμὸν ἦθος δυναμένοις κρίνειν.
というのも、後になってあなた方のうちの誰かがそれらに手を加えたと聞いているからだ。 しかし、私の人柄を判断できる人々にとっては、どちらがどちらの作であるかは明らかだろう。
ἀλλʼ οὖν, ὅπερ ἀρτίως εἶπον, οὐ διαβολῆς προσδέομαι πρός τε Συρακουσίους καὶ εἰ δή τινας ἑτέρους πείθεις λέγων αὐτά, ἀλλὰ πολὺ μᾶλλον ἀπολογίας πρός τε τὴν προτέραν γενομένην διαβολὴν καὶ τὴν νῦν μετʼ ἐκείνην μείζω φυομένην καὶ σφοδροτέραν.
だが、いずれにせよ、私がさきほど言ったように、私に必要なのは、シュラクサイの人々や、もしあなたがそうした話を語ることで説得している他の人々に対する中傷ではなく、むしろ、かつてなされた中傷と、その後に生じて今やさらに大きく激しくなりつつある中傷に対する弁明である。
πρὸς δύο δή μοι διττὰς ἀναγκαῖον ποιήσασθαι τὰς ἀπολογίας, πρῶτον μὲν ὡς εἰκότως σοι ἔφυγον κοινωνεῖν περὶ τὰ τῆς πόλεως πράγματα, τὸ δὲ δεύτερον ὡς οὐκ ἐμὴν ταύτην εἴρηκας συμβουλὴν οὐδὲ διακώλυσιν, μέλλοντί σοι κατοικίζειν Ἑλληνίδας πόλεις ἐμποδὼν ἐμὲ γεγενῆσθαι.
それゆえ、私は二つの事柄に対して二重の弁明をする必要がある。 第一に、私が国家の国事に関してあなたと共同で取り組むことを避けたのが当然であったということ。 第二に、あなたがギリシア人都市を再建しようとしていたのを私が邪魔したというのは、私の助言でも妨害でもないということである。
τὴν οὖν ἀρχὴν ὧν εἶπον περὶ προτέρων ἄκουε πρότερον.
それゆえ、私が先のことについて語ったことの始まりを、まずは聞きなさい。
ἦλθον καλούμενος εἰς Συρακούσας ὑπό τε σοῦ καὶ Δίωνος, τοῦ μὲν δεδοκιμασμένου παρʼ ἐμοὶ καὶ ξένου πάλαι γεγονότος, ἐν ἡλικίᾳ δὲ ὄντος μέσῃ τε καὶ καθεστηκυίᾳ, ὧν δὴ παντάπασιν χρεία τοῖς νοῦν καὶ σμικρὸν κεκτημένοις, μέλλουσιν περὶ τοσούτων ὅσα ἦν τότε τὰ σὰ βουλεύεσθαι, σοῦ δὲ ὄντος μὲν σφόδρα νέου, πολλῆς δὲ ἀπειρίας οὔσης περὶ σὲ τούτων ὧν ἔμπειρον ἔδει γεγονέναι, καὶ σφόδρα ἀγνῶτος ἐμοί.
私は、あなたとディオンに招かれてシュラクサイへ行った。 ディオンは私に実証されており、古くからの客人であり、落ち着いた中年の年齢に達していた。 このような人物こそ、当時あなたの国政のように重大な事柄について相談しようとする、わずかでも知性を持つ者たちにとって、絶対に必要な存在である。 一方、あなたはきわめて若く、経験を積んでいるべき事柄についてきわめて未経験であり、私にとっては全く未知の人物であった。
τὸ μετὰ τοῦτο εἴτʼ ἄνθρωπος εἴτε θεὸς εἴτε τύχη τις μετὰ σοῦ Δίωνα ἐξέβαλεν, καὶ ἐλείφθης μόνος.
その後に、人間なのか神なのか、あるいは何らかの運命が、あなたと同調してディオンを追放し、あなたは一人残された。
ἆρʼ οὖν οἴει μοι τότε πολιτικῶν εἶναι κοινωνίαν πρὸς σέ, τὸν μὲν ἔμφρονα κοινωνὸν ἀπολωλεκότι, τὸν δὲ ἄφρονα ὁρῶντι μετὰ πονηρῶν καὶ πολλῶν ἀνθρώπων καταλελειμμένον, οὐκ ἄρχοντα, οἰόμενον δʼ ἄρχειν, ὑπὸ δὲ τοιούτων ἀνθρώπων ἀρχόμενον;
そうした時、私にあなたとの政治的協同があり得たと思うだろうか。 私自身は思慮深い協力者を失い、あなたの方は思慮に欠け、多くの邪悪な人々と共に取り残され、支配しているのではなく支配していると思い込んでいるだけで、実際にはそのような人々によって支配されているのを見ていたというのに。
ἐν οἷς τί χρῆν ποιεῖν ἐμέ;
そのような状況で、私はどうすべきであったのか。
μῶν οὐχ ὅπερ ἐποίουν ἀναγκαῖον, ἐκ τῶν λοιπῶν τὰ μὲν πολιτικὰ χαίρειν ἐᾶν, εὐλαβούμενον τὰς ἐκ τῶν φθόνων διαβολάς, ὑμᾶς δὲ πάντως, καίπερ ἀλλήλων χωρὶς γεγονότας καὶ διαφόρους ὄντας, πειρᾶσθαι φίλους ἀλλήλοις ὅτι μάλιστα ποιεῖν;
私が実際にしたように、その後は政治的な事柄から身を引いて、嫉妬から生じる中傷を警戒しつつ、あなた方が互いに離ればなれになり敵対しているにもかかわらず、なんとかしてできる限りお互いを和解させようと努めること、これこそが不可避の義務ではなかっただろうか。